Παρακλητικός Κανών εις τον Όσιο Πατέρα ημών Εφραίμ τον Σύρο
Ποίημα Γερασίμου μοναχού Μικραγιαννανίτου
†Εορτάζετε 28 Ιανουαρίου
Εῦλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὂτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὀνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
καὶ τὰ παρόντα τροπάρια·
Ἦχος δ’ . Ὁ ὑψωθείς ἐν τῷ Σταυρῶ.
Ὡς τῶν Ἀγγέλων μιμητής ἐν τῷ βίῳ, τῆς ἰσαγγέλου ἠξιώθης εὐκλείας, παρά Χριστοῦ Εφραίμ Ὁσίων καύχημα• ὅθεν ἀεί πρέσβευε, πάσης ῥύεσθαι βλάβης, τούς πιστῶς προστρέχοντας, τῆ πρεσβεία σου Πάτερ, σε γάρ προστάτην ἔχομεν σοφέ, καί πρός τόν Κτίστην, μεσίτην θερμότατον.
Δόξα. Καί νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμεν πότε Θεοτόκε, τάς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, ειμή γάρ Σύ προΐστασο πρεσβεύουσα, τις ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τις δε διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὑκ ἀποστῶμεν Δέσποινα ἐκ Σου, Σούς γάρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Εἶτα ὁ Ν’ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ Κανών, οὐ ἡ ἀκροστιχίς·
Δίδου, ὦ Πάτερ, ἡμῖν σήν χάριν. Γερασίμου.
ᾨδῇ ἀ’ . Ἦχος πλ. δ’ . Ὑγράν διοδεύσας.
Δοχεῖον τῆς χάριτος τοῦ Θεοῦ, Εφραίμ θεοφόρε, διά βίου εἰλικρινοῦς, χαρίτωσον Πάτερ σαῖς πρεσβείαις, τούς ἀδιστάκτῳ ψυχή προσιόντας σοι.
Ἰσχύν ἡμῖν δίδου κατά παθών, Εφραίμ θεοφόρε, ταῖς πρεσβείαις σου πρός Χριστόν, ὡς ἀν τῆς ἰσχύος τοῦ δολίου, δι’ ἐναρέτου ζωῆς κατισχύσωμεν.
Δυνάμωσον Πάτερ τό ἀσθενές, τῆς ἐμῆς καρδίας, τῆ θερμή σου ἐπισκοπή, ὡς ἀν διανύσω θεαρέστως, τῶν ἀρετῶν τήν ὀδόν τήν σωτήριον.
Θεοτοκίον.
Ὁ Λόγος Παρθένε ὁ τοῦ Θεοῦ, ἐκ Σου εσαρκώθη, διαμείνας ὁ ἤν Θεός, καί ἔσωσε πάντας τούς ὑμνοῦντας, τῆς Σής λοχείας τό μέγα μυστήριον.
ᾨδῇ γ’ . Οὐρανίας ἁψῖδος.
Ὑπερήφανον ὄφιν καταβαλών ᾔσχυνας, τῆ σή θαυμαστή ταπεινώσει, Ἐφραίμ μακάριε• ὅθεν ταπείνωσιν, δίδου ἡμῖν τήν ἀγίαν, ὡς ἀν ματαιότητος, κόσμου ῥυσθείημεν.
Ὡς φωτός θείου πλήρης Πάτερ Ἐφραίμ Ὅσιε, λῦσον τῆς ψυχῆς σου τό σκότος, ταῖς φωτοφόροις σου, πρεσβείαις δέομαι, καί ἀρετῶν θείω φέγγει, τήν ζωήν μου ἴθυνον, ἶνα σωθήσομαι.
Πειρασμῶν ἀδοκήτων καί συμφορῶν λύτρωσαι, τούς μετά σπουδῆς προσιόντας, τῆ προστασία σου, Εφραίμ μακάριε, καί πρός γαλήνης λιμένα, καί ζωήν ἐνάρετον, ἡμᾶς κυβέρνησον.
Θεοτοκίον.
Ἀπορρήτως τεκοῦσα τόν τοῦ παντός Κύριον, καί μετά τόν τόκον Παρθένος, ἄμωμος μείνασα, τούς μώμους κάθαρον, τῆς μολυνθείσης ψυχῆς μου, ῥείθροις τοῦ ἐλέους Σου, Παρθένε ἄχραντε.
Διάσωσον, ταῖς πρός Θεόν σου πρεσβείαις, Ἐφραίμ παμμάκαρ, ἀπό πάσης ἐπιφοράς καί κακώσεως, τούς ἀρωγόν καί προστάτην σε κεκτημένους.
Ἐπίβλεψον, ἐν εὐμενεία πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.
