Παρακλητικός Κανών εις τον Όσιο Ευγένιο τον Αιτωλό

Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας


†Εορτάζεται στις 5 Αυγούστου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ παρόντα τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς τῶν Ὁσίων κοινωνὸς ἐν τῷ βίῳ, τῆς τούτων δόξης ἐπαξίως μετέσχες, τῆς Αἰτωλίας βλάστημα Εὐγένιε· ὅθεν ἀεὶ πρέσβευε τῇ Ἁγίᾳ Τριάδι, πάσης βλάβης ῥύεσθαι καὶ παντοίων κινδύνων, τοὺς σὲ προστάτην ἔχοντας θερμόν, καὶ τῇ πρεσβείᾳ τῇ σῇ καταφεύγοντας.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ἐμήν, Εὐγένιε, φωνὴν δέξαι. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἐπάκουσον Πάτερ ἐξ οὐρανοῦ, τῶν σοὶ προσιόντων, τῶν δεήσεων συμπαθῶς, καὶ δίδου Εὐγένιε λιταῖς σου, ταῖς πρὸς Θεὸν αἰτημάτων τὴν πλήρωσιν.

Μεγίστης εὐκλείας ἀξιωθείς, ὡς πλήρης σοφίας, καὶ ἐν βίῳ θεοειδής, δίδου ἡμῖν σύνεσιν παμμάκαρ, ὡς ἂν ἐχθροῦ τὴν κακίαν ἐκφύγωμεν.

Ἡλίου ἀκτῖσι τοῦ νοητοῦ, λαμπόμενος Πάτερ, τοῦ νοός μου τὸν σκοτασμόν, λύσον τῷ φωτὶ τῶν πρεσβειῶν σου, τῶν διδασκάλων Εὐγένιε σέμνωμα.

Θεοτοκίον.
Ναμάτων ἀύλων ζωοποιῶν, θεόβρυτε κρήνη, παντευλόγητε Μαριάμ, βλῦσον τῇ διψώσῃ μου καρδίᾳ, ὕδωρ ζωῆς Θεοτόκε ἀθάνατον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἐντολῶν τοῦ Κυρίου, μύστης σοφὸς γέγονας· ὅθεν πρὸς ἐκπλήρωσιν τούτων, τὸν νοῦν διέγειρον, ἡμῶν Εὐγένιε, ἵνα ζωῆς τῆς ἀλήκτου, μέτοχοι γενώμεθα, οἱ σὲ γεραίροντες.

Ὑψηλῇ διανοίᾳ, τῆς θεϊκῆς γνώσεως, σκεῦος πολύτιμον ὤφθης, πάτερ Εὐγένιε· ὅθεν συνέτισον, ἡμῶν τὸν νοῦν συνιέναι, καὶ πληροῦν τὸ ἅγιον, Κυρίου θέλημα.

Γεωργεῖν ἐν ἀγάπῃ, δίδου ἡμῖν Ὅσιε, δύναμιν ταῖς σαῖς ἱκεσίαις, τῆς θείας πίστεως, ἔργα σωτήρια, καὶ τοὺς καρποὺς τοὺς ἁγίους, ἵνα μετασχοίημεν, ζωῆς τῆς κρείττονος.

Θεοτοκίον.
Ἐξ ἁγνῶν σου αἱμάτων, ὑπερφυῶς ἄνθρωπος, γέγονεν ὁ Κτίστης τῶν ὅλων, μείνας ὃ πέφυκε· καὶ κόσμον ἔσωσεν, ἐκ τῆς ἀρχαίας κατάρας, δι’ ἀγαθότητα.

