Δύο Παρακλητικοί Κανόνες εις τον Όσιο Διονύσιο τον εν Ολύμπω
Παρακλητικός Κανών εις τον Όσιον και Θεοφόρον Πατέρα ημών Διονύσιον τον εν Ολύμπω τον Θαυματουργό
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας
†Εορτάζει στις 23 Ιανουαρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ παρόντα τροπάρια·
Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὠς τῶν θαυμάτων κεκτημένος τὴν χάριν, πάσης ἀπάλλαξον ἀνάγκης καὶ βλάβης, τους πίστει προσιόντας τῆ πρεσβεῖα σου· πάτερ Διονύσιε, των Ὁσίων λαμπρότης, ἄφεσιν αἰτούμενος, καί παθῶν θεραπείαν, καὶ πειρασμῶν δεινῶν ἀπαλλαγήν, τοῖς σὲ προστάτην, θερμόν ἐπιγράφουσι.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Διονύσιε ἰσχύν μοι δίδου. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Δοχεῖον τοῦ Πνεύματος ἐκλεκτόν, δέχου τὰς δεήσεις, Διονύσιε ἰερέ, των πίστει καὶ πόθω προσιόντων, τῇ πρός Χριστὸν ἱκεσίᾳ σου πάντοτε.
Ἰάσεις πηγάζων παντοδαπάς, ψυχῶν καὶ σωμάτων, θεραπεύεις πάθη δεινά, διὸ με κατ’ ἄμφω ἀσθενοῦντα, θαυματουργέ Διονύσιε ἴασαι.
Ὀδύνης ἀπάλλαξον ψυχικής, τοὺς τῇ σῇ πρεσβείᾳ, καταφεύγοντας εὐλαβῶς, καὶ σώματος ἴασαι τὴν νόσον, τῶν σε τιμώντων σοφέ Διονύσιε.
Θεοτοκίον.
Νοός μου τὸ σκότος τὸ χαλεπόν, διάλυσον Κόρη, τῶ φωτί σου τῶ νοερῶ, καὶ δίδου μετάνοιαν γνησίαν, τῷ ταπεινῷ σου ἱκέτη Πανάμωμε.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὑπερήφανον ὄφιν, τὸν καθ’ ἠμῶν πάντοτε, δόλους και παγίδας ὑπούλως, μηχανευόμενον, σύντριψον Ἄγιε, καὶ πρὸς ὁδὸν σωτηρίας, πάτερ Διονύσιε, ἡμᾶς κατεύθυνον.
Σὲ προστάτην καὶ ρύστην, καὶ ἀρωγόν ἔχοντες, πάσης συμφορᾶς καὶ ἀνάγκης, θᾶττον ρὐσθείημεν, αὐτὴ ἠ Μάνδρα σου, καὶ οί θερμῶς σε τιμῶντες, πάτερ Διονύσιε, ταῖς ἱκεσίαις σου.
Ἰατήρ παθημάτων, πολυειδῶν πέφηνας· ὄθεν τοὺς προστρέχοντας Πάτερ, τῇ ἀντιλήψει σου, ῤὔου ἐκάστοτε, νόσων καὶ πάσης ἀνάγκης, καὶ ποικίλων θλίψεων καὶ περιστάσεων.
Θεοτοκίον.
Ἐξ άχράντου γαστρός σου, σωματωθείς γέγονεν, ἄνθρωπος δι’ ἔλεος μέγα, ὀ Ὑπερούσιος, σώζων Πανύμνητε, τοὺς ἀληθῆ Θεοτόκον, πίστει σε δοξάζοντας, καὶ μεγαλύνοντας.
Διάσωσον, θαυματουργέ Διονύσιε θεοφόρε, πάσης βλάβης καὶ πειρασμῶν ταῖς πρεσβείαις σου, τοὺς ἀδιστάκτῳ καρδία σοι προσιόντας.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτης θερμός, καὶ μέγα καταφύγιον, ὐπάρχεις ἠμῶν, παμμάκαρ Διονύσιε, διὸ πιστῶς βοῶμέν σοι απὸ πάσης ἀνάγκης ἄπάλλαττε, τὴν εὐαγή καὶ σεπτήν σου Μονήν, καὶ πάντας τοὺς σπεύδοντας τῆ σκέπη σου.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἰλασμόν ἠμῖν αἴτησαι, καὶ πλημμελημάτων τὴν ἀπολύτρωσιν, Διονύσιε μακάριε, οἶα κηδεμῶν ἠμῶν καὶ ἔφορος.
