Παρακλητικός Κανών εις τον Όσιο Δανιήλ ο εκ Ζαγοράς Πηλίου
Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας
†Εορτάζεται στις 19 Αυγούστου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Φιλοκαλίας ἐραστὴν εὐσχημόνως, καὶ παραδόσεων πατρῴων πυξίον, ἀσκήσεως καλλώπισμα λαμπρὸν Δανιήλ· ἔνθεον διδάσκαλον Ἀρσενίου ὁσίου, νήσους ἁγιάσαντα, τῶν Κυκλάδων ἀρτίως, ὡς Ζαγορᾶς θειότατον βλαστόν, καὶ θεῖον πρέσβυν, πιστῶν εὐφημήσωμεν.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Δανιήλ, εὐσεβείας κέρας, εὐλόγει με. Χ.Μ.Μ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Δυνάμει δεήσεων Δανιήλ, τῶν σῶν ἀσιγήτων, πρὸς τὸν Ὕψιστον ἀσκητά, θεράπευσον πάσας ἀσθενείας, σαρκὸς ἡμῶν σε τιμώντων καὶ πνεύματος.
Ἀσκήσας ὡς Ἄγγελος Δανιήλ, διώξεις ὑπέστης, δι’ εὐσέβειαν ἐν καιροῖς, ἐσχάτοις ὁ χάριν οὐρανόθεν, εὑρὼν πιστοὺς περισκέπειν ἀείποτε.
Νικήτορας δεῖξον κατὰ παθῶν, τοὺς σὲ ἀνυμνοῦντας, πνευματέμφορε Δανιήλ, τὸν πλάνον νικήσαντα ἀσκήσει, καὶ ἀγωγῇ ἀμωμήτῳ, πανόσιε.
Θεοτοκίον.
Ἱλέωσαι Κύριον καὶ Θεόν, ἡμῖν Θεοτόκε, καταφεύγουσιν ἐν δεινοῖς, σῇ χάριτι Κεχαριτωμένη, Χριστιανῶν καταφύγιον Δέσποινα.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἡλιόφωτε Πάτερ, τῆς Ζαγορᾶς, αὔγασμα, Δανιὴλ τοῦ Ἄθωνος φέγγος, φωτολαμπέστατον, ζόφον ἡμῶν τῶν παθῶν, καὶ λογισμῶν τῶν ἀτάκτων, ἀστραπαῖς διάλυσον, σῶν παρακλήσεων.
Λυπηρῶν τὴν ὁμίχλην, καὶ συμφορῶν τάραχον, Δανιὴλ ἀπέλασον τάχος, θείαις πρεσβείαις σου, πρὸς τὸν Σωτῆρα Χριστόν, Αὐτοῦ ἐν τῷ Θαβωρίῳ, Ἀποστόλοις δείξαντα, δόξαν τὴν ἄῤῥητον.
Ἐκδυσώπει ἀπαύστως, τὸν Λυτρωτὴν Ὅσιε, δοῦναι Δανιὴλ σοῖς ἱκέταις, ἄμφω ὑγίειαν, θεοειδὲς ἀσκητά, τοῦ Ἀρσενίου ἀλεῖπτα, ἐν τῇ Πάρῳ λάμψαντος, ἄρτι τοῖς θαύμασι.
Θεοτοκίον.
Ὑμνηπόλων σου φύλαξ, Μῆτερ Θεοῦ ἄχραντε, Κεχαριτωμένη Παρθένε, θείαις ἐντεύξεσι, τοῦ θεαυγοῦς Δανιήλ, ῥῦσαι ἡμᾶς ἐπωδύνων, λυπηρῶν καὶ θλίψεων, σὲ μεγαλύνοντας.
