Παρακλητικός Κανών εις τον Όσιο και Θεοφόρο Πατέρα ημών Ευστράτιο τον Θαυματουργό

ΟΣΙΟΣ ΕΥΣΤΡΑΤΙΟΣ Ο ΘΑΥΜΑΤΟΥΡΓΟΣ
ΟΜΟΛΟΓΗΤΗΣ ΚΑΙ ΗΓΟΥΜΕΝΟΣ
Ο ΕΝ ΟΛΥΜΠΩ ΒΙΘΥΝΙΑΣ ΚΑΙ
ΕΝ ΤΗ ΟΜΩΝΥΜΩ ΝΗΣΩ ΑΣΚΗΣΑΣ
ΠΡΟΣΤΑΤΗΣ ΚΑΙ ΠΟΛΙΟΥΧΟΣ
ΑΓΙΟΥ ΕΥΣΤΡΑΤΙΟΥ

Ποίημα Καθηγουμένης Ἰσιδώρας Μοναχῆς Ἁγιεροθεϊτίσσης

† Εορτάζεται στις 9 Ιανουαρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Κατόπιν τὰ Τροπάρια·

῏Ηχος δ΄. ῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν θεοφόρον ἀσκητὴν τοῦ Ὀλύμπου, τῆς Βιθυνίας τὸν ἀκοίμητον λύχνον, τὸν ἀρετῶν ἐκλάμποντα, τῷ θείῳ φωτί· ᾄσωμεν Εὐστράτιον, τὸν ἐν θαύμασι μέγαν, τούτου μακαρίζοντες, τὰς λαμπρὰς ἀριστείας· ἃς ἀρεστῇ κατώρθωσε σπουδῇ, ἐν τῇ Αὐγάρων, Μονῇ ἧς ἡγήσατο.

Δόξα.
Ὅμοιον.
Εἰκονομάχων ἐν δυστήνοις τοῖς χρόνοις, ὑπὲρ δογμάτων ἱερῶν ἠγωνίσθης, θεοφιλῶς Εὐστράτιε, κρατήσας καλῶς· πίστιν τὴν Ὀρθόδοξον, ἧς ὑπέρμαχος ὤφθης, μείνας ἀδιάσειστος, ἐν τῷ νόμῳ Κυρίου· καὶ σεαυτὸν παρέθου προσευχῆς, καὶ ἐγκρατείας, ὑπόδειγμα ἔμψυχον.

Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ἀρχόμεθα τοῦ Κανόνος οὗ ἡ ἀκροστιχίς·
Εὐστράτιον θαυματουργὸν ᾄδω. Ἰσιδώρας.

Εἰς ἕκαστον τροπάριον λέγομεν·
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Εἰς τὰ δύο τελευταῖα·
Δόξα. Καὶ νῦν.

῏Ηχος πλ. δ΄. ᾨδὴ α΄. ῾Υγρὰν διοδεύσας.
Ἑόρτιον σύναξιν οἱ πιστοί, στησώμεθα δεῦτε, εὐφημοῦντες χαρμονικῶς, Εὐστράτιον ὅσιον Πατέρα· θαυματουργὸν ἐν Ὀλύμπῳ τὸν λάμψαντα.

Ὑπῆρξας Εὐστράτιε ἐκ παιδός, πιστὸς ὑπηρέτης, τοῦ Κυρίου καὶ ἀγαθός, διὸ φιλοπόνῳ σου ἀσκήσει· τὰ σοὶ δοθέντα ἐπηύξησας τάλαντα.

Σοὶ κράζει ἐπαίνους Βιτζιανή, ἡ πόλις Ταρσίας, Βιθυνίας μητροπρεπῶς, τιμᾷ καὶ γεραίρει σε ὡσαύτως· ἡ σοὶ ὁμώνυμος νῆσος Εὐστράτιε.