Συντριβέντα τοῖς πάθεσι, ἰασαί με Πάτερ ὠς συμπαθέστατος, καὶ τον νοῦν μου τάχος λύτρωσαι, ἐξ αἰχμαλωσίας τῆς τοῦ χείρονος.
Χαλεπῶν περιστάσεων, καὶ δυσχερειῶν σοφέ Διονύσιε, ἀνωτέρους διαφύλαττε, τοὺς τῇ σῇ πρεσβείᾳ καταφεύγοντας.
Θεοτοκίον.
Ὑπερύμνητε Δέσποινα, την κεκακωμένην ψυχήν μου πάθεσι, θεραπείας καταξίωσον, οἶα τοῦ Χριστοῦ Μήτηρ φιλάγαθος.
ᾨδὴ ε΄. Φώτισον ὑμᾶς.
Νέκρωσον σοφέ, τοῦ ἐχθροῦ πᾶσαν ἐπήρειαν, καὶ ἀτάραχον καὶ ἤρεμον ἠμῶν, Διονύσιε τον βίον διατήρησον.
Μέγας ἀρωγός, τῆς Μονής σου πέλων Ὄσιε, ἐκ μεγάλων συμφορῶν ῤύου αὐτήν, τῇ θερμή σου, προστασία καταφεύγουσαν.
Ὅρμον γαληνόν, τὴν πρεσβείαν σου οί Πίερες, κεκτημένοι Διονύσιε σοφέ, χαλεπῶν τρικυμιών τοῦ βίου ῤύονται.
Θεοτοκίον.
Ἴδε συμπαθῶς, τῆς ψυχής μου τὴν ἀσθένειαν, καὶ θεράπευσον τὸ ἄλγος μου Ἀγνή, καὶ τὸ σκότος τοῦ νοός μου ἐξαφάνισον.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Δυνάμει, τῶν πρεσβειῶν σου παμμάκαρ, πᾶσα νόσος καὶ ἀνάγκη καὶ λύμη, ῶ Διονύσιε οἴχεται τάχος, καὶ Πιερία κηρύττει τὴν χάριν σου, καὶ χαριστήριον ᾠδήν, εὐγνωμόνως προσάδει σοι Ἄγιε.
Ἰδού σοι, ἡ σῇ Μονῇ καταφεύγει, καὶ προσπίπτει καὶ βοᾶ ἐκ καρδίας, μὴ διαλίπης ἀεὶ προστατεύειν, ὠς ποιμενάρχης ἠμῶν συμπαθέστατος, ταύτης τὴς Μάνδρας σου σοφέ, Διονύσιε πάτερ δεόμεθα.
Δεινῶν με, ἐπιφορών ῥῦσαι Πάτερ, τὸν πρός σε απὸ ψυχῆς ἀφορῶντα, καὶ τοὺς πιστῶς τῇ ἀγία Μονῇ σου, ἀπανταχόθεν προστρέχοντες πάντοτε, ἀπάλλαττε παντός κακοῦ, Διονύσιε πάτερ δεόμεθα.
Θεοτοκίον.
Ὁ πάντων, Δημιουργός καὶ Δεσπότης, σαρκωθείς ἐκ τῶν ἀγνῶν σου αἰμάτων, σὲ προστασίαν ἀνέδειξεν κόσμου, καὶ πεπτωκότων ἀνόρθωσιν Δέσποινα, διὸ ἀνόρθωσον κἀμέ, πεπτωκότα βυθῶ παραπτώσεων.
Διάσωσον, θαυματουργέ Διονύσιε θεοφόρε, πάσης βλάβης καὶ πειρασμῶν ταῖς πρεσβείαις σου, τοὺς ἀδιστάκτῳ καρδία σοι προσιόντας.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν, τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἤχος β΄. Τοῖς τῶν αἰμάτων σου.
Ὠς τῶν Ὁσίων τῶν πάλαι ὀμότροπος, καὶ κοινωνός τῆς εὐκλείας καὶ σύσκηνος, σὺν αὐτοῖς καθικέτευε Ὅσιε, ἠμῖν διδόναι πταισμάτων συγχώρησιν, καὶ λύσιν παθῶν Διονύσιε.