Διάσωσον, ἐκ τῶν παγίδων τοῦ ὄφεως σοὺς ἱκέτας, πνευματέμφορε Δανιὴλ αὐτοῦ ὁ τὰ ἔνεδρα, πατήσας ἀσκήσει, εὐχῇ καὶ νήψει.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Εὐχῆς νοερᾶς καὶ νήψεως ἀκρώρεια, σοφίας Θεοῦ παλάτιον ἱκέτευε, Δανιὴλ πανθαύμαστε, τὸν εὐΐλατον Κτίστην καὶ Κύριον, δοῦναι ἡμῖν τιμῶσί σε λαμπρῶς, ἰσχὺν ἄμφω, Ὅσιε, καὶ δύναμιν.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Σῶσον πάντας ἐκ θλίψεων, Δανιὴλ τοὺς σπεύδοντας τῇ σῇ χάριτι, καὶ ὑμνοῦντας κατορθώματα, σοῦ τὰ ὑπὲρ λόγον τε καὶ ἔννοιαν.
Ἐπευλόγει ἱκέτας σου, Δανιὴλ ἐν Πάρῳ θεόφρον Ὅσιε, Φολεγάνδρῳ προσπιπτούσῃ σε, καὶ Σικίνῳ πάντοτε ἰσάγγελε.
Βοηθὸς ἴσθι τάχιστος, Δανιὴλ τοῖς πίστει ἀνευφημοῦσί σε, Ἀρσενίου ὡς διδάσκαλον, ἀπλανῆ Ὁσίου τοῦ παμμάκαρος.
Θεοτοκίον.
Ἐν τοῦ βίου στενώσεσι, πίστει καταφεύγομεν τῇ σῇ χάριτι, Θεοτόκε ἀειπάρθενε, Κεχαριτωμένη παμμακάριστε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἵλεων ἡμῖν, Δανιὴλ Χριστὸν ἀπέργασαι, τοῖς τιμῶσί σε ὡς μέγαν τηρητήν, παραδόσεων πατρῴων πάτερ Ὅσιε.
Αἴρων τὸν ζυγόν, τῶν διώξεων κατέλιπες, Ὄρος Ἄθωνος ταχέως Δανιήλ, ἀρωγὲ ἡμῶν ἐν βίου ταῖς στενώσεσι.
Σκέδασον ἡμῶν, Δανιὴλ ἀχλὺν τῶν θλίψεων, καὶ πρὸς φέγγος καθοδήγησον χαρᾶς, τοὺς ἐκθύμως σε τιμῶντας ἐνθεώτατε.
Θεοτοκίον.
Κόπασον ἡμῶν, τῶν παθῶν Παρθένε τάραχον, ἱκεσίαις σου θερμαῖς πρὸς σὸν Υἱόν, Θεοῦ Λόγον τὸν φιλάνθρωπον καὶ εὔσπλαγχνον.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Εὐκλείας με, οὐρανῶν ἀξίωσον, Δανιὴλ τὸν ἀκλινῶς σε ὑμνοῦντα, ὡς Ζαγορᾶς εὐθαλέστατον γόνον, Ἁγίου Ὄρους στρουθίον φιλέρημον, καὶ Φολεγάνδρου οἰκιστήν, Ἀρσενίου ὁσίου διδάσκαλε.
Ῥωννύμεθα, πάντες ἱκεσίαις σου, Δανιὴλ πρὸς τὸν Θεοῦ Θεὸν Λόγον, τὸν διὰ σοῦ χριστωνύμων χορείαις, πάσαις δωρούμενον ἄμετρον ἔλεος, πνευματοφόρε ἀσκητά, φιλοκάλων Πατέρων ὑπόδειγμα.
Ἀξίωσον, Δανιὴλ ἱκέτας σου, ἀπολαῦσαι χαρμονῆς οὐρανίου, τοὺς σὲ τιμῶντας ἀλείπτην ὡς θεῖον, τοῦ νεαυγοῦς Ἀρσενίου πρὸς θέωσιν, καὶ ἐν τοῦ Δάσους τῇ Μονῇ, προσκυνοῦντας τὴν πάνσεπτον κάραν σου.
Θεοτοκίον.
Στενώσεων ἀλγεινῶν καὶ θλίψεων, ἀπολύτρωσαι τοὺς σὲ μελῳδοῦντας, Θεογεννῆτορ εἰς πάντας αἰῶνας, τοῦ Δανιὴλ ἱεραῖς παρακλήσεσι, καὶ ῥῦσαι πάντας συμφορῶν, ἀναγκῶν καὶ δεινῶν περιστάσεων.
