Παράκλητικός Κανών εις τον Όσιο Επίκτητο του εν Κύπρου τον Θαυματουργό
Ποίημα Αρχιμ. Νικοδήμου Αεράκη
†Εορτάζεται στις 12 Οκτωβρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὸ τροπάριον·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὴν Ἐπικτήτου βιοτὴν εὐφημοῦντες, τὸν ἀναδείξαντα αὐτὸν Θεὸν Λόγον, δοξολογοῦμεν ᾄσμασιν βοῶντες πιστῶς· φύλαξον ἐν τῇ δυνάμει σου, ἐξ ἐχθρῶν τὰς ψυχὰς ἡμῶν, νίκας χορηγῶν ἡμῖν κατὰ τοῦ ἀντιδίκου· καὶ τοὺς πιστοὺς ἀξίωσον χαρᾶς, ἐπαπολαῦσαι, ζωῆς τε τῆς κρείττονος.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Κλεινὸν Ἐπίκτητον, εὐλαβῶς λιτάζω. Νικ(οδήμου)
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Καταύγασον Πνεῦμα πανσθενουργόν, τὴν ἐμὴν καρδίαν, τοῦ ὑμνῆσαι πανευλαβῶς, Ἐπίκτητον ὅσιον τῆς Κύπρου, θαυματουργὸν καὶ ἀσκήσεως προτύπον.
Λαμπρύνας Ἐπίκτητος τὴν ψυχήν, ἁγνείᾳ καὶ πίστει, καὶ ἀσκήσει πνευματικῇ, ἐδέχθη τοῦ Πνεύματος τὴν χάριν, καὶ ἀρετῶν στολισμὸν ὁ θαυμάσιος.
Ἐκάθαρε σῶμα καὶ τὴν ψυχήν, Ἐπίκτητος θεῖος, ἐκ παθῶν τῶν φθοροποιῶν, καὶ γέγονε μύστης τῶν ἀῤῥήτων, καὶ ἀρετῶν καταγώγιον ἔνθεον.
Θεοτοκίον.
Ἰσχὺν ἔχεις Κόρη πρὸς σὸν Υἱόν, ὡς Μήτηρ Παρθένος, τοῦ πρεσβεύειν ὑπὲρ πιστῶν· διὸἱκετεύω σε Κυρία, ὑπὲρ ἐμοῦ τὸν σὸν Τόκον δυσώπησον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Νικητὴς ἐν ἀγῶσιν, ἀναδειχθεὶς ἔνθεε, πέλεις Ἐκκλησίας ὁ στῦλος καὶ τὸ ἑδραίωμα, καὶ τῶν πιστῶν ἀρωγός, καὶ ἀρετῆς ὑποφήτης, τῆς ἐρήμου καύχημα, καὶ ἐγκαλλώπισμα.
Οὐρανίαν ποθήσας, ἐν γῇ ζωὴν ἔνδοξε, εἴληφας τοῦ Πνεύματος χάριν, καὶ γνῶσιν ἄρρητον ἐν ἐρημίας αὐχμῷ, διακονῶν ἀνεδείχθης, τῶν πιστῶν διδάσκαλος, θεῖε Ἐπίκτητε.
Νικηφόρος εἰσῆλθες, εἰς οὐρανοὺς ἔνδοξε, πίστεως Χριστοῦ ὑποφῆτα, σεπτὲ Ἐπίκτητε, καὶ ἱκετεύεις Θεόν, τοῦ οἰκτιρῆσαι καὶ σῶσαι, ἐκ βελῶν ἀλάστορος, τοὺς εὐφημοῦντάς σε.
Θεοτοκίον.
Ἐνισχύεις Παρθένε, γένος βροτῶν Πάναγνε, καὶ ταῖς σαῖς λιταῖς σὺ φυλάττεις, ἐν πίστει ἅπαντας, διὸ ἐν ὕμνοις λαμπροῖς, ἀνευφημοῦμεν ἐμφρόνως, βιοτήν σου ἄχραντον, Θεοχαρίτωτε.