Καὶ εὐθὺς τὸ Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχος. Μακάριος ἀνήρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Ματθαίου
(Κεφ. ια΄. 27.30)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.
Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Αἴγλη θείου Πνεύματος, καταλαμπόμενος Πάτερ, λῦσον τῶν παθῶν ἠμῶν, τὴν δεινὴν σκοτόμαιναν Διονύσιε, καὶ πρὸς φῶς ἴθυνον, θείων ἐνταλμάτων, φωτοφόροις ἰκεσίαις σου, τοὺς καταφευγόντας, τῇ σῇ προστασία ἐκάστοτε, δυσχερειῶν καὶ θλίψεων, καὶ ἀσθενειῶν καὶ κακώσεων, ἠμας ἀπαλλάττων, καὶ πᾶσης τοῦ ἐχθροῦ ἐπιβουλής, τοὺς σὲ προστάτην καὶ ἔφορον, ἐκ Θεοῦ πλουτήσαντας.
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὑπέρ πάντων δυσῶπει, Διονύσιε πάτερ τῶν εὐφημοῦντών σε, καὶ πίστει προσκυνούντων, τὰ θεία λείψανά σου, καὶ βοῶντων ἐκάστοτε· ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.
Γεωργήσας τοῖς πόνοις, ἀπαθείας τὴν χάριν τὴν πολύῦμνητον, παθῶν ἐξ ἀκαθάρτων, ἐκκάθαρον τοῖς ρείθροις, Διονύσιε ὅσιε, τῶν σῶν σεπτῶν πρεσβειῶν, τοὺς σὲ ὐμνολογοῦντας.
Ἐν τῇ σῇ προστασία, ἠ ἁγία Μονή σου καυχάται Ὄσιε, καὶ πάσα Πιερία, θερμῶς σοι καταφεύγει, καὶ βοᾶ μετὰ πίστεως· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.
Θεοτοκίον.
Ρῶσιν δίδου μοι Κόρη, καὶ παθῶν πολυτρόπων τὴν ἀπολύτρωσιν, πρός σε γὰρ καταφεύγω, ὐμνῶν σε Θεοτόκε, καὶ βοῶ ἀγαλλόμενος· χαῖρε Παρθένε ἁγνή, βροτῶν ή σωτηρία.
ᾨδὴ η΄ . Τόν Βασιλέα,
Ἀῤῥωστημάτων, σβέσον τὴν ἄσπετον φλόγα, Διονύσιε τῶν πίστει ἐκζητούντων, τὴν σὴν θερμοτάτην, ἐν πᾶσι προστασίαν.
Σθένος παράσχου, τῇ ταλαιπῶρῳ ψυχή μου, Διονύσιε ὠς ἂν ὐπερνικήση, τὰς ἐπερχομένας, ἐν βίῳ δυσχερείας.
Ἰασιν δίδου, καὶ τὴν κατ’ ἄμφω ὐγιείαν, Διονύσιε τοῖς πίστει προσιοῦσι, τοῖς θαυματοβρύτοις, καὶ θείοις σου λειψάνοις.
Θεοτοκίον.
Μήτερ Κυρίου, καὶ Ἀειπάρθενε κόρη, πόῤῥω δίωξον ἐκ τὴς ἐμής καρδίας, τὰς τοῦ βροτοκτόνου, ἐπίβουλάς καὶ δόλους.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὀλύμπου ὁ προστάτης, καὶ τὴς Πιερίας, ὀ φωτοφόρος ἀστήρ Διονύσιε, τὰς ἰκεσίας προσδέχου ἠμῶν ἐκάστοτε.
Ὑφέρποντα ὐπούλως, κατ’ ἐμοῦ τον ὄφιν, τῇ δεδομένῃ σοι χάριτι σύντριψον, ὠ Διονύσιε πάτερ ἴνα γεραίρω σε.
‘Υψίστου ὠς θεράπων, πρέσβευε ἀπαύστως, ὐπὲρ ἡμῶν ἱερέ Διονύσιε, ἴνα ῥυῶμεθα πάσης ἐναντιότητος.
Θεοτοκίον.