Διάσωσον, ἐκ τῶν παγίδων τοῦ ὄφεως σοὺς ἱκέτας, πνευματέμφορε Δανιὴλ αὐτοῦ ὁ τὰ ἔνεδρα, πατήσας ἀσκήσει, εὐχῇ καὶ νήψει.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τῆς ταπεινώσεως ἔμψυχον σκήνωμα, καὶ προσευχῆς νοερᾶς ἐργαστήριον, ἐκ Ζαγορᾶς ἀσκητὴν τὸν ὁρμώμενον, πανευλαβῶς Δανιὴλ εὐφημήσωμεν, ὡς ἐν δεινοῖς εὐσεβῶν ἀντιλήπτορα.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. στ΄ 17-21).
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος πολὺς μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ, καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτός, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ, ἔλεγεν· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος β΄. Ὅλην άποθέμενοι.
Ὅσιε πανθαύμαστε, τῆς ταπεινώσεως στῦλε, Δανιὴλ ἐκβλάστημα, Ζαγορᾶς θειότατον, Ὄρους Ἄθωνος, ἀσκητὰ πάνσοφε, θεῖε ὑφηγῆτορ, Ἀρσενίου τοῦ παμμάκαρος, πρὸς ὁλοκλήρωσιν, ἀρετῆς ἐν Πάρῳ ἀσκήσαντος, καὶ σκήνωμα περίβλεπτον, ἀγωγῆς ἀμέμπτου ἱκέτευε, τὸν Θεὸν τῶν ὅλων, ὑψόθεν καταπέμψαι ὑετόν, ἡμῖν τοῖς σὲ μεγαλύνουσι, δαψιλῶς τῆς Χάριτος.
Σῶσον, ὁ Θεὸς τὸν λαόν σου….
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Εὐσυμπάθητε πάτερ, Δανιὴλ Φολεγάνδρου, οἰκῆτορ ἔνθεε, Σικίνου ἀντιλῆπτορ, καὶ Πάρου θεῖε φύλαξ, ἐκτενῶς καθικέτευε, σὺν Ἀρσενίῳ Χριστόν, ὑπὲρ τῶν ὑμνητῶν σου.
Ὑπερεύχου τῶν πίστει, Δανιὴλ εὐφημούντων, τὰ σὰ παλαίσματα, καὶ κόπους καὶ διώξεις, πρὸς τήρησιν πατρῴων, παραδόσεων Ὅσιε, ἄκμον στεῤῥὲ τοῦ χοροῦ, Πατέρων Κολλυβάδων.
Λαμπηδὼν ἀπαθείας, ταπεινώσεως φάρε, φωστὴρ συνέσεως, καὶ προσευχῆς ἀόκνου, νεόφωτε λυχνία, Δανιὴλ ἀποδίωξον, χαμαιζηλίας παθῶν, ἡμῶν τὴν σκοτομήνην.
Θεοτοκίον.
Οὐρανῶν ὑπερτέρα, ὑπερόπτας προσύλων, ἡμᾶς ἀνάδειξον, τοὺς μεγαλύνοντάς σε, Κυρία Θεοτόκε, παρθενίας ὡς σκήνωμα, καὶ θρόνον πυριφλεγῆ, τοῦ πάντων Βασιλέως.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γῆθεν ὁδήγει, πρὸς οὐρανίους σκηνώσεις, Δανιὴλ σοὺς πιστοὺς ὑμνηπόλους, ἔνθεε ἀλεῖπτα, ὁσίου Ἀρσενίου.
Ἔμπλησον θάῤῥους, ἡμῶν καρδίας θεόφρον, Δανιὴλ πάγας πλάνου πατῆσαι, πτερνιστοῦ ἀρχαίου, τοῦ γένους τῶν ἀνθρώπων.
Ἱκετηρίας, ἡμῶν προσδέχου τρισμάκαρ, Δανιὴλ ὡς θυμίαμα θεῖον, τῶν τιμώντων μνήμην, τὴν ἀεισέβαστόν σου.