Διάσωσον, ταῖς πρὸς Θεόν σου πρεσβείαις, πάσης ἀνάγκης, διδασκάλων ἅγιον κλέος Εὐγένιε.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Σοφίᾳ τῇ σῇ συνέτισον Εὐγένιε, τὰ ἄνω φρονεῖν καὶ ὁλικῶς ἐφίεσθαι, τοὺς εὐλαβῶς προστρέχοντας, τῇ θερμῇ σου πρεσβείᾳ ἑκάστοτε· σὺ γὰρ Ἁγίων συνὼν τοῖς χοροῖς, πληροῖς τὰς αἰτήσεις τῶν τιμώντων σε.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νοσημάτων καὶ θλίψεων, τήρησον ἀτρώτους ἡμᾶς Εὐγένιε, ταῖς πρὸς Κύριον πρεσβείαις σου, καὶ εἰρήνην αἴτει ταῖς ψυχαῖς ἡμῶν.

Ἱλαρῶς ἡμῖν φάνηθι, ἀοράτως ἄνωθεν ὡς φιλότεκνος, καὶ παράσχου τοῖς ποθοῦσί σε, τὴν σὴν εὐλογίαν Πάτερ ὅσιε.

Ἔχοντές σε Εὐγένιε, θεῖον ὑποφήτην πρὸς βίον ἔνθεον, εὐλαβῶς σοι καταφεύγομεν, τὴν σὴν ἐκδεχόμενοι ἀντίληψιν.

Θεοτοκίον.
Φωτισμῷ τῆς σῆς χάριτος, τὸν ἐσκοτισμένον νοῦν μου καταύγασον, καὶ τοῦ ζόφου με ἀπάλλαξον, τοῦ τῆς ἁμαρτίας Κόρη πάναγνε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὥσπερ τῶν πιστῶν, λιμὴν ἄκλυστος Εὐγένιε, τῶν ἐν βίῳ χαλεπῶν τρικυμιῶν, τὴν ζωὴν ἡμῶν ἀπάλλαξον δεόμεθα.

Νέκρωσον σοφέ, τὴν μανίαν τοῦ ἀλάστορος, τοῦ ὁρμῶντος καθ’ ἡμῶν μανιωδῶς, ὡς ζωῆς τῆς θείας μέτοχος Εὐγένιε.

Ἤστραψας φωτί, διδαχῶν θείων Εὐγένιε· καὶ νῦν αἴτησαι ἡμῖν παρὰ Θεοῦ, φωτισμὸ καὶ τῶν πταισμάτων ἀπολύτρωσιν.

Θεοτοκίον.
Νόμοις θεϊκοῖς, ἐναρέτως πολιτεύεσθαι, Θεοτόκε ἐνδυνάμωσον ἡμᾶς, ὡς ἂν εὕρωμεν πταισμάτων τὴν συγχώρησιν.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Δυνάμει, τῶν ἱερῶν πρεσβειῶν σου, ἐνδυνάμωσον ἡμῶν τὰς καρδίας, ἀποπληροῦν τοῦ Κυρίου τὰς ῥήσεις, καὶ ἐν ἀγάπῃ βιοῦν καὶ χρηστότητι, Εὐγένιε πάτερ σοφέ, ὡς ἡμῶν ἀντιλήπτωρ καὶ ἔφορος.

Ἐξ ὕψους, ἴδε ἐν ὄμματι θείῳ, πατρικῶς ἐπὶ τὰ τέκνα σου Πάτερ, καὶ δίδου ἡμῖν αἰτημάτων τὴν λύσιν, ταῖς πρὸς Θεόν σου πρεσβείαις Εὐγένιε· ὅτι προστάτην σε θερμόν, κεκτημένοι πιστῶς σοι προστρέχομεν.

Ξενώσας, τῶν ἐπιγείων τὸν νοῦν σου, πρὸς οὐράνιον ἐπτέρωσας πόθον· ὅθεν ἡμᾶς ἀναπτέρωσον Πάτερ, πρὸς τὴν ἀγάπην τοῦ πάντων δεσπόζοντος, ἵνα ῥυσθῶμεν τῆς ἐχθροῦ, χαλεπῆς δεσποτείας Εὐγένιε.

