Δύο Παρακλητικοί Κανόνες εις τον Όσιο Αρσένιο τον Καππαδόκη
Παρακλητικός Κανών εις τον Όσιο και Θεοφόρον Πατέρα ημών Αρσένιο τον Καππαδόκη
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ παρόντα Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἀσκητικῶς εὐαρεστήσας Κυρίῳ, χάριν πλουσίαν παρ’αὐτοῦ ἐκομίσω, τῶν Ἀσωμάτων σύσκηνε Ἀρσένιε· ὅθεν σου δεόμεθα, μὴ ἐλλίπῃς πρεσβεύων, πάσης ἡμᾶς ῥύεσθαι, ἐπηρείας καὶ βλάβης, τοὺς τῇ σῇ σκέπῃ σπεύδοντας σοφέ, καὶ τὴν θερμήν σου, αἰτοῦντας ἀντίληψιν.
Δόξα.
Καππαδοκίας τὸ νεόφυτον ἄνθος, καὶ ἀρετῶν τὸ πολυτίμητον σκεῦος, ὁ ἱερός Ἀρσένιος ὑμνείσθω μοι· οὗτος γὰρ ὡς ἄγγελος, ἐν σαρκὶ βιοτεύσας, σύσκηνος ἐγένετο, τῶν Ἁγίων ἁπάντων, μεθ’ὧν πρεσβεύει πάντοτε Χριστῷ, ἡμῖν διδόναι, πταισμάτων συγχώρησιν.
Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Χάριν μοι δίδου, Ὅσιε Πάτερ. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Χαρὰν κεκτημένος τὴν ἀληθῆ, πάσης ἀθυμίας, καὶ μανίας τοῦ δυσμενοῦς, Ἀρσένιε Πάτερ θεοφόρε, τοὺς τῇ σῇ σκέπῃ προστρέχοντας λυτρωσαι.
Ἀνέτειλας νέος ὥσπερ ἀστήρ, ἡμᾶς καταυγάζων, τῇ ὁσίᾳ σου βιοτῇ· διὸ τῶν παθῶν ἡμῶν τὸν ζόφον, ταῖς σαῖς πρεσβείαις ἀπέλασον Ὅσιε.
Ῥεόντων ἀπέσχες ὁλοσχερῶς, ἐντεῦθεν φροντίδων, ἀπαλλάττεις ὀδυνηρῶν, τὸν νοῦν τὴν ψυχὴν καὶ τὴν καρδίαν, τῶν προσιόντων σοι Πάτερ Ἀρσένιε.
Θεοτοκίον.
Ἰάτρευσον Κόρη ὡς συμπαθής, τετραυματισμένην, τὴν καρδίαν μου χαλεπῶς, καὶ αἴτει μοι ἄφεσιν πταισμάτων, πρὸς τὸν Υἱόν σου πρεσβείαις τὸν εὔσπλαγχνον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Νοσημάτων ὡς πάλαι, πολυειδῶν Ὅσιε, πλείστους ἐλυτρώσω ἐντεύξει, τῇ πρὸς τὸν Κύριον, οὕτως ἀπάλλαξον, ἡμᾶς παθῶν ἀκαθάρτων, καὶ πάσης κακώσεως, Πάτερ Ἀρσένιε.
Μεγαλύνας ἐν βίῳ, τὸν τοῦ παντὸς Κύριον, εὔκλειαν μεγίστην ἐκτήσω, Πάτερ Ἀρσένιε· ὅθεν ἐκλύτρωσαι, ἡμᾶς μεγάλων κινδύνων, καὶ τῶν ἐπιθέσεων, τοῦ παναλάστορος.
Ὁ θεράπων Κυρίου, καὶ τῶν πιστῶν πρόμαχος, Ὅσιε Ἀρσένιε πάντας ἡμᾶς κυβέρνησον, πρὸς ἀκυμάντους τε καὶ σωτηρίους λιμένας, πρὸς ζωὴν τὴν ἄλυπον καὶ ἀτελεύτητον.
Θεοτοκίον.
Ἵνα σώσῃ τὸν κόσμον, ὁ τοῦ παντὸς αἴτιος, σάρκα ἐξ ἁγνῶν σου αἱμάτων, Κόρη προσείληφεν˙ ὅθεν θεράπευσον, τὸ ἀσθενές μου σαρκίον, καὶ τὸν νοῦν μου λάμπρυνον, φέγγει τῆς Χάριτος.