Αἲτησις καὶ τὸ Κάθισμα.
Ἦχος β’ . Πρεσβεία θερμή.
Φωτί νοητῷ προσομιλῶν μακάριε, φωστήρ παμφαής τῆς Ἐκκλησίας πέφηνας, καί νῦν πυρσῷ τῶν λόγων σου, καταυγάζεις πιστῶν τήν διάνοιαν. Ἀλλ’ ὦ Εφραίμ ὡς ἡμῶν ὁδηγός, σκοτασμοῦ παθημάτων ἡμᾶς λύτρωσαι.
ᾨδῇ δ’ . Εἰσακήκοα Κύριε.
Τῆ πλημμύρα τοῦ λόγου σου, τάς ψυχάς κατάρδευσον Ἐφραίμ Ὅσιε, τῶν ἐν πίστει εὐφημούντων σε, καί τήν σήν αἰτούντων χάριν ἄνωθεν.
Ἐκ δεινῶν περιστάσεων, καί πολυειδῶν κινδύνων καί θλίψεων, ἀνωτέρους διαφύλαττε, τούς σοι προσιόντας Ἐφραίμ Ὅσιε.
Ῥήμασι σου πειθόμενοι, τήν τῆς μετανοίας χάριν καρπούμεθα, καί παθῶν ἰόν ἐκκρούομεν, οἱ σε ἀνυμνοῦντες Εφραίμ Ὅσιε.
Θεοτοκίον.
Ἡ Θεόν σωματώσασα, καί μετά τόν τόκον παρθένος μείνασα, Θεοτόκε ἀειπάρθενε, ρύσαί με μανίας τοῦ ἀλάστορος.
ᾨδῇ ἕ’ . Φώτισον ἡμᾶς.
Μέγιστος φωστήρ, ἐκ Συρίας ἀνατέταλκας, καταυγάζων ταῖς τῶν λόγων ἀστραπαῖς, οἰκουμένης τά πληρώματα Πατήρ ἡμῶν.
Ἴασαι ἡμῶν, ἰατρός ὡς ἐμπειρότατος, τοῖς φαρμάκοις διδαχῶν σου τῶν σοφῶν, ἀσθενούσας τάς καρδίας Ἐφραίμ Ὅσιε.
Νέκρωσον σοφέ, ζωηφόροις ἱκεσίαις σου, τῆς σαρκός μου καί νόος τάς ἐκτροπάς, καί μετάνοιαν Ἐφραίμ γνησίαν δίδου μοι.
Θεοτοκίον.
Σύντριψον Ἀγνῇ, τοῦ ἐχθροῦ τά μηχανήματα, τοῦ ὁρμῶντος κατ’ ἐμοῦ μανιωδῶς, καί πρός τρίβον σωτηρίας με ὁδήγησον.
ᾨδῇ στ’ . Τήν δέησιν.
Νόος μου, τό ὀπτικόν ἐκκαθάρας, τῆ θερμή σου πρός Χριστόν ἱκεσία, τῆς χαλεπῆς, ῥαθυμίας με ῥῦσαι, καί μετανοίας τοῖς τρόποις βελτίωσον, τήν ῥᾳθυμοῦσαν μου ψυχήν, ὦ Ἐφραίμ ὑποφῆτα τῆς χάριτος.
Χειμών με, τῆς ἁμαρτίας χειμάζει, καί ὠθεῖ πρός ἀπογνώσεως χάος, ἀλλά τῆ σή, προστασία προστρέχω, ὡς εἰς λιμένα Ἐφραίμ γαληνότατον, καί ἐκβοῶ σοι ἐκ ψυχῆς• τῆς πικράς ἀπωλείας με λύτρωσαι.
Θεοτοκίον.
Ἀγγέλων, ἁγιωτέρα ἐδείχθης, ἀσυγκρίτως Θεοτόκε Παρθένε, τόν Ποιητήν γάρ ἐκύησας τούτων, ἐκ τῆς ἀρχαίας ἀράς ἐκλυτρούμενον, τούς τοῦ φρικτοῦ σου τοκετοῦ, προσκυνοῦντας τό μέγα μυστήριον.
Διάσωσον, ταῖς πρός Θεόν σου πρεσβείαις, Ἐφραίμ παμμάκαρ, ἀπό πάσης ἐπιφοράς καί κακώσεως, τούς ἀρωγόν καί προστάτην σε κεκτημένους.
Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.
Αἲτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β’ . Τοῖς τῶν αἱμάτων σου.
Ὡς θεωρός τοῦ Σωτῆρος τοῦ βήματος, ἀκατακρίτους ἡμᾶς Πάτερ πρέσβευε, Αὑτῷ παραστῆναι δεόμεθα, ἐν τῆ ἡμέρα τῆς κρίσεως Ὅσιε• τῆ σή γάρ πρεσβεία προστρέχομεν.