Θεοτοκίον.
Ἀφράστως, τὸν ποιητὴν τῶν αἰώνων, μετὰ σώματος ἐν χρόνῳ τεκοῦσα, καὶ μετὰ τόκον ὡς ἧς πρὸ τοῦ τόκου, παρθένος μείνασα Κόρη πανάμωμε, πάσης κακίας καὶ φθορᾶς, τὰς καρδίας ἡμῶν ἀποκάθαρον.

Διάσωσον, ταῖς πρὸς Θεόν σου πρεσβείαις, πάσης ἀνάγκης, διδασκάλων ἅγιον κλέος Εὐγένιε.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ἐξ Αἰτωλίας ἐκλάμψας Εὐγένιε, καταπυρσεύεις ἡμᾶς θείοις λόγοις σου· καὶ νῦν ἡμᾶς ῥῦσαι δεόμεθα, πάσης ἀνάγκης καὶ θλίψεως Ἅγιε, παθῶν ἀπελαύνων σκοτόμαιναν.

Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ· τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. ια΄ 27-30).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅλος ἐνθεώτατος τῇ καθαρᾷ πολιτείᾳ, καὶ σοφίας χάρισι, γεγονὼς Εὐγένιε παμμακάριστε, φωτισμοῦ ἔμπλεως θείου καθωράθης· διὰ τοῦτό σου δεόμεθα, μακρὰν ἀπέλασον, πάντα σκοτασμὸν τὸ ὀλέθριον, καὶ ἅπαντα τὰ σκάνδαλα, τὰ τοῦ πονηροῦ κοσμοκράτορος, ὅπως ἐν εἰρήνῃ, καὶ βίῳ καθαρῷ φόβῳ Θεοῦ, πολιτευσάμενοι Ὅσιε, δόξης θείας τύχωμεν.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἰθυνόμενος Πάτερ, διὰ βίου τελείου πρὸς τὰ οὐράνια, λιμὴν χειμαζομένων, καὶ θεῖος κυβερνήτης, ἀνεδείχθης Εὐγένιε, τῆς ἐν ζάλῃ πικρᾷ, ὀδυνηρᾶς δουλείας.

Γνώμην ἔμφρονα φέρειν, καὶ καρδίαν εὐθεῖαν βίου λαμπρότητι, ἐν ἔργοις τῆς ἀγάπης, καὶ οἴκτου πρὸς τὸ πέλας, καταξίωσον Ὅσιε, τοὺς ἐξαιτοῦντας πιστῶς, τὴν σὴν ἐπιστασίαν.

Ἐναρέτως βιώσας, καὶ πολλοὺς τῷ σῷ λόγῳ φωτίσας Ἅγιε, ἐνάρετον ἀνύειν, ζωὴν καὶ πολιτείαν, ἡμᾶς Πάτερ ἀξίωσον, ὡς τοῦ Χριστοῦ κοινωνός, καὶ μύστης ἀῤῥήτων.

Θεοτοκίον.
Ῥάβδος ἔφυς Παρθένε, ὥς φησιν Ἡσαΐας Ἁγίῳ Πνεύματι, ὡς ἄνθος ἀνηρότως, Χριστὸν ἀνθηφοροῦσα, ὀσμὴν θείαν παρέχοντα, τοῖς προσκυνοῦσι πιστῶς, τὸν ἄφραστον σου τόκον.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἁγίων δήμοις, συνὼν Εὐγένιε πάτερ, καθικέτευε Χριστὸν τὸν Βασιλέα, ἡμᾶς ἀξιῶσαι τῆς ἄνω Βασιλείας.

Σωφρόνως Πάτερ, πολιτευθεὶς ἐν τῷ βίῳ, αἴτει ἅπασιν ἰσχὺν καὶ θεῖον φόβον, ὡς ἂν τοῦ Κυρίου βαδίσωμεν τὰς τρίβους.

Ἴασαι Πάτερ, τὴν ἀσθενοῦσαν ψυχήν μου, καὶ τοῦ σώματος κατάπαυσον τοὺς πόνους, τοῖς τῶν πρεσβειῶν σου, Εὐγένιε φαρμάκοις.