Διάσωσον, ταῖς σαῖς πρεσβείαις Ἀρσένιε θεοφόρε, ἀπὸ πάσης ἐπιφορᾶς καὶ κακώσεως, τοὺς τῇ θερμῇ σου προστρέχοντας προστασίᾳ.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Χριστὸν ἐκτενῶς, ἱκέτευε Ἀρσένιε, διδόναι ἡμῖν, πταισμάτων τὴν συγχώρησιν, καὶ παθῶν τὴν ἴασιν, καὶ ὑγείαν ψυχῆς τε καὶ σώματος, καὶ πολιτείας σεμνῆς προκοπήν, ὡς ἄν θείας δόξης ἐπιτύχωμεν.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Δωρεαῖς θείου Πνεύματος, καταλαμπρυνόμενος Πάτερ Ὅσιε, δωρεὰν ἡμᾶς οἰκτείρησον, καὶ τῆς συνεχούσης ῥῦσαι θλίψεως.
Ἰσχὺν θείαν Ἀρσένιε, τῇ ἐξασθενούσῃ ψυχῇ μου αἴτησαι, ὡς ἄν πάσης περιγίνωμαι, πλάνης καὶ ἀπάτης τοῦ ἀλάστορος.
Δαιμονῶντας ὡς ἔσωσας, ἐκ τῆς δυναστείας τοῦ πολεμήτορος, οὕτω λύτρωσαι Ἀρσένιε, καὶ ἡμᾶς τῶν τούτου ἐπιθέσεων.
Θεοτοκίον.
Ὄρος θεῖον καὶ σύσκιον, ὤφθης Θεοτόκε πλουσίαις χάρισιν, ἐξ οὗ κόσμῳ ἐπεδήμησεν, ὁ Σωτὴρ καὶ ἔσωσε τὸν ἄνθρωπον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὑψωσον ἡμῶν, τὴν καρδίαν Πάτερ Ὅσιε, πρὸς ἀγάπην τὴν τελείαν τοῦ Χριστοῦ, ἐν εἰρήνῃ κυβερνῶν ἡμᾶς Ἀρσένιε.
Ὄμβροις μυστικοῖς, πρεσβειῶν σου πρὸς τὸν Κύριον, ἐναπόσβεσον τὴν φλόγα τῶν παθῶν, τὴν συντήκουσαν ἡμᾶς Πάτερ Ἀρσένιε.
Σύντριψον σοφέ, τοῦ ἐχθροῦ τὰ μηχανήματα, ἀβλαβεῖς ἐκ τῆς αὐτοῦ ἐπιβουλῆς, διασῴζων ἡμᾶς πάντοτε δεόμεθα.
Θεοτοκίον.
Ἴθυνον ἡμᾶς, πρὸς ζωὴν Παρθένε κρείττονα, ἐναπείργουσα ἐχθροῦ τὰς προσβολάς, καὶ παρέχουσα εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἐδέξω, παρὰ Θεοῦ Ἀρσένιε, τῶν θαυμάτων τὴν σωτήριον χάριν˙ ὅθεν ἰᾶσαι ψυχῶν καὶ σωμάτων, τὰ ἀῤῥωστήματα πάντα ἑκάστοτε, ἐξ ὧν με τήρει ἀσινῆ, τὸν προσφεύγοντα Πάτερ τῇ σκέπῃ σου.
Παθῶν μου, τὴν χαλεπὴν τρικυμίαν, τῇ γαλήνῃ τῆς θερμῆς σου πρεσβείας, εἰς ἠρεμίαν μετάβαλε Πάτερ, καὶ πρὸς λιμένα τοῦ θείου θελήματος, ὁδήγησόν με ἀσφαλῶς, παῤῥησίαν ὡς ἔχων πρὸς Κύριον.
Ἁγίων, ἠριθμημένος χορείᾳ, ὡς ἁγίως διανύσας τὸν βίον, ἁγιασμόν καὶ χαρὰν καὶ εἰρήνην, τῇ Θεολόγου Μονῇ Πάτερ δώρησαι, τῇ ὥσπερ θεῖον θησαυρὸν, κεκτημένη τὰ θεῖα σου λείψανα.
Θεοτοκίον.
