Παρακλητικός Κανών εις τον Όσιο Ευφημιανό Κύπρου
Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας
†Εορτάζεται στις 14 Νοεμβρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὸ ἑξῆς·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Εὐφημιῶν σε καταστέφομεν πάντες, τερπνοῖς μελίσμασι θεόσοφε Πάτερ, τῆς Λύσης εὖχος πάντιμον Εὐφημιανέ, ὡς ἀζύγων ἔκτυπον καὶ χαρίτων δοχεῖον, εὔχρηστον τοῦ Πνεύματος τοῦ Ἁγίου καὶ πίστει, ἀναβῶμεν· λύτρωσαι ταχύ, τοὺς σοὺς ἱκέτας κινδύνων καὶ θλίψεων.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχὶς·
Εὐφημιανέ, Γαβριὴλ σκέπε τιμῶντά σε. Χ. Μ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἐφύμνιον δέησιν ἐκτενῶς, προσάγοντες πόθῳ, σοὶ πατέρων θεοειδῶν, λαμπὰς Εὐφημιανὲ λιτάς συ, πρὸς τὸν Δεσπότην Χριστὸν ἐκδεχόμεθα.
Ὑπέρτερος πάντων τῶν γεηρῶν, ὀφθεὶς καὶ ἀσκήσας, ὥσπερ Ἄγγελος ἀληθῶς, σεπτὲ Εὐφημιανὲ ἱκέτας, σοὺς ὑπερτέρους ῥεόντων ἀνάδειξον.
Φωτὶ τῷ ἀύλῳ καταλαμφθείς, καρδίαν σὴν θείαν, ὅλος ὤφθης φωτολαμπής· διὸ Εὐφημιανὲ σκοτίαν, ἡμῶν ἐλαύνεις εὐχαῖς συ κακότητος.
Θεοτοκίον.
Ἡγίασε μήτραν τὴν σὴν Χριστός, παρθένε Μαρία, ὁ ἀφράστως ἐκ σοῦ τεχθείς, καὶ γένος μερόπων διασώσας, ἐκ τῆς φθορᾶς τοῦ θανάτου Πανάμωμε.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Μέγα κλέισμα Λύσης, τῶν ἀσκητῶν πρόβολε, Εὐφημιανὲ σῶν προσφύγων, τάχος δεήσεσι, κλῖνον εὐήκοον οὖς, καὶ τῷ εὐσπλάγχνῳ Κυρίῳ, ὡς μεσίτης ἔνθερμος, ταύτας προσάγαγε.
Ἱλαρώτατος Πάτερ, καὶ συμπαθὲς ἅγιε Εὐφημιανέ, σοὺς ἱκέτας, λύτρωσαι κράζομεν, ἐκ τοῦ Ἀττίλα ὀρδῶν, κατακτητοῦ τοῦ βαναύσου, καὶ αὐτοῖς ἀνάτειλον, ἦμαρ ἐλεύθερον.
Ἀρετῶν ὑφηγῆτορ, καὶ προσευχῆς μέλαθρον, Εὐφημιανὲ ὁ πιάνας, ῥείθροις δακρύων σου, ἀσκητικὴν καλιάν, τὴν σὴν ὁδὸν διοδεῦσαι, ἀρετῆς ἀξίωσον, σοὶ τοὺς προστρέχοντας.
Θεοτοκίον.
Νεῦσον ταῖς ἱκεσίαις, ἡμῶν ἁγνὴ Δέσποινα, παύουσα χαμαίζηλα πάθη, καὶ ἀσθενήμτα, τὰ δυσαχθῆ τῆς σαρκός, καὶ τῆς ψυχῆς Θεοτόκε, ἰωμένη τάχιστα, Μῆτερ φιλόστοργε.