Ὑμνοῦμεν σου τὸ μέγα, μυστήριον Κόρη, ὄτι Θεὸν ἀποῤῥήτως γεγέννηκας, καὶ μετὰ τόκον Παρθένος, ἄφθορος ἔμεινας.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα μεγαλυνάρια,
Χαῖροις Θεσσαλίας θείος βλαστός, καὶ Ὀλύμπου κλέος, Διονύσιε θαυμαστέ, χαῖροις Ἐκκλησίας φωστήρ ὀ νέος μάκαρ, ὸ πάντας καταυγάζων, θαυμάτων λάμψεσι.
Ὄλος ἐκ νεότητος τῶ Χριστῶ, πίστει ἀνετέθης, ὠς ἐμάκρυνας τῶν φθαρτῶν, καὶ τῆς ἐγκρατεῖας, ὐπήλθες τοὺς ἀγώνας, ἀτρέπτῳ διανοίᾳ, ὠ Διονύσιε.
Ἀγγελος καθάπερ επὶ τῆς γῆς, ἤνυσας θεόφρον, τὴν ζωήν σου τὴν θαυμαστήν, καὶ πολλῶν χαρίτων, θεόθεν ἠξιώθης, ἡμᾶς καταπυρσεύων, ὦ Διονύσιε.
Τὸv τῆς μετάνοιας καθηγητήν, καὶ τὸν ἐν Ὀλύμπω ποδηγέτην καὶ οἰκιστήν, τὸν θεῖον προστάτην καὶ λειτουργόν Κυρίου, Διονύσιον τὸν μέγα πάντες ὑμνήσωμεν.
Γνόφον ὑπεισῆλθες τὸν μυστικόν, ὠς ἀνήλθες Πάτερ, ἐν Ὀλύμπω πίστει θερμή, καὶ ὐπερκοσμίου, φωτός κατηξιώθης, ὡς τῶν ἀῤῥήτων μύστης, ὦ Διονύσιε.
Ὡς ἤλιος λάμψας ἐν τῷ χορῷ, τῶν Ἁγίων Πάντων, Διονύσιε ἀσκητά, πρέσβευε ἀπαύστως ὑπὲρ ἡμῶν τῶν πόθω, ἀεὶ ἀνευφημοῦντων καὶ δεόμενων σου.
Φρούρει τὴν Μονήν σου τὴν ἰεράν, απὸ πάσης βλάβης, Διονύσιε θαυμαστέ, καὶ τῶν προσιόντων, αὐτῆ μετ’ εὐλαβείας, τὰς ἱκεσίας πλήρου, ὡς συμπαθέστατος.
Ἴλεως γενοῦ μοι Πάτερ σοφέ, τῷ πολεμουμένῳ, σώματί τε καὶ τῇ ψυχῇ, δεινοῖς παντοίων νόσων καὶ πάσης ἀλγηδόνος, καὶ ῤῦσαί με γεέννης ταῖς μεσιτείαις σου.
Ὀδήγησον Πάτερ εἰς ουρανόν, τοὺς νῦν προσκυνοῦντας, τὴν Ἁγίαν σου δεξιάν, τὴν θείαν σου Κάραν, σεπτήν τε Σιαγόνα, καὶ τούτων τὰ μεγάλα ἀνακηρύττοντας.
Ὄλυμπε ὑπέρτατε τῶν βουνῶν, χαῖρε καὶ εὐφραίνου, κεκτημένος σὺ βοηθόν, ῤύστην καὶ προστάτην ἐν τοῖς πειρατηρίοις, τὸν θείον καὶ ὐπέρλαμπρον Διονύσιον.
Χαῖροις Πιερίας ὀ ἀρωγός, καὶ μεσίτης μέγας, Διονύσιε πρὸς Θεόν, χαῖροις ὸ παρέχων, ἰάσεις τοῖς νοσούσι, καὶ θαύματα πηγάζων, ἡμῖν ἐκάστοτε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ότε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς προσπίπτοντας πιστῶς, τῇ σῇ θαυμαστῇ προστασίᾳ, καὶ ἀντιλήψει σου, πάτερ Διονύσιε ἀξιοθαύμαστε, πάσης θλίψεως λῦτρωσαι, καὶ πάσης ἀνάγκης, καὶ πάσης στενώσεως, καὶ νόσου Ἄγιε, αἴτει δὲ πταισμάτων τήν λύσιν, καὶ τὴν θεϊκὴν εὐφροσύνην, τοῖς εἰλικρινῶς σε μακαρίζουσι.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Πλήρου Διονύσιε τὰς ἱκεσίας
Ἂς σοι Γεράσιμος θερμῶς ἀναφέρει.