Ἱκέτευε, ὑπὲρ ἡμῶν ὦ Ἐπίκτητε Θεὸν Λόγον, ὅτι πάντες ἐκ πειρασμῶν κυκλούμεθα ἔνδοξε, ὡς ἔχων πρὸς Κύριον παῤῥησίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Τὰ ἄνω ποθῶν, Ἐπίκτητε ἐζήλωσας, ὁδὸν μοναχῶν, καὶ βίου τελειότητα· θαυμαστῶς καθήγνισας ἔνδοξε, τὴν ζωήν σου ἅπασαν· διὸ καθορῶν τὸν Θεόν, ἱκέτευε Πάτερ, ὑπὲρ πάντων ἡμῶν.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Πάσῃς χάριτος γέγονας, καθαρὸν δοχεῖον κλεινὲ Ἐπίκτητε, καὶ ἀσκήσεως τὸ πρότυπον, ἀρετῶν πασῶν θεῖον θησαύρισμα.
Ἱερῶς τὸν Ἐπίκτητον, ἐν ᾠδαῖς ἐνθέοις πιστοὶ τιμήσωμεν, καὶ ἐν λόγοις καταστέψωμεν, τὴν τοῦ βίου τούτου τελειότητα.
Καθαρότητα ἔστερξας, καὶ τῆς Βασιλείας Χριστοῦ ἀπόλαυσιν· διὸ ἔσπευσας ὡς ἔλαφος, εἰς πηγὰς τῆς χάριτος Ἐπίκτητε.
Θεοτοκίον.
Ταπεινὴ Κόρη Πνεύματι, τοῦ Πατρὸς τὸν Λόγον ἐκυοφόρησας, διὸ πάντες ἀνυμνοῦμέν σε, ὡς Θεοῦ μητέρα Πανακήρατε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἥλιον Χριστόν, ταῖς λιταῖς σου καθικέτευσον, κινδύνων ῥύσασθαι τοὺς ὑμνοῦντάς σε, καὶ παρασχεῖν σῇ πατρίδι, ἀπελευθέρωσιν.
Τράνωσον κλεινέ, τῶν Κυπρίων θεῖον φρόνημα, τοῦ ἀγωνίζεσθαι ἐν πίστει θερμῇ, καὶ ἐκτινάξαι, ζυγὸν τῆς ὑποδουλώσεως.
Ὄμμασι ψυχῆς, ἀτενίζων τὸν Θεάνθρωπον, πρὸς τὴν ζωὴν τὴν κρείττονα ἀριστεῦ, σὺ ἀνυψώθης, θείᾳ χάριτι Ἐπίκτητε.
Θεοτοκίον.
Νύμφη τοῦ Θεοῦ, ταῖς ψυχαῖς ἡμῶν κατάπεμψον, τὸν φωτισμὸν τῆς χάριτος σοῦ Υἱοῦ, καὶ τὴν εἰρήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἐλάμπρυνας σὴν ζωὴν Ἐπίκτητε, ἀρεταῖς τοῦ Παρακλήτου θεόφρον, τῶν ἀσκητῶν, θείαν βίαν κηρύξας, καὶ τοὺς πιστοὺς ὁδηγῶν πρὸς τὸν Κύριον ἱκέτευε ἀντιβολῶ, διὰ βίου δοξάζειν τὸν Ἄναρχον.
Ὑψώθητι, ἐν πιστοῖς Ἐπίκτητε, ὡς Χριστῷ συμβασιλεύων ἐν δόξῃ, καὶ ἐν σκηναῖς, τῶν Ἁγίων καὶ κόλποις, τοῦ Ἀβραὰμ εὐφραινόμενος ἔνδοξε· ἱκέτευε τὸν Ἰησοῦν, τοῦ σωθῆναι πιστοὺς τοὺς τιμῶντάς σε.
Λελύπηται ἐπὶ σοὶ Ἐπίκτητε, ὁ ἀντίδικος ἡμῶν καὶ πειράζων· ὅτι Χριστόν, ὡμολόγεις ἐν ἔργοις, καὶ τὴν ζωήν σου Αὐτῷ ἀφιέρωσας, ἀξίωσον πάντας ἡμᾶς, ταπεινῶσαι αὐτὸν ἱκεσίαις σου.
Θεοτοκίον.