Διάσωσον, ἐξ ὁρατῶν θεοφόρε καὶ ἀοράτων, θαυμαστὲ Εὐφημιανὲ ἐχθρῶν τοὺς τιμῶντάς σε, λιτάς σου ἀόκνους ἐξαιτουμένους.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ἀζύγων φωστὴρ καὶ φίλε γνησιώτατε, Χριστοῦ τοῦ Θεοῦ σαῖς θείαις καταφεύγοντες, ἱκεσίαις κράζομεν· προσβολῶν ἡμᾶς ἀπολύτρωσαι, τοῦ μισοκάλου Εὐφημιανέ, ἐχθροῦ τοὺς πιστῶς σοι καταφεύγοντας.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Εὐφημίας ἐπώνυμε, τῆς διαμενούσης εἰς χρόνον ἅπαντα, Εὐφημιανὲ ἀπάλλαξον, ὀδυνῶν καὶ θλίψεων σοὺς πρόσφυγας.
Γαυριῶντα ἐκδίωξον, πόῤῥῳ βακτηρίᾳ εὐχῶν σου δαίμονα, τὸν βυθίσαι με εἰς βόθυνον, Εὐφημιανὲ κακίας θέλοντα.
Ἀϋπνίας ἀπάλλαξον, Εὐφημιανὲ τοὺς σπεύδοντας τῇ σῇ χάριτι, ὁ αὐτοὺς ταχὺ ἰώμενος, Χάριτι τῇ θείᾳ ὁσιώτατε.
Θεοτοκίον.
Βλάβης πάσης τοὺς δούλους συ, χαλεπῶν κινδύνων καὶ περιστάσεων, Μητροπάρθενε διάσωσον, τοὺς ἐπιζητοῦντας σὴν ἀντίληψιν.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ῥῦσαι συμφορῶν, Εὐφημιανὲ τοὺς σπεύδοντας, καθ’ ἑκάστην τῇ θερμῇ συ ἀρωγῇ, καὶ ὑμνοῦντάς σου τοὺς πόνους πρὸς τελείωσιν.
Ἴασαι ἡμῶν, ἀλγηδόνας τὰς τοῦ σώματος, καὶ τὰς νόσους μάκαρ Εὐφημιανέ, τῶν ψυχῶν ὡς ἰατὴρ πιστῶν ἀνύστακτος.
Ἤσχυνας ἐχθρόν, τὸν μισόκαλον ἀγῶσί σου, νυχθημέροις πάτερ Εὐφημιανέ, οὗ τὰ βέλη καθ’ ἡμῶν ἐκτρέπεις Ὅσιε.
Θεοτοκίον.
Λύπης τὴν ἀχλύν, τὴν ψυχόλεθρον ἐκδίωξον, ἐξ ἡμῶν μεγαλυνόντων σε ἀεί, κεχαριτωμένη Δέσποινα Μητρόθεε
ᾨδὴ στ΄. Τὴν δέησιν.
Σκοτόμαιναν, ζοφερὰν ἀπέλασον, διχονοίας καὶ κακίας τῷ φέγγει, ἱκεσιῶν σου πρὸς τὸν Φωτοδότην, Χριστὸν καὶ Κτίστην τοῦ σύμπαντος Ὅσιε, τρισμάκαρ Εὐφημιανέ, ἀπαθείας φωστὴρ τηλαυγέστατε.
Κιννάμωμον, εὐσεβείας πάντερπνον, θηρευτὰς ὁ ἀσεβεῖς θανατώσας, τοὺς συλητὰς τοῦ πανσέπτου ναοῦ σου, Ἄγαρ ἐκγόνους σῇ χάριτι πάταξον, καὶ μύρῳ Εὐφημιανέ, Λυσιώτας εὐχῶν σου καθήδυνον.
Ἐπίβλεψον, οὐρανόθεν Ὅσιε, ἐπὶ πάντας τοὺς τιμῶντας σὴν μνήμην, καὶ ἀσινεῖς τῶν βελῶν τοῦ βελίαρ, τοὺς σοὺς ἱκέτας συντήρει θειότατε, τοὺς πόθῳ Εὐφημιανέ, καταφεύγοντας σκέπῃ τῇ θείᾳ σου.
Θεοτοκίον.