Παρακλητικός Κανών εις τον Όσιον και Θεοφόρον Πατέρα ημών Διονύσιον ο εν Ολύμπω τον Θαυματουργό
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὸ τροπάριον·
Ἦχος δ΄ . Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Τῷ ἰατρῷ τῶν ἀλγεινῶν νῦν προσδράμωμεν, οἱ ἀσθενείαις τῆς ψυχῆς καὶ τοῦ σώματος, βεβαρημένοι κράζοντες αὐτῷ ἐκτενῶς· πάτερ Διονύσιε, τῷ Θεῷ καὶ Δεσπότῃ, ὑπὲρ ἡμῶν ἱκέτευε, ὡς Πατὴρ θεοφόρε, νόσων ῥυσθῆναι καὶ πάσης ἀπειλῆς, ταῖς σαῖς παρακλήσεσιν.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα, ὁ Κανών.
ᾨδὴ α΄ . Ἦχος πλ. δ΄ . Ὑγρὰν διοδεύσας.
Ψυχῆς καὶ τοῦ σώματος ἀλγεινοῖς, κυκλούμενος Πάτερ, τοῖς λειψάνοις σου τοῖς σεπτοῖς, προσπίπτω βοήθειαν καὶ ῥῶσιν, ἐπιζητῶν ἣν παράσχου μοι τάχιστα.
Ἐν κλίνη κατάκειμαι ἀσθενῶν, καὶ πύλας τοῦ ᾄδου, προσεπέλασα ἀθυμῶν, πάτερ Διονύσιε πρεσβείαις, ταῖς σαῖς κακῶν με παντοίων ἀπάλλαξον.
Ἰλέωσαι Πάτερ τὸν εὐμενῆ, Θεὸν καὶ Σωτῆρα, ἐλεῆσαί με καὶ δεινῆς, ἐπηρείας μάκαρ ῥύσασθαί με, τὸν προσφυγόντα πιστῶς ἐν τῇ σκέπη σου.
Θεοτοκίον.
Κλύδωνι συνέχομαι πειρασμῶν, ἀλλ’ ἡ τετοκυίᾳ, τὸν λιμένα τὸν γαληνόν, πράυνον τὸν σάλον καὶ πρὸς ὅρμον, τῆς μετανοίας Ἁγνὴ με καθόρμησον.
ᾨδὴ γ΄ . Οὐρανίας ἁψῖδος.
Προστασίαις σου Πάτερ τῶν συμφορῶν ῥῦσαί με, καὶ ἐπαπειλούσης με νόσου ἀπάλλαξον, καὶ γὰρ πανεύφημε, παρὰ Θεοῦ ἐκομίσω, δωρεὰν νοσήματα, ἰᾶσθαι πάνδεινα.
Διονύσιε πάτερ τὴν ψυχικὴν πώρωσιν, καὶ τὴν τῆς σαρκὸς ἀῤῥωστίαν μου ἐξιάσασθαι, καθικετεύω σε, τὸν ἀσθενείας τοῦ κόσμου, ὁλικῶς ποθήσαντα, Χριστὸν ἀράμενον.
Χαλεπῶς με νοσοῦντα τοῖς ψυχικοῖς πάθεσι, καὶ τῆς λοιμικῆς ἀσθενείας σῶμα τρυχόμενον, ταῖς πρὸς τὸν Κύριον, σαῖς εὐπροσδέκτοις πρεσβείαις, σῶσον Διονύσιε, ὅπως γεραίρωμεν.
Θεοτοκίον.
Ὠράθης ὡς νύμφη παρθενικοῖς κάλλεσι, Κεχαριτωμένη παρθένε Μῆτερ ἀνύμφευτε, πάσης οὖν νόσου με, νῦν ἐλευθέρωσον Κόρη, ὡς Λυτρωτὴν τέξασα, ἐκ νόσων Πάναγνε.