Τὸν πάντων, Δημιουργὸν καὶ Σωτῆρα, ἐκ γαστρός σου τῆς ἀχράντου τεκοῦσα, σῶσόν με Κόρη ἐχθροῦ τῆς μανίας, καὶ τείχισόν με τῷ φόβῳ τοῦ Κτίσαντος, ἵνα βαδίσω ἀκλινῶς, τὴν ὁδὸν τοῦ ἁγίου θελήματος.
Διάσωσον, ταῖς σαῖς πρεσβείαις Ἀρσένιε θεοφόρε, ἀπὸ πάσης ἐπιφορᾶς καὶ κακώσεως, τοὺς τῇ θερμῇ σου προστρέχοντας προστασίᾳ.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικήν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τῇ σῇ ἀσκήσει δοξάσας τὸν Κύριον, τῆς παρ’αὐτοῦ θείας δόξης ἠξίωσαι· διὸ ἀδοξίας ἀπάλλαξον, φθοροποιῶν παθημάτων καὶ θλίψεων, ἡμᾶς θεοφόρε Ἀρσένιε.
Καὶ εὐθὺς τὸ Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ Θάνατος τοῦ Ὁσίου αὐτοῦ (δίς).
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κέφ. ια΄ 27-30)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ Υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ὑμᾶς καὶ μάθετε ἀπ’ἐμοῦ ὅτι πρᾷος εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν˙ ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.
Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, έλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἄστρον ὡς νεόφωτον, ἐκ τῆς Ἑῴας ἐκλάμψας, ἀρετῶν λαμπρότησι, καταυγάζεις ἅπαντας τοὺς τιμῶντας σε· διὸ νῦν Ὅσιε, πάσης ἐπηρείας, τοῦ ἐχθροῦ τοῦ πολεμήτορος, καὶ πάσης θλίψεως, καὶ πολυειδῶν περιστάσεων, καὶ νόσων καὶ κακώσεων, ταῖς σαῖς ἱκεσίαις πρὸς Κύριον, φύλαττε ἀτρώτους, Ἀρσένιε θεράπον τοῦ Χριστοῦ, τοὺς τοῖς ἁγίοις λειψάνοις σου, εὐλαβῶς προσπίπτοντας.
Σῶσον, ὁ Θεός, τὸν λαόν σου,
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐν θερμῇ διανοίᾳ, προσελθοῦσαι γυναῖκες αἱ στεῖραι πρότερον, τοῖς θείοις σου λειψάνοις, ἐγένοντο μητέρες, ἐπὶ τέκνοις γηθόμεναι, τῇ ἀντιλήψει τῇ σῇ, Ἀρσένιε τρισμάκαρ.
Ῥυπτικῇ σου πρεσβείᾳ, τῆς ψυχῆς μου τοὺς μώλωπας ἀποκάθαρον, καὶ δίδου ἀφορμάς μοι, γνησίας μετανοίας, ὡς θερμὸς ἀντιλήπτωρ μου, Ἀρσένιε ἱερέ, Ἀγγέλων συμπολῖτα.
Γέρας κέκτηται θεῖον, ἡ Μονὴ Θεολόγου Πάτερ Ἀρσένιε, τὰ θεῖα λείψανά σου, οἷς πίστει προσιοῦσα, θείαν χάριν κομίζεται, καὶ οὐρανίου χαρᾶς, πληροῦται ἀοράτως.
Θεοτοκίον.
Ἐφαπλώσασα Κόρη, ἐφ’ἡμᾶς τῆς σῆς σκέπης χάριν τὴν ἄφθονον, ἀπόστρεψον εἰς τέλος, ἐχθροῦ τοῦ βροντοκτόνου, ἀφ’ἡμῶν δόλον ἅπάντα, καὶ καθοδήγει ἡμᾶς, πρὸς τρίβον σωτηρίας.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥάβδῳ ἁγίᾳ, ἐπισκοπῆς σου τῆς θείας, ὥσπερ πρόβατα ὁδήγει ἡμᾶς Πάτερ, πρὸς ἀθανασίας, τοὺς μυστικούς λειμῶνας.
Ἄνωθεν ἴδε, τοὺς εὐλαβῶς παρεστῶτας, τοῖς λειψάνοις σου καὶ δίδου τούτοις Πάτερ, τῆς σῆς βοηθείας, τὰς δαψιλεῖς ἐκφάνσεις.