Θεοτοκίον.
Μῆτερ Κυρίου, καὶ ἀειπάρθενε Κόρη, τὴν καρδίαν μου δεινῶς ἐσπιλωμένην, κάθαρον καὶ πλῦνον τῶν οἰκτιρμῶν σου ῥείθροις.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Οὐράνωσον τὸν νοῦν μου, Εὐγένιε πάτερ, τῆς σῆς πλουσίας σοφίας τῇ χάριτι, καὶ τὴν καρδίαν μου πλῆσον, πολλῆς συνέσεως.

Ὑψίστου ὡς θεράπων, Εὐγένιε πάτερ, Αὐτὸν ἀπαύστως δυσώπει δεόμεθα, ἡμῖν διδόναι πταισμάτων, τὴν ἀπολύτρωσιν.

Ὑπέρτερον σκανδάλων, καὶ πάσης κακίας, ἡμῶν τὸν βίον ἀπέργασαι Ἅγιε, ὡς ἂν Κυρίῳ ἀμέμπτως εὐαρεστήσωμεν.

Θεοτοκίον.
Ὑψίστου χαῖρε Μῆτερ, κεχαριτωμένη, ἠ τῶν βροτῶν προστασία καὶ λύτρωσις, καὶ ἀσφαλὴ προσδοκία, τῆς σωτηρίας μου.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τῶν Ὁσίων ὁ κοινωνός· χαίροις τῆς σοφίας, ὑποφήτης ὁ ἱερός· χαίροις Αἰτωλίας, βλαστὸς ὁ θεοφόρος, Εὐγένιε θεόφρον, ἡμῶν ἀγλάισμα.

Ὤφθης εὐγενείας τῆς θεϊκῆς, θεόγραφος στήλη, φερωνύμως δι’ ἀρετῆς, ἧς τὴν κοινωνίαν, τῷ λόγῳ σου διδάσκεις, δι’ ἐναρέτου βίου, ἡμᾶς Εὐγένιε.

Ἐκ παιδὸς Κυρίῳ ἀνατεθείς, τῆς σοφίας Πάτερ, ἐμυήθης τὴν ἀρετήν, καὶ αὐτὴν πλουτήσας, συντόνῳ ἐπιδόσει, διδάσκαλος τοῦ Γένους, ὤφθης σοφώτατος.

Χαίρει ἡ πατρὶς ὡς ἀληθῶς, τὸ Δένδρον τὸ Μέγα, οἷα δένδρον πνευματικόν, βλαστῆσάν σε Πάτερ, καὶ τῶν σεπτῶν καμάτων σου, μέτοχον μακαρίζει, σὲ ὦ Εὐγένιε.

Λόγον τῆς σοφίας σου ἐφαπλῶν, πόλεις καὶ χωρία, κατευθύνεις πρὸς τὸν Χριστόν, ἐν Καρπενησίῳ, ἀφθόνως δὲ παρέχεις, τὸν γλυκασμὸν Εὐγένιε, τῆς σῆς χάριτος.

Δόξης οὐρανίου κατατρυφῶν, σὺν Ἁγίοις δήμοις, καὶ Ἀγγέλων θείοις χοροῖς, πρέσβευε ἀπαύστως, Εὐγένιε θεόφρον, ῥύεσθαι πάσης βλάβης, τοὺς σὲ γεραίροντας.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Χάριν, εἰληφὼς παρὰ Θεοῦ, πρέσβευε Εὐγένιε πάτερ, τῷ πανοικτίρμονι, πάσης περιστάσεως καὶ προσβολῆς καὶ φθορᾶς, καὶ ἀνάγκης καὶ θλίψεως καὶ πόνων λυτροῦσθαι, τοὺς πιστῶς προσπίπτοντας τῇ προστασίᾳ σου, ἅμα καὶ πταισμάτων τὴν λύσιν, καὶ εἰρήνην αἴτει βαθεῖαν, τοῖς εἰλικρινῶς σε μακαρίζουσι.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.