Θεοτοκίον.
Μῆτερ ἁγία, Θεογεννῆτορ πολίτην, οὐρανῶν τὸν οἰκέτην σου δεῖξον, Κεχαριτωμένη, τὸν σὲ ὑμνολογοῦντα.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Εὐλόγει οὐρανόθεν, καὶ συντήρει πάντας, τοὺς εὐσεβεῖς Δανιὴλ ἀξιάγαστε, ἀεὶ ἀπήμονας πλάνου ἐχθίστου μήνιδος.
Χαρίτωσον τοὺς πίστει, Δανιὴλ οἰκοῦντας, ἐν Ζαγορᾷ σῇ πατρίδι, καὶ στήριξον, τοὺς κλονουμένους ἐν βίῳ σαῖς παρακλήσεσι.
Μετὰ τοῦ μαθητοῦ σου, θείου Ἀρσενίου, τὸν Ἰησοῦν Δανιὴλ καθικέτευε, ὑπὲρ ἡμῶν εὐφημούντων τὰ σὰ παλαίσματα.
Θεοτοκίον.
Μὴ παύσῃ δυσωποῦσα, σὸν Υἱὸν Παρθένε, μόνον εὐΐλατον Κτίστην καὶ Κύριον, ὑπὲρ τῶν πίστει καὶ πόθῳ μακαριζόντων σε.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Xαίροις, Πάτερ ὅσιε Δανιήλ, Ζαγορᾶς εὐάνδρου, θεῖον βλάστημα καὶ σεπτόν, εὐσεβείας γέρας, ὑπὲρ αὐτῆς προθύμως, ὁ ἐν ἐσχάτοις χρόνοις, ἀγωνισάμενος.
Χαίροις, ταπεινώσεως ὁ κανών, ὕψος ἀπαθείας, Πάτερ ὅσιε Δανιήλ· χαίροις Ἀρσενίου, διδάσκαλος Ὁσίου, ἐν Πάρῳ θαυμασίοις, ἄρτι ἐκλάμψαντος.
Χαίροις, ἐνδιαίτημα προσευχῆς, ὁ ὑπερμαχήσας παραδόσεων Δανιήλ, τῶν πατρῴων ἄχρι, διώξεων ἀρτίως, Ἀθωνιτῶν Πατέρων τίμιον σέμνωμα.
Σκέπε καὶ ἁγίαζε Ζαγοράν, ἐν Πηλίῳ κώμην τὴν πατρῴαν σου Δανιήλ, καὶ τὴν νῆσον Πάρον, κατέχουσαν ὡς ὄλβον, πολύτιμον σὴν κάραν, τὴν χαριτόβρυτον.
Χαίροις, ὁ θεόπνευστος ἀσκητής, Πάρου Φολεγάνδρου καὶ Σικίνου Πάτερ σεπτέ, Δανιὴλ ἀλεῖπτα, ὁσίου Ἀρσενίου, πρὸς θέωσιν Σεμνείου, Δάσους οἰκήτορος.
Τήρει τοὺς ἱκέτας σου Δανιήλ, τῆς φιλοκαλίας, ἐνθεώτατε ζηλωτά, ἀσινεῖς μανίας, τοῦ πτερνιστοῦ τοῦ γένους, μερόπων Ἀρσενίου, θείου διδάσκαλε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄.Ὅτε ἐκ του ξύλου.
Κέρας Κολλυβάδων Δανιήλ, ἀσκητῶν καὶ νόμων πατρῴων, ἐν δυσχειμέροις καιροῖς, τηρητὰ πανόσιε, βλαστὲ θειότατε, Ζαγορᾶς καὶ ὑάκινθε, Χριστοῦ Ἐκκλησίας, εὔοσμε καθήδυνον, ἡμᾶς πρεσβείαις σου, θείαις πρὸς τὸν Κύριον πάντων, Ἰησοῦν παρέχοντα πᾶσι, πλῆθος οἰκτιρμῶν καὶ μέγα ἔλεος.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.