Σκέπε ἀπαύστως, τῇ πατρικῇ ἀρωγῇ σου, τοὺς δειναῖς αἰχμαλωσίαις κειμένους, τούτους περισῴζων, ἐκ βλάβης καὶ κινδύνων.
Θεοτοκίον.
Ἴασαι Κόρη, τὴν ἀσθενοῦσαν ψυχήν μου, καὶ παράσχου μοι δάκρυα μετανοίας, ἵνα σε δοξάζω τὴν Κεχαριτωμένην.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μανίας πάσης ῥύου, ἐχθρῶν ἀοράτων, καὶ ὁρατῶν θεοφόρε Ἀρσένιε, τῶν Ὀρθοδόξων τὰ πλήθη σὲ μεγαλύνοντα.
Ὁσίοις συγχορεύων, σὺν αὐτοῖς δυσώπει, ὑπὲρ ἡμῶν θεοφόρε Ἀρσένιε, τῶν ἀνυμνούντων τὰ θεῖά σου προτερήματα.
Ὑμνῶν σὺν τοῖς Ἀγγέλοις, ἤδη ἐν ὑψίστοις, τὸν ἐν Τριάδι Θεὸν Πάτερ Ὅσιε, ἀεὶ δυσώπει σωθῆναι τοὺς σὲ γεραίροντας.
Θεοτοκίον.
Ὑμνοῦμέν σε Παρθένε, ὡς Θεοῦ Μητέρα, καὶ ἀσιγήτως τὸ Χαῖρε βοῶμέν σοι· τῇ γὰρ πρεσβείᾳ σου Κόρη ἀεὶ σῳζόμεθα.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τῶν Ὁσίων ὁ κοινωνός, διὰ πολιτείας, καὶ ἀσκήσεως ἱερᾶς· χαίροις Μοναζόντων, καὶ Ἱερέων κλέος, Καππαδοκίας δόξα, Πάτερ Ἀρσένιε.
Πόνοις ἐναρέτου Πάτερ ζωῆς, σεαυτὸν καθάρας, φρονημάτων τῶν γεηρῶν, ἐκ Θεοῦ ἐδέξω, τὴν χάριν τῶν θαυμάτων, Ἀρσένιε ἐκφαίνων, πᾶσι τὰ κρείττονα.
Πάθη ἐθεράπευσας χαλεπά, καὶ δαιμόνων Πάτερ, ἐταπείνωσας τὴν ἰσχύν, ὧν τῆς ἐπηρείας, ἀτρώτους ἡμᾶς τήρει, ὡς ἔχων παῤῥησίαν, Χριστῷ Ἀρσένιε.
Χαίρων τὸν ἀγῶνα τῆς ἀρετῆς, ὑπῆλθες θεόφρον, οὐρανόφρονι λογισμῷ, καὶ τῆς ἀπαθείας, τὰς χάριτας ἐδρέψω, Ἀγγέλων συμπολῖτα, Πάτερ Ἀρσένιε.
Φύλαττε καὶ σκέπε πάσης ὀργῆς, καὶ δαιμόνων βλάβης καὶ παντοίας ἐπιβουλῆς τοὺς πίστει προσκυνοῦντας, τὰ λείψανά σου Πάτερ, καὶ ἐπιβοωμένους τὴν προστασίαν σου.
Δίδου εὐλογίαν τὴν πατρικήν, καὶ ἔνθεον ζῆλον, πρὸς ἀγῶνας πνευματικούς, ταῖς τῶν μοναζόντων χορείαις θεοφόρε, καὶ ταύτας, τῶν παγίδων ῥύου τοῦ ὄφεως.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Απολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Βίον ἔνθεον, καλῶς ἀνύσας, σκεῦος τίμιον τοῦ Παρακλήτου, ἀνεδείχθης θεοφόρε Ἀρσένιε, καὶ τῶν θαυμάτων την χάριν δεξάμενος, πᾶσι παρέχεις ταχεῖαν βοήθειαν, Πάτερ Ὅσιε Χριστόν τόν Θεόν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς προστρέχοντας πιστῶς, τῇ σῇ ἀντιλήψει θεόφρον, Πάτερ Ἀρσένιε, πάσης περιστάσεως, ῥῦσαι καὶ θλίψεως, καὶ ἀπάλλαξον τάχιστα ἐχθροῦ δυναστείας, βλῦσόν τε ἰάματα τοῖς ἀσθενοῦσι δεινῶς, δίδου δὲ εἰρήνην ἐν βίῳ, καὶ τὴν ἐκ Θεοῦ εὐλογίαν, τοῖς τὰς ἀρετάς σου μακαρίζουσι.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Ἀρσένιε δέησιν πρόσδεξαι τήνδε
Καὶ δίδου τὴν Χάριν σου τῷ Γερασίμῳ.