Θεοτοκίον.
Τὰς τάξεις Ἀγγέλων ἐν οὐρανοῖς, τιμῇ τε καὶ δόξῃ, ὑπερβέβηκας Μαριάμ, Θεὸν ὡς τεκοῦσα ἐκ γαστρός σου· τὸν Βασιλέα τῶν ὅλων καὶ Κύριον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ῥυθμιζόμενος αὔραις, τοῦ παντουργοῦ Πνεύματος, ἔλιπες τοῦ κόσμου τὴν τύρβην, πάτερ Εὐστράτιε, καὶ προσελθὼν νουνεχῶς, ἐν τῇ Μονῇ τῶν Αὐγάρων, Μοναχῶν ἐφόρεσας, σχῆμα τὸ ἅγιον.

Ἀγρυπνίας νηστείας, καὶ προσευχὰς ἔφερες, ὥσπερ προσφορὰν τῷ Κυρίῳ, ἐν οἰκειότητι, καὶ παρ’ Αὐτοῦ δαψιλῶς, τὸν πολυτίμητον πλοῦτον, τῆς ἀγάπης ἔλαβες, πάτερ Εὐστράτιε.

Τίς Εὐστράτιε μάκαρ, τοὺς ἱεροὺς ἄθλους σου, δύναται καλῶς ἀριθμῆσαι; σὺ γὰρ ὡς ἄσαρκος, ἐν ἐγκρατείᾳ σκληρᾷ, καὶ ταπειναῖς ἐργασίαις, καὶ παννύχοις στάσεσιν, ἦγες τὸν βίον σου.

Θεοτοκίον.
Ἰησοῦν τὸν Σωτῆρα, καὶ Λυτρωτὴν τέτοκας, ἄχραντε παρθένε Μαρία, τὸν καταργήσαντα, τὰ τοῦ θανάτου δεσμά, ἀκαταλύτῳ δυνάμει, καὶ ζωὴν δωρούμενον, τὴν ἀτελεύτητον.

Ἀξίωσον ἡμᾶς φυλάττειν, τὸν νόμον τῆς ἐγκρατείας, ὁ φυλάξας ἐπιμελῶς θεσμοὺς τῆς ἀσκήσεως, Εὐστράτιε πάτερ θαυματοφόρε.

Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Τὸν δρόμον Θεοῦ, τὸν θεῖον καὶ σωτήριον, διέβης σπουδῇ, προθύμῳ ὦ Εὐστράτιε, Μοναστὰς ὡδήγησας· εἰς λιμένα γνώσεως Ὅσιε, καὶ ἐναρέτου πράξεως κανών, ἐγένου ἐν ἔργοις ἀγαθότητος.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὀφθαλμοῖς σου οὐκ ἔδωκας, ὕπνον ὦ Εὐστράτιε ὁσιώτατε· οὐδὲ πάλιν τοῖς βλεφάροις σου, νυσταγμὸν εὐχόμενος πρὸς Κύριον.

Νουθεσίαις Εὐστράτιε, καὶ ταῖς διδαχαῖς σου εἰς τὴν ἀλήθειαν· τοὺς Μονάζοντας ἐστήριξας, ὡς σοφὸς καὶ εὔγνωστος Ἡγούμενος.

Θαυμαστά σου τὰ θαύματα, καὶ ἡ πολιτεία σου ἀκατάγνωστος· ἀξιέραστος ὁ ζῆλός σου, καὶ θερμὴ ἡ πίστις σου Εὐστράτιε.

Θεοτοκίον.
Ἀγαλλόμενοι χαῖρέ σοι, σὺν τῷ Ἀρχαγγέλῳ Παρθένε ψάλλομεν· διὰ σοῦ γὰρ λύπη πέπαυται, καὶ χαρᾶς πεπλήρωται τὸ δώρημα.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὕβριν βδελυκτήν, κατεμίσησας Εὐστράτιε, τῶν δεινῶν Εἰκονομάχων παρευθύς, καὶ τῶν Εἰκόνων, τὴν προσκύνησιν ἠγάπησας.

