Παρακλητικός Κανών εις τον Όσιο Ευδόκιμο τον Βατοπεδινό

†Εορτάζεται στις 5 Οκτωβρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα Τροπάρια τοῦ Ὁσίου.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν ἐν ἐσχάτοις τοῖς καιροῖς παραδόξως, ἀναφανέντα τῇ Θεοῦ εὐδοκίᾳ, καὶ εὐωδίαν πνέοντα ὀδμῆς μυρεψικῆς, πάντες εὐφημήσωμεν, ἐν ᾠδαῖς ἐπαξίως, Ὅσιον Εὐδόκιμον, πρὸς αὐτὸν ἐκβοῶντες·  Ὑπὲρ ἡμῶν ἱκέτευε πολλῶν, νόσων ῥυσθῆναι, ταῖς σαῖς παρακλήσεσι.

Δόξα.
Ἕτερον. Ὅμοιον.

Ἐν τῇ σορῷ τοῦ Εὐδοκίμου προσδράμωμεν, αὐτοῦ δὲ Κάραν ἱερὰν ἀσπασώμεθα, μυρεψικὴν ἐκπνέουσαν ὀδμὴν ἀληθῶς, πάθη τε δυσίατα, θεραπεύουσαν τάχος, πνεύματα διώκουσαν, καὶ παρέχουσαν πᾶσι, σώματος ῥῶσιν ἅμα καὶ ψυχῆς· τὸν δὲ δοτῆρα, ἐν ὕμνοις τιμήσωμεν.

Καὶ νῦν.
Θεοτοκίον. Ὅμοιον.

Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ψάλλομεν τὸν Κανόνα τοῦ Ὁσίου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἐλθέτω ὁ θίασος μοναστῶν, χοροὶ ἀσκητῶν τε, εὐφημήσοντες σὺν ἡμῖν, τὸν Βατοπαιδίῳ νῦν ὀφθέντα, μυριπνοοῦντα τοὺς πάντας Εὐδόκιμον.

Μοναὶ αἱ τοῦ Ἄθω ἤκατε δή, εἰς μνήμην Ἁγίου, τοῦ φανέντος νεολαμποῦς, ὃς ἁγιωσύνην ἐκδιδάσκει, ἐπιτελεῖν νουνεχῶς ἀφανέστατα.

Ζωὴν σὺ διήνυσας ἐπὶ γῆς, ἰσάγγελον μάκαρ, ἀγνοούμενος τοῖς πολλοῖς· Θεὸς δὲ ἐν τέλει σὲ δοξάζων, μύροις τὸ σκῆνός σου πάτερ ἐτίμησεν.

Θεοτοκίον.
Τεκοῦσα τὸν Ἄχρονον ὑπὲρ νοῦν, Ἁγνὴ Θεομῆτορ, διαφύλαττε σὴν Μονήν, πρεσβείαις τοῦ θείου Εὐδοκίμου, τοῦ τὸν Υἱόν σου πιστῶς θεραπεύσαντος.

ᾨδὴ γ΄. Οὐρανίας ἀψῖδος.
Οὐρανόφοιτον μῦρον, παρὰ Θεοῦ εἴληφας, ἐν Βατοπαιδίῳ μονάζων, ἀσκήσας ἄριστα, βίον Εὐδόκιμε, ἀγγελικὸν διανύσας· ὅθεν σε ὁ Κύριος, μύροις ἐδόξασεν.

Ἁρετὴν πᾶσαν πάτερ, ἐπὶ τῆς γῆς ἤσκησας, καὶ τοὺς συνασκοῦνταςπατέρας, λαθεῖν ἑλόμενος, κρυφίως ἔσπευσας, σαυτὸν καθεῖρξαι ἐν τάφῳ, προγνούς σου τὴν κοίμησιν, μάκαρ Εὐδόκιμε.

Θαῦμα μέγα κατέσχε, τοὺς ὑπουργοὺς τέκτονας, τοῦ κοιμητηρίου τοῦ μύρου, ὅτε ὠσφθράνθησαν· αἴφνης δ᾿ ἐβόησαν, ὅτι δηλοῖ κεκρυμμένον, ἡ ὀσμὴ ἡ ἔνθεος, Ἁγίου λείψανον.