Χαιρετισμοί εις τον Όσιο Αρσένιο τον Καππαδόκη
Ερμηνεία των 150 Ψαλμών ανά πάσα περίπτωση
Παρακλητικός Κανών εις τον Όσιο Αρσένιο τον Καππαδόκη
Ποίημα Ἀθανασίου ἱερομονάχου Σιμωνοπετρίτου
†Εορτάζεται στις 10 Νοεμβρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ παρόντα τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Θεολαμπέστατε Ἀρσένιε πάτερ, Καππαδοκίας εὐωδέστατον ἄνθος, καὶ Ἐκκλησίας μέγιστε εὐχέτα πρὸς Χριστόν, ὕψωσον τὰς χεῑράς σου καὶ κατάγαγε χάριν, τοῦ ἁγίου Πνεύματος, εἰς ψυχὰς αἰτουμένων, τὴν πατρικὴν καὶ ζῶσάν σου εὐχήν, καὶ προσκυνούντων, σὰ πάνσεπτα λείψανα.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανὼν, οὗ ἡ ἀκροστιχίς·
Ἀρσένιε, αἴροις ἀφ᾽ἡμῶν ταχὺ ἅπαν πάθος. Ἀθανάσιος.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἀρσένιε πάτερ θαυματουργέ, ταμεῖον ἀγάπης, σοῦ δεόμεθα ἐκ ψυχῆς, εὐχαῖς σου ἁγίαις πρὸς Δεσπότην, παθῶν ποικίλων ἡμᾶς τάχει λύτρωσαι.
Ῥευμάτων ὡς σέσωσαι ποταμοῦ, τοῦ Τροπαιοφόρου, Γεωργίου τῇ ἀρωγῇ, διὸ πνιγομένους βίου ζάλαις, ἡμᾶς διάσωσον πάτερ Ἀρσένιε.
Συνέσει κεκόσμησαι ἐκ παιδός, γενόμενος οἶκος, χαρισμάτων τῶν θεϊκῶν, ὧν δεῖξον Ἀρσένιε μετόχους, καὶ τοὺς πιστῶς σε αἰτοῦντας ἑκάστοτε.
Θεοτοκίον.
Ἐλέησον κόσμον ὧ Ἀγαθή, τὸν Κύριον πάντων, ἐκμειλίσσουσα μητρικῶς, καὶ πρόβαλε θεῖον συνευχέτην, τὸν Καππαδόκην Ἀρσένιον Δέσποινα.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Νικητὴς ἀνεφάνης κατὰ παθῶν Ὅσιε, κατὰ τοὺς ἀρχαίους ὁσίους ἀγωνισάμενος· ὅθεν ἀνάδειξον στεφανηφόρους, ὧ Πάτερ, πάντας τοὺς προστρέχοντας τῇ μεσιτείᾳ σου.
Ἱερεὺς χριστοφόρος, καὶ ἀσκητὴς μέγιστος, ἔφυς ἁγιώτατε Πάτερ, νηστεύων πάντοτε, χεῖρας οὖν ἔπαρον, πρὸς τὸν Φιλάνθρωπον ὅπως, δῷ αὐτοῦ βοήθειαν πᾶσι τοῖς χρήζουσι.
Ἐλεήμων καρδία καὶ ἰατρὸς ἄριστος, ἐγεγόνεις Πάτερ Φαράσοις, πάντας ἰώμενος, θείαις ἐντεύξεσιν, ὅθεν καρκίνου τὸ πάθος ἴασαι δυσίατον, τῶν προσπιπτόντων σοι.
Θεοτοκίον.
Ἀπὸ πτώσεων Μῆτερ, ἁμαρτιῶν φύλαξον πάντας τοὺς τιμῶντάς σε πόθῳ, ὡς διεφύλαξας κλεινὸν Ἀρσένιον ποτὲ ἐξ ὕψους πεσόντα, καὶ τῇ πέτρᾳ στήριξον Χριστοῦ τοὺς δούλους σου.