Μόνος τῷ Θεῷ, προσωμίλεις προσευχόμενος, ἐν τῷ ὄρει τοῦ Ὀλύμπου παροικῶν, καὶ ἐν σπηλαίῳ, τῆς σῆς νήσου ὦ Εὐστράτιε.

Ἄγαν τοῦ Θεοῦ, μελετήσας τὰ προστάγματα, ἐπελάθου ὦ Εὐστράτιε σοφέ, διδασκαλίας, κοσμικὰς καὶ ματαιόφρονας.

Θεοτοκίον.
Τέλειον Θεόν, καὶ βροτὸν ὡσαύτως τέλειον, ἀπεκύησας Παρθένε Μαριάμ, Χριστὸν Μεσσίαν, τὸν λυτρούμενον τὸν ἄνθρωπον.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Οὐδέποτε ἱερὲ Εὐστράτιε, ἐπὶ κλίνης καὶ στρωμνῆς ἐκοιμήθης, ἀλλ’ εἰς τὴν γῆν, ἐπ’ ὀλίγον ἐδίδως, τῇ ταλαιπώρῳ σαρκί σου ἀνάπαυσιν· Θεῷ ἀπαύστως ὁμιλῶν· προσευχαῖς καὶ δεήσεσιν Ὅσιε.

Ὑπέρτερος ἡδονῶν Εὐστράτιε, τῇ συντόνῳ σου ἀσκήσει ἐγένου, πάθη σαρκός, ἐγκρατῶς χαλινώσας, καὶ ὑποτάξας τὸ χεῖρον τῷ κρείττονι· ἐδέξω ὅθεν ὡς μισθόν· αἰωνίου ζωῆς τὸ δηνάριον.

Ῥημάτων σου τῶν σοφῶν τοῖς φθέγμασι, τοὺς Μονάζοντας ὡδήγησας Πάτερ, εἰς τὴν ὀρθήν, καὶ εὐθεῖαν πορείαν, τῆς τοῦ Θεοῦ ἀληθείας Εὐστράτιε· στηρίζων ἅμα ἐν ὁδῷ· ἀσφαλῶς τὰ αὐτῶν διαβήματα.

Θεοτοκίον.
Γαλήνιον σὲ λιμένα ἔχομεν, καὶ παρήγορον τοῦ κόσμου ἐλπίδα, ἁμαρτωλῶν, πρὸς Θεὸν παῤῥησίαν, καὶ προστασίαν καὶ σκέπην καὶ στήριγμα· πιστῶν τε πάντων βοηθόν· παναγία παρθένε Μητρόθεε.

Ἀξίωσον ἡμᾶς φυλάττειν, τὸν νόμον τῆς ἐγκρατείας, ὁ φυλάξας ἐπιμελῶς θεσμοὺς τῆς ἀσκήσεως, Εὐστράτιε πάτερ θαυματοφόρε.

Ἄχραντε ἡ διὰ λόγου, τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἐν Ὀλύμπῳ τὴν ἀγγελικὴν πολιτείαν σου, διανύσας ἱεροπρεπῶς ὑπερέλαμψας, μετὰ δόξης θεοπρεποῦς Εὐστράτιε σοφέ, ζωὴν ἔγκλειστον καὶ αὐστηράν, ἐπιδειξάμενος καλῶς, ἀσκητὴς ὡς πολύπειρος· σπήλαιον δὲ ὡσαύτως, εἰς νήσου τῆς ὁμωνύμου, ἀγωνισάμενος καλῶς, θείας δόξης κατηξίωσαι.

Προκείμενον.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι. (δίς)
Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατηύθυνε τὰ διαβήματά μου.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. στ΄ 17-23)
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ· ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο, καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς Μαθητὰς αὐτοῦ, ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσι, καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Δόξα Σοι, Κύριε, δόξα Σοι.

Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στράταν τὴν εὐθύδρομον, τῶν ἐντολῶν τοῦ Κυρίου, ἱερὲ Εὐστράτιε, εὐχερῶς ἐβάδισας δυναμούμενος· τῷ γλυκεῖ ἔρωτι, τῆς Χριστοῦ ἀγάπης, τῆς σαρκός σου μὴ φεισάμενος, ποσῶς οὐχ ὕπνωσας, ἀναπαυτικῶς ἐπὶ κλίνης σου, οὐκ ἔλαβες τὰ βρώματα, ἐν τῇ ἀπολαύσει τῆς γεύσεως· ὅθεν ἐγκρατείας, ἐγένου ἀκριβέστατος κανών, τῆς ἡσυχίας διδάσκαλος, Πατὴρ Μοναζόντων τε.

Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὁλοπόθῳ στοργῇ σου, τῷ Θεῷ ἠκολούθεις, ἀπὸ νεότητος, φορέσας Μοναζόντων, Εὐστράτιε τὸ σχῆμα, τὸ σεπτὸν καὶ ἰσάγγελον· καὶ πολιτείᾳ σεμνῇ, ὡς Ἄγγελος βιώσας.

Νικηφόρος ἐδείχθης, στρατιώτης Κυρίου, σοφὲ Εὐστράτιε, παθῶν τὴν τυραννίδα, νικήσας κατὰ κράτος, τοῖς ὁσίοις σου σκάμμασι· καὶ αἰωνίου ζωῆς, ἐδέξω τὰ βραβεῖα.

Ἀγοράσαι ποθήσας, τὸν χρυσοῦν μαργαρίτην, τὸν πολυτίμητον, τῆς ἄνω Βασιλείας, κατέλιπες τοῦ κόσμου, τὰ τερπνὰ ὦ Εὐστράτιε· καὶ ὡς πτωχὸς ἀσκητής, ηὐλίσθης ἐν σπηλαίῳ.

Θεοτοκίον.
Διαχρύσῳ ἐσθῆτι, ὡς Βασίλισσα πάντων, ὑπεραστράπτουσα, παρίστασαι ἐν δόξῃ, Υἱοῦ σου δεξιόθεν, Θεοτόκε πανάχραντε· καὶ ἀπολαύεις τιμῆς, μητρῴας ἐξαιρέτως.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὡς θεῖος λύχνος, ἐπὶ τοῦ ὄρους ἐτέθης, τῆς Χριστοῦ Ἐκκλησίας καὶ λάμπεις, κάλλει ἀπροσίτῳ, Εὐστράτιε παμμάκαρ.

Ἰδοὺ ὡς δῶρον, ἀσκητικῶν σοι ἱδρώτων, τοὺς καμάτους μου Κύριε φέρω, ὅλης ἐκ καρδίας, Εὐστράτιος ἐβόα.

Σκεῦος ἐδείχθης, τῆς ἐκλογῆς τῆς τιμίας, ὦ Εὐστράτιε ὅσιε πάτερ, εὔχρηστον εἰς βάσιν, καλῆς διακονίας.

Θεοτοκίον.
Ἱερωτέρα, ἀγγελικῶν στρατευμάτων, σὺ ὑπάρχεις παρθένε Μαρία, ὡς ἀποτεκοῦσα, τὸν πάντων Βασιλέα.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Δικαίων αἱ χορεῖαι, τάξεις τῶν Ὁσίων, τῶν ἀσκητῶν τε τὰ πλήθη, σκιρτῶσιν ὁμοῦ, τῇ ἑορτίῳ τιμῇ σου, πάτερ Εὐστράτιε.

Ὡς εὔκαρπος ἐλαία, ἔδωκας πλουσίως, τὰς ἀγαθὰς ἐπιδόσεις, ἐν οἴκῳ Θεοῦ, διὸ Εὐστράτιε πλοῦτον, εὗρες οὐράνιον.

Ῥανάτωσαν τὰ ὄρη, θείαν εὐφροσύνην, τοῦ Εὐστρατίου τῇ μνήμῃ, ὁσίου Πατρός, καὶ γὰρ ἐν ὄρει Ὀλύμπου, οὗτος ἠγώνισται.