Διάσωσον, ἀπὸ παντοίων κινδύνων τοὺς σοὺς ἱκέτας, ὅτι πρός σε θερμῶς θεοφόρε προστρέχομεν, ὡς ῥύστην σε ἔχοντες καὶ προστάτην.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπί τὴν ἐμὴν χαλεπήν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄ . Πρεσβεία θερμή.
Πρεσβείαν τὴν σὴν ὡς ὅπλον ἀπροσμάχητον, πλουτοῦντες ἀεὶ οἱ πίστει καταφεύγοντες, ἐκτενῶς βοῶμέν σοι· πάτερ Διονύσιε πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσον ἡμᾶς, ταῖς θείαις πρὸς Κύριον πρεσβείαις σου.
ᾨδὴ δ΄ . Εἰσακήκοα Κύριε.
Τῶν παθών μου τὸ ἄστατον, καὶ δεινῶν κλυδώνιον ἐκταράττει με, ἀλλὰ σὺ Πάτερ πρεσβείαις σου, εὐπροσδέκτοις τοῦτο καταπράυνον.
Ἀπολαύοντες πάντοτε, τῆς σῆς βοηθείας ὧ Διονύσιε, εὐχαρίστως εὐφημοῦμέν σε, οἱ τῷ σῶ τεμένει καταφεύγοντες.
Ἐν ὀδύνη καρδίας μου, τὸν ἐμὸν προστάτην σε τὸν θερμότατον, δυσωπῶ μὴ καταλίπῃς με, ἐχθροῦ ἐπηρείαις ἀπολλύμενον.
Θεοτοκίον.
Ταῖς πρεσβείαις σου Δέσποινα, τῶν ἀλλεπαλλήλων δεινῶν με λύτρωσαι, καὶ ποιεῖν με τὰ προστάγματα, τοῦ Υἱοῦ σου Κόρη ἐνδυνάμωσον.
ᾨδὴ ε΄ . Φώτισον ἡμᾶς.
Ἔμπλησον ἡμῶν, τὰς καρδίας τοῦ ἐλέους σου, Τριὰς Ἁγία σου θεράποντος, Διονυσίου εὐπροσδέκτοις δεήσεσιν.
Λύτρωσαι ἡμᾶς, σαῖς πρεσβείαις Διονύσιε, τῶν τῆς ψυχῆς ὁμοῦ καὶ σώματος, ἀῤῥωστημάτων ὅπως εὐφημῶμεν σε.
Ἴασαι ψυχῶν, καὶ σωμάτων τὴν ἀσθένειαν, Ὅσιε πάτερ Διονύσιε, τῶν νῦν προσκυνούντων, τὴν σωρόν τὴν τῶν λειψάνων σου.
Θεοτοκίον.
Λῦσον τὰς σειράς, τῶν πταισμάτων μου θεόνυμφε, σὺ γὰρ Χριστὸν ἡμῖν ἐκύησας, τὸν Λυτρωτήν τοῦ κόσμου καὶ Κύριον.
ᾨδὴ στ΄ . Τὴν δέησιν.
Θανάτου, φθοροποιοῦ ἀπάλλαξον, λοιμικοῦ ὧ Διονύσιε πάτερ, τοὺς τῇ σωρῷ, σῶν λειψάνων ἐν πίστει, νῦν προσφοιτῶντας καὶ ῥῦσαι πρεσβείαις σου, ἐκ πάσης νόσου χαλεπῆς, καὶ δεινῶν δυσχερῶν περιστάσεων.
Ὡς ὅπλον, τῆς σωτηρίας ἔχοντες, Διονύσιε σεπτήν σου πρεσβείαν, ἐν πειρασμοῖς, ἐκλυτρούμεθα τάχει, τὸν Λυτρωτὴν καὶ Σωτῆρα δοξάζοντες, τὸν σοὶ τὴν χάριν δαψιλώς, παρασχόντα διώκειν νοσήματα.
Συνεῖναί σοι, τὸν πολλὰ σὲ ποθοῦντα, πολυπόθητε εὐδόκησον Πάτερ, σὲ δυσωπῶ, τὸν θερμόν μοι προστάτην, καὶ πίστει κράζω σοι ὧ Διονύσιε· γεννήθητι μοι βοηθός, καὶ παντοίας ἀνάγκης με λύτρωσαι.