Διάσωσον ἀπὸ παντοίων κινδύνων ψυχῶν σωμάτων, τοὺς εἰλικρινῶς σοι προστρέχοντας Ὅσιε, καὶ δίδου πᾶσι δαψιλῶς, αἰτημάτων τὴν λύσιν.
Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ το Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Κλοιῷ τῶν παθῶν, Ἀρσένιε βαρούμενοι, φωνὴν ἰσχυρὰν ἀφίεμέν σοι λέγοντες· τὰς ψυχὰς καὶ τὰ σώματα ἴασαι, καὶ ἐνδυνάμωσον ἡμᾶς ὁδὸν τοῦ Κυρίου πορεύεσθαι.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ἱερῶς με ἀξίωσον, Πάτερ, ἀναφέρειν εὐχὰς πρὸς Κύριον, ὡς ἐν σάκκῳ σὺ προσήγαγες, καὶ σποδῷ ποιμνίου σου αἰτήματα.
Ῥυπωθεῖσαν ἀπόπλυνον, τὴν ψυχήν μου Ὅσιε ταῖς πρεσβείαις σου, καὶ ἀξίωσον τὸ θέλημα ἐκτελεῖν Κυρίου τὸ πανάγιον.
Ὁ ἐχθρὸς ἐκπειράζει με, ὅν περ ἀποδίωξον ὁσιώτατε, ὡς τῆς ποίμνης σου ἐδίωκες, τῇ εὐχῶν σφενδόνῃ τοὺς ἐχθραίνοντας.
Θεοτοκίον.
Ἴασαί με Πανάμωμε, πάσχοντα κατ᾿ἄμφω καὶ ὀδυνώμενον, ἡ τεκοῦσα τὸν ἀθάνατον ἰατρὸν Χριστὸν τὸν παντοδύναμον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σκέπασον ἡμᾶς ταῖς πρεσβείαις σου Ἀρσένιε, ὡς τῶν Φαράσων κώμην ἔσκεπες, ταῖς μυστικαῖς σου ἀγωγαῖς καὶ ἄθλοις πνεύματος.
Ἄσκησιν ἁγνὴν ἀγαπᾶν ἡμᾶς ἀξίωσον, δι᾿ ἧς παθῶν ψυχὴ καθαίρεται καὶ τῷ Κυρίῳ ὁμοιοῦται ὦ Ἀρσένιε.
Φαίδρυνον ἡμᾶς τοὺς τιμῶντάς σε Ἀρσένιε, καὶ θλιβομένους βίου πράγμασι, τῇ κοινωνίᾳ τῶν Ἁγίων παρακάλεσον.
Θεοτοκίον.
Ἧλθεν ἐφ᾿ ἡμᾶς σκαιωρία Παναμώμητε, ἐν ᾗ αἰτούμεθα πρεσβείας σου καὶ Ἀρσενίου σου ἱκέτου τὴν συνέργειαν.
ᾨδὴ Ϛ΄. Τὴν δέησιν.
Μαραίνεται τῶν ψυχῶν ἡ δύναμις καὶ καρδίας παραλύει ὁ τόνος ἐκ πειρασμῶν τῶν ποικίλων ὦ Πάτερ, διὸ εὐχαῖς σου ἀνάστησον τάχιστα, ὡς ἤγειρας τοὺς ἐξ ἐτῶν παραλύτους τρισμάκαρ Ἀρσένιε.
Ὡδήγησας λογικά σου πρόβατα πρὸς Χριστὸν ἐν τοῖς Φαράσοις θεόφρον, λόγοις σεπτοῖς καὶ τῷ θείῳ σου βίῳ, ὥσπερ κηρὸς ἐξ ἀγάπης τηκόμενος, ὁδήγησον οὖν καὶ ἡμᾶς πρὸς αὐτὸν πλανωμένους Ἀρσένιε.
Νεάζοντα διετήρεις, Ὅσιε, θεῖον ἔρωτα ἐν ὅλῳ τῷ βίῳ, ὅθεν ἡμῶν τὰς ψυγείσας καρδίας ἐκ προσβολῶν τοῦ ἀλάστορος πύρωσον, καὶ δεῖξον πάντας κοινωνοὺς τῆς σῆς δόξης Ἀρσένιε πάντιμε.
Θεοτοκίον.