Ἀγάλλου Εὐστρατίου, τῇ μεγαλωσύνῃ, τῆς Βιθυνίας ἡ χώρα, καὶ χαῖρε ὁμοῦ, πλησιοχώρως τῆς Λήμνου, νῆσος ὁμώνυμος.

Θεοτοκίον.
Σκηνὴ τῆς θείας δόξης, ὤφθης Θεοτόκε, τὸν Βασιλέα τῶν ὅλων, Χριστὸν τὸν Θεόν, ἀπεριγράπτως γὰρ ἔσχες, ἐν τῇ κοιλίᾳ σου.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν˙ τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Και τὰ ἑπόμενα Μεγαλυνάρια.
Ὧν ἡ ἀκροστιχίς·
Χαῖρε, ὅσιε Πάτερ.

Χαίροις Ἐκκλησίας ἡ χαρμονή, χαίροις τοῦ Ὀλύμπου, Βιθυνίας περιωπή, χαίροις Εὐστρατίου, τῆς νήσου σου τὸ κλέος, Εὐστράτιε Πατέρων, πάτερ θειότατε.

Ἄγαμαι τὰς θείας σου ἀρετάς, στέργω σου τὴν δόξαν, μεγαλύνω σου τὴν τιμήν, ὕμνοις ἐκθειάζω, Εὐστράτιε παμμάκαρ, τῶν σῶν κατορθωμάτων, τὰ ἀκροθίνια.

Ἴσχυσας νικῆσαι τοῦ δυσμενοῦς, πάσας τὰς ἐνέδρας, ὦ Εὐστράτιε ἱερέ, σὺ γὰρ ἐγκρατείᾳ, ἐνέκρωσας τὰ πάθη, ζωῆς ἐπιζητήσας, τὰ διαβήματα.

Ῥόδον ὦ Εὐστράτιε ὡς τερπνόν, ἤνθησέ σε Πάτερ, εὐαρέστως Βιτζιανή, πόλις τῆς Ταρσίας, καὶ πᾶσα Βιθυνία, προσφέρει σε Κυρίῳ, μητροπρεπέστατα.

Ἔζησας Αὐγάρων ἐν τῇ Μονῇ, σχῆμα Μοναζόντων, ὦ Εὐστράτιε ἐνδυθείς, καὶ ἀπεξεδύθης, τὸ φρόνημα τοῦ κόσμου, ταῖς τάξεσιν Ἀγγέλων, προσοικειούμενος.

Ὅλῃ σου καρδίᾳ ὅλῃ ψυχῇ, ὅλῃ σου προθέσει, καὶ ἐξ ὅλης σου τῆς στοργῆς, Κύριον τῶν ὅλων, Εὐστράτιε ἠγάπας, καὶ τούτῳ ἠκολούθεις, μετὰ συνέσεως.

Στήριγμα ἐγένου τῶν Μοναστῶν, τούτους νουθετήσας, ὡς ἡγούμενος συνετός, καὶ Εὐαγγελίου, διδάξας τὰς προστάξεις, ἐν ἔργοις σου καὶ λόγοις, πάτερ Εὐστράτιε.

Ἴθυνας λιμένα εἰς γαληνόν, τοὺς ταραττομένους, ἐν τῷ κλύδωνι τῶν παθῶν, καὶ εἰρηνοδώρους παρέσχες ἀντιδόσεις, Ευστράτιε παμμάκαρ, τοῖς προσιοῦσί σοι.

Ἔλαμψαν τὰ ἔργα σου τὰ καλά, δόξῃ ἀπροσίτω, ᾦ Εὐστράτιε ἐπὶ γῆς, καὶ τῶν σῶν θαυμάτων, τὰ πλήθη ἀκολούθως, ἐκπλήττουσιν τοῦ κόσμου, πάντα τὰ πέρατα.

