Παρακλητικός Κανών εις τον Όσιο Πατέρα ημών Γεννάδιο τον Νεοφανή τον εν Ακουμίοις Κρήτης Ασκήσαντα

Ποίημα Αντωνίου Μάρκου

†Εορτάζεται 3 Μαρτίου

ΠΡΟΛΟΓΟΣ

Ὁ παρόν Παρακλητικός Κανών εἰς τόν Ὅσιον Πατέρα ἡμῶν ΓΕΝΝΑΔΙΟΝ, τῶν ἐν Ἀκουμίοις τῆς Κρήτης ἀσκηθέντα ἐρημιτικῶς καί εἰρηνικῶς τελειωθέντα ἐν ἔτει 1983, ἐποιήθη τῆ αἰτήσει τοῦ ἀγαπητοῦ συναδέλφου ἐν τῷ Πανεπιστημίῳ, Ἐλλογ. Καθηγητοῦ κ. Κων/νου Βέλτσου,  ὁ ὁποῖος ηὐλαβεῖται τά μέγιστα τήν μνήμην τοῦ μακαρίου Γέροντος.
Ὁ Παρακλητικός Κανών ἐποιήθη βάσει τοῦ Κανόνος τοῦ Ὄρθρου, τῆς πρός τιμήν τοῦ Ὁσίου Πατρός ἡμετέρας Ἀκολουθίας, ἡ ὁποία ἐποιήθη τό ἔτος 2010, τῇ αἰτήσει τοῦ Σεβ. Μητροπολίτου Γ.Ο.Χ. Μεσογαίας καί Λαυρεωτικῆς κ. Κηρύκου.

Εῦλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὂτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὀνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά παρόντα Τροπάρια.

Ἦχος δ’. Ὁ ὑψωθείς.
Τόν τῆς εὐάνδρου Κρήτης θεῖον προστάτην, δεῦτε φιλέορτοι τά νῦν συνελθόντες, πνευματικοῖς τοῖς ἄσμασιν ὑμνήσωμεν φαιδρῶς, Γεννάδιον πανθαύμαστον, Ἀκουμίων τό κάλλος, παρ’ αὐτοῦ αἰτούμενοι ὀφλημάτων τήν λύσιν, τῶν τιμῶντων τοῦτον εὐλαβῶς καί τήν θερμήν του αἰτουμένων ἀντίληψιν.

Δόξα… Ἀπολυτίκιον τοῦ Ὁσίου. Ἦχος α’. Τοῦ λίθου σφραγισθέντος.
Τόν τῆς Κρήτης προστάτην καί Ὀρθοδόξων τό καύχημα, μοναζόντων τό κλέος, ἀσκητῶν τό θησαύρισμα, Γεννάδιον τό θεῖον οἱ πιστοί τιμῶμεν κατά χρέος, τῶν αὐτοῦ χαρίτων οἱ πλουτοῦντες καί δωρεῶν κραυγάζοντες πρός Κύριον. Δόξᾳ τῶ Σέ δοξάσαντι αὐτόν, δόξᾳ Σέ τόν αὐτόν θαυμαστώσαντα, δόξᾳ Σοι τῶ δωρησαμένῳ ἡμῖν νέον πρέσβυν ἀκοίμητον.

Καί νῦν… Θεοτοκίον. Ἦχος δ’.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τάς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι. Εἰμή γάρ Σύ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ Σοῦ, Σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Εἶτα ὁ Ν’ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῆς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῶ κρίνεσθαί Σε. Ἰδοῦ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοῦ γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς μέ ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῶ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῶ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῆ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τῶ θυσιαστήριόν Σου μόσχους.