Τῶν δούλων σου τὰς φωνὰς ἐπάκουσον, ὡς ταχὺ Γοργοϋπήκοε κόρη, καὶ σοῦ Υἱοῦ καὶ Δεσπότου ἐξαίτει τὴν ὀξυτάτην καὶ θείαν βοήθειαν, καὶ ποῦ εἰ μὴ πρὸς σὲ ἁγνή, τὰς ἐλπίδας ἡμῶν παραθώμεθα.
Διάσωσον, ἀπὸ παντοίων κινδύνων ψυχῶν σωμάτων, τοὺς εἰλικρινῶς σοι προστρέχοντας Ὅσιε, καὶ δίδου πᾶσι δαψιλῶς, αἰτημάτων τὴν λύσιν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ὡς Χριστὸν ἀγαπήσας Ἀρσένιε, τῆς ἀγάπης ἐργάτης γεγένησαι, πᾶσι πάτερ τῶν αἰτουμένων λύσιν χορηγῶν, διὸ πρόφθσον καὶ νῦν ἡμῶν, τοὺς πειρασμοὺς τοῦ πονηροῦ ὡς ἀράχνην διάλυσον· ὅπως πανευγνωμόνως ὕμνον εὐχαριστίας ἀποδιδῶμέν σοι σοφέ, προσκυνοῦντές σου τὰ λείψανα.
Προκείμενον
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ. (δὶς)
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Ευαγγέλιον
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κέφ. στ΄ 17-23)
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἰερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ὑπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ, ἔλεγεν· «Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσιν καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις, ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἥλιε χριστόφωτε, Καππαδοκῶν θεία δόξα, ἀσκητῶν ἀγλάϊσμα, ἱερέων καύχημα, πηγὴ ἄφθονος θαυμασίων ὅσιε, τῷ Χριστῷ πρεσβεύων μὴ ἐλλείπῃς ὑπὲρ δούλων σου, τὴν ἱκεσίαν σου αἰτουμένων πάτερ Ἀρσένιε· παθῶν ψυχῶν καὶ σώματος ἱλαρῶς ἡμᾶς ἀξιώμενος· ὅπως σῶν λειψάνων τὴν θήκην προσκυνῶμεν εὐλαβῶς καὶ εὐγνωμόνως δοξάζωμεν σὲ τὸν θαυμαστώσαντα.
Ὁ Σῶσον, ὁ Θεός, τὸν λαόν σου…
Κύριε, ἐλέησον (ιβ´),
καὶ ψάλλομεν τὰς λοιπὰς ᾠδὰς τοῦ Κανόνος.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀκατάπαυστον σχών σου ἐν τῷ βίῳ τὸ εὔχεσθαι Ὅσιε, καὶ νῦν σὺν τοῖς Ἁγίοις ἑστὼς μὴ διαλείπῃς ἱκετεύειν ἀείποτε ὑπὲρ ἡμῶν τῶν πτωχῶν καὶ σὲ τιμώντων πόθῳ.
Χρῆμα ἔχων καὶ πλοῦτον τὴν ἀδάπανον χάριν τοῦ θείου Πνεύματος, ἑκάστω διεδίδως, ὡς φρόνιμος Κυρίου οἰκονόμος Ἀρσένιε, ἥν καὶ ἡμῖν δωρεὰν παράσχοις φιλανθρώπως.
Ὑψηλὰ ἔργα πράττων, σεαυτὸν ἐταπείνους πάτερ Ἀρσένιε, τὴν δόξαν τῷ Κυρίῳ διδοὺς ὡς ταπεινόφρων, ὅθεν δίδου ταπείνωσιν ἐπαιρομένοις πολλὰ ἡμῖν κατὰ Ὑψίστου.
Θεοτοκίον.
Ἀρσενίῳ ὡς ὤφθης, σῷ ὁσίῳ Παρθένε, καὶ νῦν ἐμφάνιθι ψυχαῖς τῶν σοὶ βοώντων τὸ χαῖρε τοῦ Ἀγγέλου, ἵνα νέφη τῶν θλίψεων, διαλυθῶσι Ἀγνὴ καὶ ἡ χαρὰ ἐκλάμψῃ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Παίδων μητέρας τὰς στειρευούσας, εὐχαῖς σου ὡς Ἀρσένιε πάτερ ἀποδείκνυς, οὕτω ἀκαρπούσας ψυχὰς δεῖξον ἐγκάρπους.