Πανύμνητε, Θεοτόκε ἄχραντε, ἀνεξάντλητος χειμάῤῥους ναμάτων, ζωοπαρόχων ἐδείχθης τεκοῦσα, τὸν Ποιητὴν καὶ Δεσπότην τοῦ σύμπαντος, ἐλέους ὕδωρ μυστικῶς, τὸν βλυστάνοντα πᾶσιν οἰκέταις σου.
Διάσωσον, ἐξ ὁρατῶν θεοφόρε καὶ ἀοράτων, θαυμαστὲ Εὐφημιανὲ ἐχθρῶν τοὺς τιμῶντάς σε, λιτάς σου ἀόκνους ἐξαιτουμένους.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ἀσκητικὴν ἀγωγήν σου τὴν ἔνθεον, ἐπισφραγίζων τοῖς θείοις σου θαύμασι, προσεφαπλοῖς σὴν βοήθειαν ἅπασι, πιστοῖς Εὐφημιανὲ τοῖς δοξάζουσι, εὐσχήμως τὴν πάνσεπτον μνήμην σου.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. στ΄, 17-21).
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος πολὺς μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ, καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτός, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ, ἔλεγεν· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Χάριν θείου Πνεύματος, σῇ ἀκραιφνεῖ πολιτείᾳ, κεκτημένος πάντοτε, βοηθεῖς τοῖς σπεύδουσι, τῇ ἀόκνῳ σου, ἀρωγῇ Ὅσιε, Λύσης ἀντιλῆπτορ, καὶ Κυπρίων μέγα καύχημα, καὶ τὰ ὁρμήματα, τῶν παθῶν πραΰνεις θειότατε, σπηλαιωτῶν ἀκρώρεια, ἀσκητῶν καὶ σκήνωμα νήψεως, τῶν μεγαλυνόντων, εὐτάκτοις ὕμνοις Εὐφημιανέ, τὰ ἱερὰ κατορθώματα, σῆς στεῤῥᾶς ἀσκήσεως.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Εὐσεβοῦς Συνεσίου, Ἰωνᾶ καὶ Κενδέου, σεμνὲ ὁμόζηλος, ὑπάρχων ἠξιώθης, σὺν τούτοις ἐν τοῖς δόμοις, οὐρανῶν ἐπαγάλλεσθαι, καὶ σὺν αὐτοῖς δυσωπεῖν, ὑπὲρ ἡμῶν τὸν Κτίστην.
Τὴν σὴν χάριν νῦν γνόντες, ἣν θεόθεν ἐκτήσω, ὡς θεοείκελος, οἱ στένοντες ἐν πόνοις, προσπίπτουσιν ἐν πίστει, ἀρωγῇ τῇ ἐνθέρμῳ σου, ταχὺ Εὐφημιανέ, καὶ ἐξ αὐτῶν λυτροῦνται.
Ἴδε τοὺς προσιόντας, τῷ πανσέπτῳ ναῷ σου, καὶ δίδου ἅπασιν, ὡς μιμητὴς Κυρίου, τὰ πρόσφορα ἐν βίῳ, ἀσκητὰ ἰσουράνιε, κλεινὲ Εὐφημιανέ, προσύλων ὑπερόπτα.
Θεοτοκίον.
Μὴ παρίδῃς σοὺς δούλους, ἀγαθὴ Θεοτόκε, σὲ μεγαλύνοντας, ἀλλὰ χειραγωγίᾳ, τῇ σῇ πρὸς σωτηρίας, ἀτραποὺς πάντας ἴθυνον, ἵνα σε ὕμνοις φαιδροῖς, τιμῶμεν εἰς αἰῶνας.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὡς Παρακλήτου, σεπτοῦ ἁγίασμα θεῖον, ἁγιάζεις τοὺς σοὶ προσιόντας, Λύσης ἀντιλῆπτορ, πνευματοφόρε Πάτερ.
Νοσοῦντας τάχος, ὡς ἰατρὸς θεραπεύεις, καὶ ἀκέστωρ δεινῶς τρυχομένων, πέλεις εὐφημίας, ἐπώνυμε παμμάκαρ.
Τοῖς ἐκζητοῦσι, τὴν ταχινὴν ἀρωγήν σου, δαψιλῶς ἄμφω ῥώμην παράσχου, καὶ δεινῶν κινδύνων, ἀπαλλαγὴν λιταῖς σου.