Θεοτοκίον.
Ἐν κλίνη, τῆς ῥαθυμίας πάντοτε, κατακείμενος πανύμνητε Κόρη, ἀντιβολῶ, ἀπ’ ἐμοῦ τὴν σεπτήν σου, μὴ αντανέλῃς ἀντίληψιν Ἄχραντε, ἀλλ’ οἴκτειρόν με συμπαθώς, καὶ δεινῶν νοσημάτων ἀπάλλαξον.
Διάσωσον, ἀπὸ παντοίων κινδύνων τοὺς σοὺς ἱκέτας, ὅτι πρός σε θερμῶς θεοφόρε προστρέχομεν, ὡς ῥύστην σε ἔχοντες καὶ προστάτην.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄ . Πρεσβεία θερμή.
Προστάτα θερμὲ καὶ πάντων καταφύγιον, καὶ νόσων δεινῶν ταχὺ ἀλεξητήριον, ἐκτενῶς βοῶμέν σοι· θεοφόρε Διονύσιε, πρόφθασον φάνηθι, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, σὲ γὰρ βεβαίαν ἐλπίδα κεκτήμεθα.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὑτοῦ.
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.
Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Ματθαίου
(Κεφ. ια΄. 27.30)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.
Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅλην Διονύσιε, εἰς σε τηρῶ τὴν ἐλπίδα, καὶ θερμοῖς τοῖς δάκρυσιν, ἀπό τῆς καρδίας μου ἱκετεύω σε, πρὸς Θεὸν ποίησον, ἱκεσίαν Μάκαρ, τῶν πταισμάτων λύσιν δοῦναί μοι, καὶ ἀγαλλίασιν ψυχικὴν καὶ βίου διόρθωσιν· καὶ νῦν σε πρὸς τὸν Κύριον, πρεσβευτὴν θερμότατον κέκτημαι, ἔχεις καὶ γὰρ Πάτερ, ἰσχὺν πρὸς τὸ πρεσβεύειν ἐκτενῶς, ὑπέρ τῶν πίστει τιμώντων σε, ἀξιομακάριστε.
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου…
ᾨδὴ ζ΄ . Οἱ ἐκ τῆς Ἰουδαίας.
Τῆς ἡμῶν σωτηρίας ἀρχηγὸς σὺ ὑπάρχεις Θεὲ φιλάνθρωπε, πιστῶν τῆς σωτηρίας, ἀνέδειξας μεσίτην, τὸν κλεινὸν Διονύσιον, καὶ ἰατῆρα παθών, διό σε εὐλογοῦμεν.
Θελητήν τοῦ ἐλέους σὺ ὑπάρχεις τοῖς πᾶσι Χριστέ μου εὔσπλαγχνος, ἐλέησον πρεσβείαις, σεπτοῦ Διονυσίου, τοὺς ἐν πίστει κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θησαυρὸς ἰαμάτων καὶ πηγὴ τῶν θαυμάτων ἡ θείᾳ πέφυκε, Κάρα τοῦ θεοφόρου, πατρὸς Διονυσίου, τοῖς ἐν πίστει κραυγάζουσιν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Σωμάτων ἰατῆρα καὶ ψυχῶν τὸν σωτῆρα κόσμου θεόνυμφε, Χριστὸν ἀποτεκοῦσα, διάσωσον τοὺς πίστει, τῷ Υἱῶ σου κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄ . Τὸν Βασιλέα.
Τοὺς προσιόντας, τῇ σεβασμίᾳ σου Κάρα, ἐκ παντοίων λύτρωσαι κινδύνων, νόσων τε ποικίλων, Διονύσιε πάτερ.
Τὰς ἀσθενείας, τῶν ἐν τῷ σῶ προσιόντων, νῦν τεμένει Πάτερ ἰατρεύεις, ὅθεν ἀνυμνοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.
Τῶν ἰαμάτων, θείᾳ πηγὴ ἀνεδείχθης, ἡ σορός τῶν λειψάνων σου Παμμάκαρ, πᾶσι τοῖς σε τιμῶσι, πιστῶς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Τῶν ἀλγεινῶν, τῶν σωματικῶν λύτρωσαί με, ὡς τεκοῦσα τὸν πάντων Δεσπότην, τὸν τὰς ἀσθενείας, ἀράμενον τοῦ κόσμου.