Θεοτοκίον.
Ὑπερένδοξε Κόρη, ἡ τὸν Θεὸν τέξασα, καὶ Βατοπαδίου Κυρία, ἡμᾶς ἐνίσχυσον, πρὸς τὰ οὐράνια, ἀναδραμεῖν ἀνενδότως· ποίμνην δὲ περίσωζε, σοῦ τὴν ἀρίζηλον.

Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου θεοφόρε, ταῖς τοῦ μύρου σου ἐμπιπλῶν ἀρδείαις Εὐδόκιμε, καὶ σώζων ἀπήμονα τὴν Μονήν σου.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Προστάτης θερμός, ὑπαρχεις ὦ Εὐδόκιμε, τοῖς πίστει τοῖς σοῖς, λειψάνοις προσπελάζουσι, καὶ πιστῶς γεραίρουσι, καὶ βοῶσί σοι πανσεβάσμιε· ἐκ τῶν κινδύνων λύτρωσαι ἡμᾶς, ὡς μέγας, ἡμῶν φύλαξ καὶ πρόμαχος.

ᾨδὴ δ΄. Σύ μου ἰσχύς, Κύριε
Δεῦτε πιστοί, ἄνδρα τὸν θεῖον ὑμνήσωμεν, μάλιστά γε, οἱ κατὰ τὸν Ἄθωνα, συμμονασταί, βίου τ᾿ ἐρασταί· ἀναγωγικοῦ γάρ, πρὸς τὰ ἡμῖν ἐφιέμενα, αὐτὸς ἡμῖν ἐφάνη, ἐν ἐσχάτοις τοῖς χρόνοις, ἐνισχύων ἡμᾶς πρὸς εὐθύδρομον.

Ἅμα ὀφθείς, θαυμάτων πλήθη ἐτέλεσας· οὐ γὰρ μῦρον, μόνον σοι τὸ δώρημα· καὶ γὰρ Μονῆς, τῆς δὲ Γαβριήλ, καίπερ ἰατρὸς ὤν, ὀσφύος ἄλγη οὐ ἔπαυσε, πρὶν ἄν σου ἐδεήθη, καὶ σὺ τοῦτον ἐφάνης, τῇ ἀφῇ τῆς χειρὸς ἐξιώμενος.

Ὅσοι πιστοί, ἐν νόσῳ ὄντες προσέφυγον, πρὸς σὲ Πάτερ, νόσων ἀπηλλάγησαν, καὶ ὀδυνῶν, πάντες χαλεπῶν· τμήματα τινὲς δὲ, σοῦ ἐπενδύτου λαμβάνοντες, πιστῶς προσδεδεγμένοι, προσαπτόμενοι ταῦτα, ἑαυτοὺς ὑγιεῖς ἀπεδείξαντο.

Θεοτοκίον.
Πῶς ἐν γαστρί, ἀπεριγράπτως ἐχώρησας, Μυροδόχε, Μῦρον τὸ οὐράνιον! ἅπας γὰρ νοῦς, ἀκαταληπτεῖ, πρὸς τοῦ μυστηρίου, τὸ μέγεθος λογιζόμενος· διό σε σὺν Ἀγγέλοις, οἱ πιστοὶ ἀνυμνοῦμεν, τὴν σὴν σκέπην αἰτούμενοι Δέσποινα.

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Οἱ πιστοὶ ἐκ περάτων, ἅμα συμπροσέλθετε θαῦμα ὀψόμενοι, σκῆνος τοῦ Ὁσίου, Εὐδοκίμου εἰς τὸ Βατοπαίδιον, βρῦον πανευῶδες, μῦρον ὀσμῆς τῆς οὐρανίου· δι᾿ ἡμᾶς γὰρ τὸ θαῦμα ἐγένετο.