Ἀκήρατε σὸν Υἱὸν ἱκέτευε, ὑπὲρ πάντων τῶν πιστῶς σε τιμώντων, ἵνα ἐχθρῶν, παγκακίστων ῥυσθῶμεν, καὶ πρὸς ζωὴν τὴν ἁγίαν προσδράμωμεν, μιμούμενοι τὰς ἀρετάς, καὶ ζωὴν Ἐπικτήτου θεόφρονος.
Ἱκέτευε, ὑπὲρ ἡμῶν ὦ Ἐπίκτητε Θεὸν Λόγον, ὅτι πάντες ἐκ πειρᾳσμῶν κυκλούμεθα ἔνδοξε, ὡς ἔχων πρὸς Κύριον παῤῥησίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἀσκουμένων Ἐπίκτητε γέγονας κλέισμα, τὸν Χριστὸν καθομολογῶν ἐν τῷ βίῳ σου, τῇἀσκήσει καὶ προσευχῇ καὶ λόγοις θαυμαστοῖς· διὸ ἔλαβες, παρὰ Θεοῦ, τὴν ἀτελεύτητον ζωήν, καὶ χαρὰν ἀνεκλάλητον· σπεῦσον εἰς ἱκεσίαν, ὑπὲρ τῶν σὲ ἀνυμνούντων, πρὸς τὸν Θεάνθρωπον Χριστόν, μοναζόντων τὸ ἐντρύφημα.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχος. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν;
Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Ματθαῖον
(Κεφ. ια΄ 27-30).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.
Δόξα.
Ταῖς τοῦ σοῦ Ὀσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Δεῦτε τὸν Ἐπίκτητον, τὸν ἀσκητὴν τῆς ἐρήμου, ὕμνοις εὐφημήσωμεν, ἀσκουμένων πρότυπον καὶ ἐντρύφημα· ἀρετῆς ἄγαλμα, ἐγκρατείας τύπον, καὶ ἀσκήσεως ὑπόδειγμα, πιστῶν τὸ στήριγμα, καὶ τῆς ἡσυχίας διδάσκαλον· τῆς νήψεως τὸ ἔρεισμα, καὶ τῆς ἀγρυπνίας τὸ κλέισμα· πάντων τῶν Κυπρίων, τὸ καύχημα καὶ πρέσβυς πρὸς Χριστόν, Ὀρθοδοξίας ἀγλάισμα, οὐρανοῦ οἰκήτορα.
Σῶσον ὀ Θεός, τὸν λαό σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Βαθμίδας οὐρανίους, Ἐπίκτητε ἀνῆλθες, καὶ σαββατίζεις κλεινέ, ἐν μέσῳ παραδείσου, ὑμνῶν σὺν τοῖς Ἀγγέλοις, καὶ Ἁγίοις τὸν Κύριον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὡράισας καρδίαν, Ἐπίκτητε ἀσκήσει, καὶ εὐλαβείᾳ πολλῇ· διὸ κατηξιώθης εὐφραίνεσθαι ἀπαύστως καὶ βοᾶν πρὸς τὸν Κύριον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἰ.
Στεφθεὶς ὑπὸ τοῦ Κτίστου, Ἐπίκτητε τρισμάκαρ, ἐν βασιλείᾳ αὐτοῦ, συγχαίρεις Πρωτοτόκοις, καὶ πᾶσι τοῖς Ὁσίοις, μεθ’ ὧν ψάλλεις πρὸς Κύριον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Λαμπρῶς σε Θεοτόκον, νεάνιδες παρθένοι, παρθενικῇ βιοτῇ, τιμῶσι μετὰ πόθου, καὶ σὸν Υἱὸν καὶ Λόγον, ἀπαύστως συνᾴδουσιν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἱερωτάτων, ἀξιωθεὶς χαρισμάτων, ὁἘπίκτητος πάντας προτρέπει, ἀνυμνεῖν ἐν πίστει, Χριστὸν εἰς τοὺς αἰῶνας.
Τῶν ἐγκοσμίων, καταλιπὼν πᾶσαν δόξαν, πρὸς Χριστὸν ὁ Ἐπίκτητος σπεύδει, ἀνυμνῶν ἀπαύστως· Αὐτὸν εἰς τοὺς αἰῶνας.
Ἀδαμαντίνῳ, χαριτωθεὶς χαρακτῆρι, ὁ Ἐπίκτητος ἐρήμῳ ἀσκεῖται, Χριστὸν τοῖς προσιοῦσι, κηρύττων ἐν σημείοις.