Προκείμενον
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὑτοῦ.
Στίχ. Μακάριος ἀνήρ ὁ φοβούμενος τόν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὑτοῦ θελήσει σφόδρα.
Εὐαγγέλιον, Ἐκ τοῦ κατά Ματθαῖον.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς• Πάντα μοι παρεδόθη ὑπό τοῦ Πατρός μου, καί οὐδείς ἐπιγιγνώσκει τόν Υἱόν, εἰμή ὁ Πατήρ, οὐδέ τόν Πατέρα τις ἐπιγιγνώσκει, εἰμή ὁ Υἱός, καί ὦ ἐάν βούληται ὁ Υἱός ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καί πεφορτισμένοι, κἀγώ ἀναπαύσω ἡμᾶς. Ἄρατε τόν ζυγόν μου ἐφ’ ὑμᾶς, καί μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶος εἰμί, καί ταπεινός τῆ καρδία, καί εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γάρ ζυγός μου χρηστός, καί τό φορτίον μου ἐλαφρόν ἐστί.
Δόξα.
Ταῖς τοῦ Σου Ὁσίου πρεσβείαις ᾿Ελεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ Νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλεῆμον, ελέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β’ . Ὅλην ἀποθέμενοι.
Ὄργανον θεόπνευστον, τοῦ Παρακλήτου ἐδείχθης, βίου καθαρότητι, καί χαρίτων ἔμπλεως Ἐφραίμ Ὅσιε, καί ζωῆς κρείττονος, κατηξιωμένος, καθικέτευε ἑκάστοτε, Χριστόν τόν Κύριον, ἱλασμόν πταισμάτων δεόμεθα, καί τῶν παθῶν ἐκλύτρωσιν, δίδοσθαι καί φώς ἡμῖν ἄνωθεν, σύ γάρ ἡμῶν πέλεις, προστάτης ἀρωγός καί βοηθός, καί τοῖς σοῖς λόγοις θεόσοφε, χάριτος πληρούμεθα.
Σῶσον ὀ Θεός τὸν λαό σου…
ᾨδῇ ζ’ . Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥύου πάσης ἀνάγκης καί παθῶν ἀκαθάρτων καί πάσης θλίψεως, Ἐφραίμ πνευματοφόρε, καί χαλεπῶν σκανδάλων, τούς ἐν πίστει κραυγάζοντας• ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητός εἰ.
Ἰαμάτων σταγόνας ἐπομβρία τῆ θεία ἀεί ὁ λόγος σου, προρρέει καί ἰᾶται, ψυχάς τάς ἀσθενούσας, καί εὐφραίνει τούς ψάλλοντας• ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητός εἰ.
Νεκρωθῆναι τῷ κόσμῳ ἡμᾶς δίδου ὑψόθεν δύναμιν Ἅγιε, ζωήν δε τήν ἀγίαν, ζήσαι ἐν εὐλαβείᾳ, καί βοᾶν μετά πίστεως• ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητός εἰ.
Θεοτοκίον.
Γεωργήσας Παρθένε τήν πικράν ἁμαρτίαν νοῖ ἀγνώμονι, προστρέχω τῆ Σή σκέπη, καί πίστει ἐκβοῶ Σοι• συνηθείας με λύτρωσαι, τῆς μολυνούσης ἀεί, ψυχήν μου τήν ἀθλίαν.
ᾨδῇ ἡ’ . Τόν Βασιλέα.
Ἔχομεν Πάτερ, σε ἀντιλήπτορα θεῖον, καί πληρούμενοι Ἐφραίμ πνευματοφόρε, θείας εὐφροσύνης, ὑμνοῦμεν σε τήν χάριν.
Ῥώμην παράσχου, κατά ψυχήν τε καί σῶμα, καί βουλεύματα ἐκλύειν τοῦ βελίαρ, ἀ καθ’ ἡμῶν τεκταίνει, Ἐφραίμ ὁρμή ἀσχέτῳ.
Ἀγγέλων δήμοις, συναγαλλόμενος Πάτερ, ἀεί πρέσβευε Χριστῷ Ἐφραίμ διδόναι, ἄφεσιν πταισμάτων, τοῖς σε ὑμνολογοῦσι.
Θεοτοκίον.
Σκέπε Παρθένε, ἐπηρειῶν τοῦ δολίου, τῆ μεγίστη Σου καί θεία ἀντιλήψει, τούς ὑπερυψοῦντας, τόν ἄφραστον Σου τόκον.
ᾨδῇ θ’ . Κυρίως Θεοτόκον.