Οἱ σορῷ προσελθόντες, καὶ κατοσφραινόμενοι μύρου τεθήπασι, θαῦμα τοῦτο φάντες, θεϊκῇ εὐδοκίᾳ τελούμενον· οἳ χαρᾶς πλησθέντες, καὶ ἐν τῇ πίστει στηριχθέντες, τὸν τῶν ὅλων Θεὸν ἐμεγάλυνον.

Ὄσοι πόθον τὸν θεῖον, ἐν ψυχῇ ἐλάβετε δεῦτε προσέλθετε, ὅσιοι πατέρες, ἐντολῆς ἐποψόμενοι πλήρωσιν· ἔζη γὰρ ἀγνώστως, πάντας Εὐδόκιμος λανθάνων, ὃν Θεὸς κατεμύρισε θαύμασιν.

Θεοτοκίον.
Ὀρειοῦχε Παρθένε, ἔχεις ἐνδιαίτημα Ὄρος τὸ Ἅγιον· ὅθεν Θεομῆτορ, φρούρει τοῦτο Ἁγνὴ Βηματάρισσα, σὺν Βατοπαιδίῳ, ταῖς Εὐδοκίμου ἱκεσίαις, νοητῶν πειρατῶν διασώζουσα.

ᾨδὴ ϛ΄. Τὴν δέησιν.
Τὸ ὕψος, σῆς ἀρετῆς ἐξέπληξε, καὶ Ἀγγέλων καὶ βροτῶν τὰς χορείας! τὸ πῶς σοφέ, ἐπεθύμεις κρυβῆναι, ὅλως καὶ ζῶν καὶ θανὼν παναοίδιμε· ὡς ἀληθῶς γὰρ συμπασῶν, ἀρετῶν δεῖγμα σοῦ τὸ κατόρθωμα.

Ἐστήριξας, κλονουμένων καρδίας, τῇ τῆς πίστεως ἑδραίᾳ κρηπίδι, ἀναφανεὶς ἐν ἐσχάτοις τοῖς χρόνοις, ὀσμὴν ἐκπνέων εὐώδη Εὐδόκιμε, ἰάσεις τε παντοδαπάς, παρεχόμενος πᾶσι τοῖς κάμνουσιν.

Ἐδόθη σοι, τῶν θαυμάτων δύναμις, καὶ ἰάσεων ἡ χάρις τρισμάκαρ, ἵνα μηδὲν ὑστερῇς τῶν ἁγίων· ὅθεν θαυμάτων πληθὺν ἐπετέλεσας, τοῖς πίστει ὄνομα τὸ σόν, προσκαλοῦσιν Εὐδόκιμε Ὅσιε.

Θεοτοκίον.
Ἀφράστως, ἐν τῇ γαστρὶ συνέλαβες, τὸν ἀχώρητον Θεὸν Θεοτόκε· ὅθεν ταῖς σαῖς, ἀκοιμήτοις πρεσβείαις, πρὸς τὸν Υἱόν σου ἀξίωσον ἔσεσθαι, ἡμᾶς σὺν ἅμα τῷ κλεινῷ, Εὐδοκίμῳ πιστῷ σου θεράποντι.

Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου θεοφόρε, ταῖς τοῦ σοῦ μύρου ἐμπιπλῶν, ἀρδείαις Εὐδόκιμε, καὶ σώζων ἀπήμονα τὴν Μονήν σου.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν, τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν χριστιανῶν.
Οἱ ποθοῦντες τῶν ἀσθενειῶν ἀναῤῥώσασθαι, Εὐδοκίμου τῇ σορῷ τῶν ὀστέων προσδράμωμεν· μὴ φεισθῶμεν ἀσπαζόμενοι αὐτά, ἀλλὰ πόθῳ κράξωμεν αὐτῷ· ὡς ἐκ Θεοῦ χάριν λαβών, τοὺς νοσοῦντας ἰάσασθαι,
τάχυνον ἐξελέσθαι, παντοίων πειρατηρίων, καὶ τῶν ἐχθίστων δυσμενῶν, τοὺς ἐν πίστει ἀνυμνοῦντάς σε.