Θεοτοκίον.
Ζωῇ ἀμέμπτῳ, εὐλογηθεῖσα ἡ Κόρη, ὑπερτέρα Ἀγγέλων ἐδείχθη, καὶ βροτείου γένους, ἀκοίμητος προστάτις.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὡράισον καρδίας, Ἐπίκτητε θεῖε, ταῖς σαῖς ἀπαύστοις πρεσβείαις, πρὸς Λόγον Θεοῦ, θείοις τῶν γεραιρόντων σε, ὕμνοις καὶ ᾄσμασιν.
Νενίκηκας θέοφρον, Ἐπίκτητε κόσμου, τὴν ματαιότητα πᾶσαν, καὶ δόξαν αὐτοῦ, ἀκολουθήσας ἐμφρόνως, Χριστῷ μακάριε.
Ἰσχὺν ἡμῖν παράσχου, Ἐπίκτητε μάκαρ, πιστοῖς τοῖς σὲ εὐφημοῦσιν ἐν ὕμνοις λαμπρῶς· καὶ ἐκ τοῦ Λόγου ἐκζήτει, ἡμῖν τὴν ἄφεσιν.
Θεοτοκίον.
Κυρία προσκυνοῦμεν, καὶ ὁμολογοῦμεν, τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τεχθέντα ἐκ σοῦ, καὶ σὺν ἁγίων χορείαις, σὲ μεγαλύνομεν.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τῆς ἁγιοτόκου Κύπρου καρπόν, καύχημα καὶ κλέος, Ἐκκλησίας καὶ μοναχῶν, βίας οὐρανίου, ὑπόδειγμα καὶ τύπον, ἐν ὕμνοις σὲ τιμῶμεν, σεπτὲ Ἐπίκτητε.
Χαίροις τοῦ Κυρίου ὁ κοινωνός, καὶ τῆς ἡσυχίας, μύστης μέγας καὶ θαυμαστός, ὁ ἐν κατανύξει, βιώσας ἐν ἐρήμῳ, Ἐπίκτητε τρισμάκαρ, Ἀγγέλων σύσκηνε.
Ὕμνοις εὐφημήσωμεν εὐλαβῶς, Ἐπίκτητον πάντες, τὸν θεόφρονα ἀσκητήν, τὸν ἐν ἀγρυπνίᾳ, ἀσκήσει καὶ νηστείᾳ, δοξάσαντα ἐν βίῳ Χριστὸν τὸν Κύριον.
Δεῦτε εὐφημήσωμεν ἀδελφοί, Ἐπίκτητον θεῖον, τὸν κοσμήσαντα ἀληθῶς, Χριστοῦ Ἐκκλησίαν, καὶ σπήλαια τῆς Κύπρου, ἀσκήσει καὶ τῇ νήψει, καὶ ἔργοις χάριτος.
Τοὺς ἀγνοουμένους καὶ ἐν δεινοῖς, στήριξον εὐχαῖς σου, καὶ ἀξίωσον τῆς χαρᾶς, ἰδεῖν τὴν πατρίδα, οἰκείους τε καὶ φίλους, Ἐπίκτητε θαυμάτων, κρήνη ἀείῤῥοος.
Λῦσον τὴν ἀνίερον κατοχήν, Ἐπίκτητε μάκαρ, καὶ ἀξίωσον σοὺς πιστούς, ἐλθεῖν εἰς πατρίδα, ὡς πάλαι οἱἙβραῖοι, ἵνα ἐν τῷ Ναῷ σου, σὲ μεγαλύνωσι.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε τῆς ἀσκήσεως καρπόν, καὶ τῆς Ἐκκλησίας τῆς Κύπρου, τὸν φρυκτωρὸν καὶ φρουρόν, ἔνδοξον διδάσκαλον, ἐν ὕμνοις μέλψωμεν, χαρισμάτων τὸν ἔμπλεων, Ἀγγέλων τὸ κῦδος, Λόγου ἀφομοίωμα, Χριστοῦ τὸν κήρυκα, μέγαν ἀσκουμένων ἀλείπτην, καὶ τῶν μοναζόντων τὸν στῦλον, τὸν θεομακάριστον Ἐπίκτητον.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.