Ἰλύος ἁμαρτίας, ῥείθροις τῶν σῶν λόγων, ἀποκαθαίρεις Ἐφραίμ παμμακάριστε, τούς τῆ σεπτῇ διδαχή σου, πιστῶς ἐγκύπτοντας.
Μή παύσῃ θεοφόρε, ἐφορῶν ὑψόθεν, καί συνετίζων Ἐφραίμ θεία χάριτι, τούς μελετῶντας ἐν πίστει, τάς θείας δέλτους σου.
Ὁ μέγας ἐν Ὁσίοις, Ἐφραίμ θεοφόρε, ὡς ἀντιλήπτωρ ἡμῶν καί διδάσκαλος, φόβῳ τῷ θείω, τάς ψυχάς ἡμῶν συνέτισον.
Θεοτοκίον.
Ὑδάτων ἀπωλείας, ῥῦσαι με Παρθένε, καί θείου φόβου τό ὕδωρ ἀνάβλυσον, ἐν τῆ αὐχμῶσι ψυχή μου, ἁγνή καί σῶσον με.
Ἄξιον ἐστίν ὡς ἀληθῶς μακαρίζειν σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέρα τῶν Χερουβείμ, καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον σε μεγαλύνομεν.
Καὶ τὰ παρόντα μεγαλυνάρια,
Τόν ἐκ τῆς Συρίας ὡς παμφαῆ, λάμψαντα ἀστέρα, καί λαμπρύναντα πᾶσαν γῆν, ἀρετῶν τῷ φέγγει, καί λόγων ταῖς ἀκτίσιν, Ἐφραίμ τόν θεοφόρον, ὕμνοις τιμήσωμεν.
Χαίροις τῆς σοφίας ὁ θησαυρός, καί τῆς Ἐκκλησίας, ὁ διδάσκαλος ὁ σεπτός• χαίροις μοναζόντων, ἀλείπτης πρός τά κρείττω, Ἐφραίμ πνευματοφόρε, Ἀγγέλων σύσκηνε.
Ἔλαμψας ὡς ἄσαρκος ἐπί γῆς, ἀσκήσεως πόνοις, ὡς μισήσας τά γεηρά, καί τῆς ἀπαθείας, ὑπέρλαμπρον δοχεῖον, ὡς ἀληθῶς ἐδείχθης, Ἐφραίμ μακάριε.
Ῥῆμα σοι ἐδόθη ἀπ’ οὐρανοῦ, σοφίας τῆς θείας, καθαρθέντι δι’ ἀρετῆς• ὅθεν σου τό στόμα, ἀνέβλυσε τῷ κόσμῳ, διδασκαλίας ῥεῖθρα, Ἐφραίμ θεόσοφε.
Ἄμπελος καθάπερ πνευματική, βότρυας προβάλλεις, ἐν τῷ κόσμῳ τούς νοητούς, ζωῆς μακαρίας, καί διδαχῶν ἁγίων, καί τῶν πιστῶν εὐφραίνεις, Εφραίμ τό πλήρωμα.
Πρέσβευε ἀπάυστως Πάτερ Ἐφραίμ, ὑπέρ τῶν τιμώντων, τούς ἀγῶνας σου τούς σεπτούς, καί τοῖς μελετῶσι, τάς σάς διδασκαλίας, δίδου σοφίαν θείαν, καί νοῦν θεόφρονα.
Πάσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ και τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος ἀ’. Τῆς ἐρήμου πολίτης.
Τήν τοῦ Πνεύματος χάριν οὐρανόθεν δεξάμενος, εὐσεβείας ἐδείχθης θεοφόρος διδάσκαλος, καί ῥείθροις τῶν ἁγίων διδαχῶν, ἀρδεύεις τάς καρδίας τῶν πιστῶν· διά τοῦτο σε τιμῶμεν Πάτερ Ἐφραίμ, ἀπό ψυχῆς βοῶντες σοι· δόξα τῷ σε δοξάσαντι Χριστῷ, δόξα τῷ σε στεφανώσαντι, δόξα τῷ βεβαιοῦντι διά σου ἡμῶν τήν διάνοιαν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Ἔχων, παρρησίαν πρός Χριστόν, οἵᾳπερ θεράπων Κυρίου, Ἐφραίμ θεόσοφε, πάσης ἡμᾶς λύτρωσαι, ὀργῆς καί θλίψεως, τῆ θερμῇ προστασία σου, καί ἁμαρτημάτων, αἴτει τήν συγχώρησιν, καί θείαν ἔλλαμψιν, πᾶσι, τοῖς πιστῶς σε τιμῶσιν, ὅπως τῆς ζωῆς τῆς ἀλήκτου, τύχωμεν δοξάζοντες τόν Κύριον.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.