Καὶ εὐθὺς τὸ προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ· (τρίς).
Στίχος. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. (τρίς).

Εὐαγγελίου,
Ἐκ τοῦ κατὰ Λουκᾶν
(κεφ. ι´ 22 – 24)

Εἶπεν ὁ Κύριος· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου, καὶ οὐδεὶς γινώσκει τίς ἐστιν ὁ Υἱός, εἰμὴ ὁ Πατήρ, καὶ τίς ἐστιν ὁ Πατήρ, εἰ μὴ ὁ Υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Καὶ στραφεὶς πρὸς τοὺς Μαθητάς, κατ᾿ ἰδίαν εἶπε· Μακάριοι οἱ ὀφθαλμοί, οἱ βλέποντες ἃ βλέπετε· λέγω γὰρ ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ βασιλεῖς ἠθέλησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν.

Δόξα.
Ταῖς τοῦ Μυροβλύτου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Καὶ τὸ Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μέγαν ἀντιλήπτορα, προβαλλομένη καυχᾶται, ἡ Βατοπαιδίου σε, λαύρα ἡ ἀρίζηλος, ὦ Εὐδόκιμε, καὶ σεπτὴν μνήμην σου, ἐκτελεῖ χαίρουσα, καταστέφουσα τοῖς ᾄσμασι, κάραν σου πάντιμον, ἄῤῥητον ὀδμὴν ἀποπνέουσαν· καὶ γάρ σε πρὸς τὸν Κύριον, ἄγρυπνον ἱκέτην πεπλούτηκεν· ἔχεις καὶ γὰρ πάτερ, ἰσχὺν πρὸς τὸ πρεσβεύειν ἐκτενῶς, ὑπὲρ τῶν πίστει τιμώντων σε, ἀξιομακάριστε.

Σῶσον ὁ Θεός, τὸν λαόν σου…
Κύριε, ἐλέησον, ιβ΄ (δωδεκάκις).

Καὶ ἡμεῖς τὰς λοιπὰς ᾨδὰς τοῦ Κανόνος.

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Χαῖρε χορεύων ἐν τῇ μνήμῃ, Βατοπαίδιον υἱοῦ σου Εὐδοκίμου· καὶ πιστοὺς εἰς ᾠδάς, συγκάλεσον βοῶντας· Εὐλογητὸς εἶ Κύριε, ὁ τοὺς σοὺς καθαγιάζων.

Σκίρτα τὸ Ὄρος τὸ τοῦ Ἄθω· ἡγιάσθης γὰρ ἐκ τῶν ἁγιασθέντων, καὶ ἀσκούντων ἐν σοί· δεδόξασαι δ᾿ ἐν κόσμῳ, καὶ γὰρ ὁ σὸς Εὐδόκιμος, διαγγέλλει σε τοῖς πᾶσιν.

Πᾶς ὁ ἀσκούμενος ἐν Ἄθῳ, ἀνυέτω δὴ τὸν δρόμον πεποιθότως, βεβαιούμενος νῦν, ὑπὸ τοῦ Εὐδοκίμου, ἀνταμειβῆς ὡς τεύξεται, οὐρανῶν τῆς Βασιλείας.

Θεοτοκίον.
Ὡς ἠρετίσω κατοικίας, καὶ οἰκήτορας οὐκ ἀναξίους θέλεις· ἀμιλλώμεθα δέ, πρὸς βίον Εὐδοκίμου, ἀλλὰ ἡμῖν βοήθησον, τοῖς σοῖς δούλοις Θεοτόκε.

ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ.
Τὸν ἐν Ἄθῳ μυρίπνοον ὀφθέντα, καὶ δοξάζοντα Μονὴν Βατοπαιδίου, νεοφανῆ ἀοίδιμον Εὐδόκιμον, δεῦτε συνελθόντες, οἱ ἐν αὐτῷ ἀσκοῦντες, ὑμνήσωμεν ἀξίως.