Πέτραν εἰς τὴν ἄσειστον τοῦ Χριστοῦ, εἰκονομαχίας, ἐν τοῖς χρόνοις τοῖς χαλεποῖς, ἔστησας τοὺς πόδας, Εὐστράτιε παμμάκαρ, εἰκόνας τὰς ἁγίας, σέβων ἐκ πίστεως.

Ἄγρυπνος διέμενες ἐν νυκτί, ὕμνοις τῷ Κυρίῳ, ὦ Εὐστράτιε ὁμιλῶν, καὶ ἐπὶ τῆς κλίνης, οὐδόλως ἐκοιμήθης, εἰς γῆν ὀλίγον ὕπνον, δοὺς τοῖς βλεφάροις σου.

Τάλαντα ἃ ἔλαβες ἐκ Θεοῦ, ηὔξησας πλειόνως, ὦ Εὐστράτιε ἱερέ, δοῦλος ὡς εὐγνώμων, διὸ καὶ εἰς νυμφῶνα, εἰσῆλθες τῆς δικαίων, ἀγαλλιάσεως.

Ἔσπειρας ἐν δάκρυσιν ἐπὶ γῆς, τῆς ἀσκητικῆς σου, σκληροτάτης διαγωγῆς, ὅθεν ἐν ὑψίστοις, ἐθέρισας πλουσίως, καρποὺς τῆς εὐφροσύνης, τῆς ὑπὲρ ἔννοιαν.

Ῥήματα ἡ νῆσος σου προσφωνεῖ, στέφουσα ἐκ πόθου, τῶν θαυμάτων σου τὰς σειράς, καὶ ἐν ἐγκωμίοις, Εὐστράτιε τιμῶσα, τὰ θεῖα μεγαλεῖα, τῆς πολιτείας σου.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς Ἐρήμου πολίτης.
Τὴν ὁδὸν τὴν εὐθεῖαν, τῆς τιμίας ἀσκήσεως, πόθῳ θεαρέστῳ διέβης, εὐθυπόρως Εὐστράτιε· νικήσας τυραννίδα τῶν παθῶν, καὶ φθάσας ἀπαθείας εἰς σκηνάς, ἐγκρατείᾳ καὶ πτωχείᾳ καὶ προσευχῇ, Θεῷ διαλεγόμενος. Χαίροις τῆς Βιθυνίας χαρμονή· χαίροις Ὀλύμπου σέμνωμα· χαίροις χειραγωγὲ τῶν εὐσεβῶν, Πατὴρ τῶν μοναζόντων τε.

Ἀπολυτίκιον. Ἕτερον ὅμοιον.
Ἡ Μονὴ τῶν Αὐγάρων, ἧς κατέστης Ἡγούμενος, Ὄλυμπος ὁμοῦ Βιθυνίας, σε τιμῶσιν Εὐστράτιε· Ἁγίου Εὐστρατίου ἐν χαρᾷ, ἡ νῆσος καὶ τὸ σπήλαιον σκιρτᾷ, Ταϋγέτου τὸ χωρίον δὲ τοῦ Λαδᾷ, τῷ σῷ Ναῷ ἀγάλλεται. Χαίροις τῆς ἐγκρατείας ἐραστά· χαίροις κανὼν ἀσκήσεως· χαίροις ὁ προασπίσας τὴν τιμήν, εἰκόνων τῶν ἁγίων τε.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Χαίροις τῆς ἀσκήσεως κανών, χαίροις ἐγκρατείας ὁ λύχνος, τῆς προσευχῆς ἡ λαμπάς, ἔλαιον ἡ ἔχουσα, τῆς ταπεινώσεως, καὶ φωτὶ διαλάμπουσα, ζωῆς ἐναρέτου, σκότους τε διώκουσα, τὴν σκυθρωπότητα, χαίροις Ἐκκλησίας ὁ στῦλος, πίστεως ἁγίας ἡ βάσις, πάτερ ὁσιώτατε Εὐστράτιε.