ᾨδὴ θ΄ . Κυρίως Θεοτόκον.
Λιμήν τῆς σωτηρίας, πέλει ὁ ναός σου, καταφυγὴ καὶ βεβαία ἀντίληψις, ὧ Διονύσιε πάτερ, τοῖς σοὶ προστρέχουσιν.
Χαρὰς αἰωνιζούσης, Πάτερ σὺν Ἀγγέλοις, ἐπαπολαύων νυνὶ διασκέδασον, τὴν ἀθυμίαν τῶν νόσων ἡμῶν καὶ θλίψεων.
Μεσίτην καὶ προστάτην, σὲ πρὸς τὸν Σωτῆρα, ὧ Διονύσιε μάκαρ πλουτήσαντες, τῆς λοιμικῆς ἀσθενείας ἀπολυτρούμεθα.
Θεοτοκίον.
Ἡ σκέπη σου Παρθένε, ἰατρεῖον πέλει, πνευματικὸν ἐν αὑτῷ γὰρ προστρέχοντες, τῶν ψυχικῶν νοσημάτων ἀπολυτρούμεθα.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, τὸν νέον ὁπλίτην, Διονύσιον τὸν σοφόν, τόν τῆς Πιερίας, θερμότατον προστάτην, πάντων δὲ τῶν ἐν θλίψει, ῥύστην καὶ πρόμαχον.
Κάραν σου τὴν πάντιμον ἀσκητά, τιμῶμεν ἐκ πόθου, τὴν συνθλάσασαν τοῦ ἐχθροῦ, ὀλέθριον κάραν, καὶ λύτρωσαι κινδύνων, Διονύσιε τρισμάκαρ, τῇ μεσιτείᾳ σου.
Νῦν τὸν τῆς ἀσκήσεως ἀθλητήν, μοναστῶν τὸ κλέος, Διονύσιον οἱ πιστοί, ἀξίως τιμῶμεν, λοιμοῦ γὰρ καὶ κινδύνων, λυτροῦται τοὺς ἐν πίστει, αὐτῷ προστρέχοντας.
Ὄλυμπε ὑπέρτατε τῶν βουνῶν, χαῖρε καὶ εὐφραίνου, κεκτημένος σὺ βοηθόν, ῥύστην καὶ προστάτην, ἐν τοῖς πειρατηρίοις, τὸν θεῖον καὶ ὑπέρλαμπρον Διονύσιον.
Πάντων τῶν Ὁσίων τὰς ἀρετάς, καλῶς ἀνεμάξω, Διονύσιε καὶ λαμπτήρ, μέγιστος ἐγένου, Τριάδος τῆς ἀκτίστου, τὸ φῶς ἡμῖν ἐκπέμπων, τοῖς εὐφημοῦσί σε.
Τόν τῆς μετανοίας καθηγητήν, καὶ τὸν ἐν Ὀλύμπῳ, ποδηγέτην καὶ οἰκιστήν, τὸν θεῖον προστάτην, καὶ λειτουργὸν Κυρίου, Διονύσιον τὸν μέγαν, πάντες ὑμνήσωμεν.
Χαίροις τῶν Ὁσίων ἡ καλλονή, καὶ τῶν ἐκ καρδίας, δυσωπούντων πανευσεβώς, τὰς παντοίας νόσου, ἀεὶ ἀποδιώκων, τῶν ἐπικαλουμένων σε Διονύσιε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅλην Διονύσιε εἰς σε τηρῶ τὴν ἐλπίδα, καὶ θερμοῖς τοῖς δάκρυσιν, ἀπό τῆς καρδίας μου ἱκετεύω σε, πρὸς Θεὸν ποίησον, ἱκεσίαν μάκαρ, τῶν πταισμάτων λύσιν δοῦναι μοι, καὶ ἀγαλλίασιν, ψυχικὴν καὶ βίου διόρθωσιν, καὶ νῦν σε πρός τὸν Κύριον, πρεσβευτὴν θερμότατον κέκτημαι, ἔχεις καὶ γὰρ Πάτερ, ἰσχὺν πρὸς τὸ πρεσβεύειν ἐκτενῶς, ὑπέρ τῶν πίστει τιμώντων σε, ἀξιομακάριστε.