Θεοτοκίον.
Ἀπὸ ποικίλων, ἀσθενειῶν Θεοτόκε, τοὺς σοὺς δούλους ἀτρώτους συντήρει, μεγαλύνοντάς σε, ἀπαύστως εἰς αἰῶνας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Στηλογραφία θεία, ἐναρέτου βίου, καὶ ἀπαθείας φωτόλαμπρον μέλαθρον, εὐθεῖαν τρίβον ἱκέταις τοῖς σοῖς ὑπόδειξον.
Εὐφημιῶν σε πάντες, ῥαίνοντες τοῖς ὕμνοις, ἀναβῶμεν· προσφύγων σου Ὅσιε, πλήρου ἀεὶ τὰς αἰτήσεις ὡς εὐσυμπάθητος.
Χαρίτων μυροθήκη, πανευώδης Πάτερ, ὑπάρχων πλῆσον ὀδμαῖς σῆς χρηστότητος, καὶ προστασίας ἀόκνου τοὺς σοὶ προστρέχοντας.
Θεοτοκίον.
Μελισταγέσιν ὕμνοις, στέφειν σε Παρθένε, ἀεὶ ἐστὶν ἀληθῶς Μῆτερ ἄξιον, καὶ μακαρίζειν σε κόσμου ὡς θείαν σώτειραν.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σε μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Λύχνε εὐσεβείας ὁ ἀναφείς, ἐν τῇ Λύσῃ Πάτερ, ἀληθῶς Εὐφημιανέ, καταυγάζεις πάντας, θαυμάτων σου ἀκτῖσι, καὶ ἀρωγῆς ἐνθέου, θείοις πυρσεύμασι.
Ὅλος ἀνακείμενος τῷ Χριστῷ, ἤνεγκας προθύμως, θαυμαστὲ Εὐφημιανέ, τὰς κακοπαθείας, ζωῆς τῆς ἐπιγείου, καὶ τοῦ ἐχθροῦ καθεῖλες, ἅπαν τὸ φρύαγμα.
Χαίροις παμφαὲς Εὐφημιανέ, Συνεσίου θείου, καὶ Κενδέου καὶ Ἰωνᾶ, φίλε ὁ ἀσκήσας, ἐν Λύσῃ θεαρέστως, καὶ προσελκύσας χάριν, Πνεύματος ἄφθονον.
Σκεῦος ἱερὸν Εὐφημιανέ, δωρεῶν ἐνθέων, θεραπεύειν ὡς ἀληθῶς, ἀϋπνίαν πάντων, τῶν σοὶ καταφευγόντων, καὶ ἐπικαλουμένων, κλῆσιν τὴν θείαν σου.
Τὰς ὀρδὰς ἀπίστων Ἀγαρηνῶν, δίωξον ἐκ Κύπρου, σαῖς εὐχαῖς Εὐφημιανέ, καὶ ἐν τῷ ναῷ σου, ἐκ τούτων συληθέντι, ἡμᾶς αἰνεῖν σε αὖθις, πάντας ἀξίωσον.
Ῥῦσαι διχονοίας θαυματουργέ, καὶ μανίας Κύπρον, τοῦ ἐχθροῦ Εὐφημιανέ, καὶ τὴν εὐλογίαν, τὴν σὴν ἀπαύστως δίδου, τοῖς σὲ ὑμνολογοῦσι, σκεῦος ὡς χάριτος.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας, αἰτουμένους εὐλαβῶς, ἀρωγὴν καὶ θείαν πρεσβείαν, τὴν σὴν Εὐφημιανέ, πάτερ θαυματόβρυτε, Λύσης διάκοσμε, ἀσινεῖς διαφύλαττε, ἐκ πάσης ἀνάγκης, νόσων ἐκλυτρούμενος, ψυχῆς καὶ σώματος, πέμψον δὲ τὴν σὴν οὐρανόθεν, χάριν τοῖς ἐν σκότει κειμένοις, ἀγνωσίας μάκαρ καὶ κακότητος.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.