Ἁγίους Τόπους πανευλαβῶς προσκυνήσας, τόπον θεῖον ψυχὰς ἡμῶν ποήσαις, ταύταις θείαν χάριν Ἀρσένιε ἑδράζων.
Νοσσία ὥσπερ ὄρνις συνάττει ὦ Πάτερ, ἠκολούθησας ποίμνῃ προσφυγούση, ὅθεν τοὺς πιστούς σοι προσφεύγοντας φυλάττοις.
Θεοτοκίον.
Παρθενομῆτορ, ἡ μυστικῶς τὸν σὸν λάτριν εἰς τὸ Ὄρος τοῦ Ἄθω ἀγαγοῦσα, πάντας ἀξιώσαις ἐπουρανίου ὄρους.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἀνατολὴν φωτίσας, ἔδυς ὡς κομήτης εἰς νῆσον Κέρκυραν πάτερ Ἀρσένιε, καθαγιάζων Ἑλλάδα τῷ θείῳ σκήνει σου.
Θεράπευσον τὰ πάθη, τῇ τῶν σῶν λειψάνων ἀνεκφοιτήτῳ Ἀρσένιε χάριτι, πάντων τῶν πίστει τιμώντων τὴν θείαν μνήμην σου.
Ὁμοῦ σὺν Παϊσίῳ τῷ ἐκμιμητῇ σου, Χριστὸν ἱκέτευε πάτερ Ἀρσένιε, ὅπως ὑμῶν ὁδηγίαις, τοῦτον δοξάσωμεν.
Σὺ ἄνω σὺν Ἁγίοις, πάτερ ἐπαγάλλῃ, ἡμεῖς δὲ κάτω εἰς γῆν ἐξαιτούμεθα, τῶν πρεσβειῶν σου τὴν χάριν, πάτερ Ἀρσένιε.
Θεοτοκίον.
Ἀξίωσον Παρθένε, σὺν τῷ Ἀρσενίῳ τῷ Καππαδόκῃ, τῆς θείας συστάσεως, τοὺς ἀνυμνοῦντας ἀπαύστως τὰ μεγαλεῖά σου.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Καππαδόκα θαυματουργέ, παλαιῶν Πατέρων κατὰ πάντα ὁ μιμητής, χαῖρε καὶ προσδέχου αἰτήσεις τῶν ἐκ πόθου, Ἀρσένιε, τιμώντων σὰ θεῖα λείψανα.
Ὅπου ἡ σὴ μνήμη πανευλαβῶς ἄγεται τρισμάκαρ, δὸς τὴν χάριν σου ἐμφανῶς, πάθη ἀφανίζων, Ἀρσένιε, σωμάτων, καὶ τὴν Χριστοῦ εἰρήνην ψυχαῖς δωρούμενος.
Ἐσχηκὼς διάδοχον ἀρετῶν, ὅν ὡς βρέφος Πάτερ ἀνεγέννησας ἐν Χριστῷ, τοῦτον καὶ συμπρέσβυν παράλαβε παμμάκαρ, τὸ μέγα κλέος Ἄθω, θεῖον Παΐσιον.
Τοῦτον τὸν πανίερον καὶ σεπτὸν οἶκον δεῖξον, Πάτερ, κολυμβήθραν τοῦ Σιλωάμ, νόσους τε παντοίας ἰώμενον καὶ πάθη, ὡς σῶν λειψάνων μέρος, ἔχοντα Ὅσιε.
Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, ἀποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Βίον ἔνθεον, καλῶς ἀνύσας, σκεῦος τίμιον τοῦ Παρακλήτου, ἀνεδείχθης θεοφόρε Ἀρσένιε, καὶ τῶν θαυμάτων τὴν χάριν δεξάμενος, πᾶσι παρέχεις ταχεῖαν βοήθειαν, Πάτερ Ὅσιε Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάθεσι βαρούμενοι πολλοῖς, σὲ παρακαλοῦμεν θεόφρον πάτερ Ἀρσένιε, ἴασαι νοσήματα καὶ ἄλγη σώματος, τῆς ψυχῆς δὲ θεράπευσον ἀσθένειαν πᾶσαν, καὶ γονεῖς ἀνάδειξον τοὺς τοῦτο θέλοντας· σὲ γὰρ ὁ Δεσπότης τῷ κόσμῳ μέγαν ἐχαρίσατο πρέσβυν καὶ θαυματουργίαις σε ἐτίμησε.