Χαίρουσιν πιστοί σου ἐν Λαδᾷ, καὶ δοξάζουσιν ἐν Ναῷ σου, τὰ μεγαλεῖα τὰ σά, ὅσιε Εὐστράτιε, θεοειδέστατε, τοῦ Ὀλύμπου τὸ ὄρος τε, σκιρτᾷ καὶ καυχᾶται, ἔχει γὰρ ὡς σέμνωμα, τὴν πολιτείαν σου, ὅθεν καὶ βοᾷ χαρμοσύνως· δεῦτέ μοι συγχάρητε πάντες, τοῦ ἐμοῦ υἱοῦ τοῖς προτερήμασιν.

Κόσμου ματαιότητα λιπών, ἦλθες ἐν Μονῇ τῶν Αὐγάρων, Ἀγγελικὸν ἀσπασθείς, βίον ὦ Εὐστράτιε, ἀπὸ νεότητος, προσευχαῖς καὶ δεήσεσι, σχολάζων ἀπαύστως, ἔχων ὡς μελέτην σου, Χριστοῦ τὸ ὄνομα, ὕπνον μὴ διδοὺς ὀφθαλμοῖς σου, μηδὲ κοιτασθεὶς ἐπὶ κλίνης, μήτε τρυφηλῆς τροφῆς γευσάμενος.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Τῇ πρεσβεία, Κύριε, πάντων τῶν Ἁγίων, καὶ τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος οἰκτίρμων.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχα Ἀκροτελεύτια·
Ἀξίωσόν με εὐδρομεῖν ἐν τῇ ὁδῷ Κυρίου, θαυματουργὲ Εὐστράτιε, Ὅσιε θεοφόρε, ὁ ἐν τῷ ὄρει ἀσκηθεὶς Ὀλύμπου Βιθυνίας, καὶ ἐν σπηλαίῳ ἐγκλεισθεὶς τῆς ὁμωνύμου νήσου, ἕνθα εὐθέως ἕδραμες τῶν ἀρετῶν τὴν στράταν, καὶ εἰς τὴν πόλιν ἔφθασας τῆς ἄνω Βασιλείας, ταῖς κάλλεσιν τῶν ἀρετῶν καλῶς λελαμπρυσμένος, καὶ τοῦ φωτὸς τὰς καλλονὰς ὁρῶν ἀνεκλαλήτως, βοᾷ σοι ὕμνοις καὶ ᾠδαῖς ἡ πένης Ἰσιδώρα, ἃς προτροπῇ συνέγραφον πιστῶν τῶν συχναζόντων, ἐν νεοκτίστῳ σου Ναῷ Λαδᾷ τοῦ Ταϋγέτου, Ἱεροθέου τε εὐχαῖς Μητροπολίτου Λήμνου, Ἁγίου Εὐστρατίου τε, τοῦ πάνυ σέβοντός σε, καὶ τὰς θερμάς σου πρὸς Θεὸν πρεσβείας αἰτουμένου, ἃς συνεργὸν κεκτήμεθα πάντες ἐν ταῖς ἀνάγκαις, ὅπως ἂν μέγα ἔλεος εὕρωμεν ἐπ’ ἐλπίδι, Πατρός, Υἱοῦ καὶ Πνεύματος, Θεοῦ τοῦ ἐν Τριάδι, τοῦ ἐλεοῦντος συμπαθῶς ἐν οἰκτιρμοῖς ἀφάτοις, πάντας τοὺς μεγαλύνοντας Αὐτοῦ τὴν θείαν δόξαν, πρέπει γὰρ δόξα καὶ τιμὴ Αὐτῷ εἰς τοὺς αἰῶνας. Ἀμήν.

Εὐχαριστῶ θερμῶς τὴν σεβαστὴ κυρία Στυλιανή Ζ.,
γιὰ τὴν παραχώρηση τῆς Παρακλήσεως καὶ γιὰ τὶς Εἰκόνες τοῦ ὁσίου Ευστρατίου.