Τίς ἐξείπει τὸ θάμβος ὃ κατέσχε, τοὺς παρόντας σου λειψάνου τῇ εὑρέσει, οἳ ἐκπλαγέντες ἅπαντες ἐβόησαν· Μέγας, ὦ πατέρες, ἐν τῷ Εὐδοκίμῳ, Θεὸς τῶν Χριστωνύμων.

Ἐκκαθάρας τὸ σκῆνός σου θεόφρον, τῇ ἀσκήσει ὡς μὴ ἔχειν τι γεῶδες, οὐδὲ ὀσμῆς ὑλώδους τι παντάπασιν· ὅθεν καὶ δοχεῖον, ἀνάμεστον κατέστη, τοῦ οὐρανίου μύρου.

Θεοτοκίον.
Θετοκόκε θερμῶς σε δυσωποῦμεν· σὺ γὰρ μόνη μεσίτρια τυγχάνεις, πᾶσι πιστοῖς, καὶ μάλιστα τοῖς δούλοις σου, τοῖς ἐνασκουμένοις, ἐν Ὄρει τῷ Ἁγίῳ, οὓς φρούρει σαῖς πρεσβείαις.

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Ἐφάνης ὑπὲρ ἄνθρωπον ἐπὶ γῆς, ὡς ζωὴν διανύσας ἰσάγγελον· τίς γὰρ ὡς σύ, δόξαν ἐβδελύξατο παντελῶς, ὡς οὐδὲ μετὰ θάνατον, θέλειν σου φανῆναι τὰς ἀρετάς. Διό περ θεοφόρε, ὁ σύμπας εὐφημεῖ σε, τοῦ οὐρανοῦ καὶ γῆς διάκοσμος.

Σὺ ἔργῳ ἐβεβαίωσας τὸ ῥητόν, ὃ Χριστὸς διαῤῥήδην ἐκέλευσε, μηδὲν ποιεῖν, πρὸς τὸ θεαθῆναι ἐνδεικτικῶς, ὡς τοῦ μισθοῦ ἀπέχουσιν, ἀρετὰς οἱ πράττοντες φανερῶς. Διὸ καὶ ἡγιάσθης, Εὐδόκιμε θεόφρον, ἁγιασμῷ τελείῳ πάνσοφε.

Πλουσίας ἀνιδόσεις ἐν οὐρανοῖς, εἰληφὼς τῶν ἀμέτρων καμάτων σου, παρὰ Θεοῦ, μνήσθητι Εὐδόκιμε καὶ ἡμῶν, καὶ χαλεπῶν κακώσεων, λύτρωσαι τοὺς σπεύδοντας εὐλαβῶς, σορῷ σου τῶν λειψάνων· Μονὴν δὲ τὴν οἰκείαν, σώζοις λιταῖς σου περιστάσεων.

Θεοτοκίον.
Δοχεῖον γεγονυῖα ὑπερφυές, εὐδοκίᾳ Πατρὸς τοῦ Γεννήτορος, Πνεύματος δέ, ἅμα ἐπελεύσει συνεργικοῦ, Θεοῦ τοῦ Λόγου Πάναγνε, ὃν καὶ καθικέτευε σὴν Μονήν, πρεσβείαις Εὐδοκίμου, τηρεῖν καὶ περιέπειν, διαιωνίζειν τε ἀπήμονα.

Καὶ εὐθύς, τό·
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν· τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Καὶ εἶτα τὰ παρόντα Μεγαλυνάρια,
Τοὺς ἀσπαζομένους σου εὐλαβῶς, σορὸν τῶν λειψάνων, καὶ τελοῦντάς σου τὴν φαιδράν, μνήμην περιφρούρει, ἀπὸ πάσης ἀνάγκης, Εὐδόκιμε τρισμάκαρ, ἀξιοθαύμαστε.

Τῆς Βατοπαιδίου μέγας φρουρός, καὶ τοῦ Ὄρους Ἄθω, ὁ ἀσύλητος θησαυρός, μοναστῶν ἁπάντων, τὸ γέρας τε καὶ κλέος, Εὐδόκιμε θεόφρον, φρούρει τὴν ποίμνην σου.

Μέγιστος ὑπάρχεις ἡμῶν φρουρός, φύλαξ καὶ προστάτης, ἀντιλήπτωρ καὶ πρεσβευτής, ἐν κινδύνοις ῥύστης, Μονῆς Βατοπαιδίου, Εὐδόκιμε τρισμάκαρ· διὸ τιμῶμέν σε.

Πάντων νοσημάτων ἀπαλλαγήν, πόνων καὶ κινδύνων, καὶ δαιμόνων ἐπιβουλῆς, κάραν σου τὴν θείαν, πιστοῖς πᾶσιν ἐδείξω, Εὐδόκιμε θεόφρον, φάρμακον ἕτοιμον.

Θήκη ἡ πανεύοσμος τῶν σεπτῶν, λειψάνων σου μάκαρ, εὐωδίαν μυρεψικήν, ἄτεχνον προχέει τοῖς προσιοῦσι πᾶσιν, ὑγείαν τε βραβεύει, ψυχῆς καὶ σώματος.

Καὶ τὰ τῆς Μονῆς.
Νῦν εὐαγγελίζεται Γαβριήλ, τὸ χαῖρε κραυγάζων μετὰ δέους τῇ Μαριάμ· ὢ τοῦ ξένου τρόπου! ἐν μήτρᾳ γὰρ ἀχράντῳ, συνείληπται ὁ Πλάστης, σῴζων ὃν ἐπλασε.

Θείαν Βηματάρισσαν τὴν σεπτήν, πάντες προσκυνοῦμεν, Ἐσφαγμένην καὶ τὰς λοιπάς, τὴν Παραμυθίαν, καὶ τὴν Ἐλαιοβρύτιν, σὺν τῇ Ἀντιφωνούσῃ καὶ τὴν Παντάνασσαν.

Τὰς σεπτὰς εἰκόνας σου τῆς μορφῆς, τὴν Παραμυθίαν προσκυνοῦμεν καὶ τὰς λοιπάς, τὴν Ἀντιφωνοῦσαν, τὴν Πυροβοληθεῖσαν, τὴν θείαν Ἐσφαγμένην καὶ τὴν Παντάνασσαν.

Ζώνη πολυτίμητε τῆς Ἁγνῆς, πηγὴ τῶν θαυμάτων, καὶ χαρίτων ὁ θησαυρός, σῶσον τοὺς σοὺς δούλους, ἀπὸ παντοίας βλάβης, ὡς τῆς ζωῆς τὸ σκεῦος, σὺ περιζώσασα.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου Εὐδοκίμου.
Ἦχος γ΄. Θείας πίστεως.
Μῦρον εὔοσμον Βατοπαιδίου, ἡδυπνόοις σου ὁδμαῖς θαυμάτων, ἀνεδείχθης τρισμάκαρ Εὐδόκιμε, εὐωδιάζων ψυχὰς καὶ τὰ σώματα, τῶν προσιόντων σορῷ τῶν λειψάνων σου· Θεοδόξαστε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ῥέει ἰαμάτων ποταμούς, πέμπει ἀρωμάτων ἀκτῖνας, βλύζει θαυμάτων πηγάς, θήκη τῶν λειψάνων σου, σοφὲ Εὐδόκιμε, ἀμισθὶ ἰωμένη τε, τοὺς σὲ προσκυνοῦντας· ὅθεν σου δεόμεθα περιπτυσσόμενοι, θείαν σου σορὸν καὶ βοῶντες· οἴκτειρον ἡμᾶς ταῖς λιταῖς σου, καὶ δεινῶν παντοίων ἐλευθέρωσον.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Ἡ Παράκλησις ἐλήφθη ἐκ χειρογράφου κώδικος τῆς Βιβλιοθήκης Ἱερᾶς Μονῆς Βατοπαιδίου.
(Σημείωσις χειρογράφου) Ἐτελειώθη ἐν ἔτει σωτηρίῳ 1849, Ἰανουαρίῳ ιβ´.

Πηγή