Εἶτα ψάλλομεν ἐξ ὑπαμοιβῆς, πραείᾳ τῆ φωνῆ καί ἐν εὐλαβείᾳ, τόν παρόντα Κανόνα, οὗ ἡ ἀκροστιχίς τῶν μέν Τροπαρίων «ΑΝΤΩΝΙΟΣ ΓΕΝΝΑΔΙΩ ΥΜΝΟΝ ΑΔΕΙ», τῶν δέ Θεοτοκίων «ΘΕΟΤΟΚΟΣ».

ᾨδῇ α’. Ἦχος πλ. δ’. Ὁ Εἱρμός. Ὑγράν διοδεύσας.
Ἀρχήν νῦν ποιούμενος ἀνυμνεῖν, Γενναδίου ἀγῶνας, ἐνθέως τοῦτον παρακαλῶ, διάρρηξον πταισμάτων μου τόν ὄγκον, ταῖς πρός τόν Κτίστην, Πάτερ, πρεσβείαις σου.

Νομίμως ἀσκήσας ἐπί τῆς γῆς, ἀξίως τήν χάριν ἔλαβες, Πάτερ, θαυματουργεῖν. Ταύτην οὖν χρώμενος νῦν παῦσον τόν τῆς ψυχῆς μου πολυκύμαντον τάραχον.

Τρωθείς θείῳ ἔρωτι, τοῦ φθαρτοῦ ἐμάκρυνας κόσμου, Κουδουμᾶ γενόμενος πολιστής καί Ἄννης Θεομήτορος τήν κέλλαν, ἐν ἧ ἀσκητικῶς Βελίαρ ἤσχυνας.

Θεοτοκίον.
Θεοτόκε Παρθένε, ὁ Ποιητής ἐν τῆ Σῆ κοιλίᾳ κατεκένωσεν Ἑαυτόν, ὁ πατρικούς κόλπους μή κενώσας, σῶσαι θελήσας ὡς Θεός τό ἀνθρώπινον.

ᾨδῇ γ’. Οὐρανίας ἀψίδος.
Ὤφθης ἅγιον στόμα, πηγάζων ρήματα ἅγια, δι’ ὧν τάς ψυχάς τῶν προσιόντων, Πάτερ, κατήρδευσας. Οὗτω γενόμενος σφραγίς κλεινή τοῦ εἰπόντος, «ἐκ τοῖς κοιλίας σου ρεύσονται ὕδατα».

Νίκην ἔσχες Βελίαρ κατατροπώσας τήν δύναμιν, ἐν τῆ ἐρημίᾳ Ἀκουμίων ἀγωνιζόμενος, διό καί ἔλαβες παρά Κυρίου τήν χάριν τοῦ θεραπεύειν νόσους, Γεννάδιε. Ὅθεν τῆ πρεσβείᾳ σου προστρέχομεν.

Ἱκετεύομεν, Πάτερ, ἡμῶν τά πάθη καί τραύματα, σπεῦσον σαῖς ἁγίαις πρεσβείαις, ταχέως ἴασαι. Ἵνα εὐφημοῦμεν σε, ὡς μοναζόντων τό κλέος, Κρήτης ὧν τό καύχημα, θεῖε Γεννάδιε.

Θεοτοκίον.
Εὐσπλάχνως, Παρθένε, ἡ τόν Κύριον τέξασα, σπεῦσον καί λύτρωσαι παντοίων ἡμᾶς κινδύνων καί θλίψεων. Σύν Σοί δέ φέρομεν, πρός Κύριον πρεσβείαν, Γεννάδιον τόν ἔνδοξον, Κρήτης τό καύχημα.

Διάσωσον ταῖς τοῦ Ὁσίου πρεσβείαις Παντελεήμων, ὅτι πάντες κατόπιν Σοῦ αὐτῶ καταφεύγομεν, ὡς ἔχοντα τήν πρός Σέ παρρησίαν.

Ἐπίβλεψον ἐπικαμπτόμενος Θεοτόκου καί τοῦ Ὁσίου ταῖς λιταῖς Οἰκτῆρμον, ἐφ’ ἡμᾶς τούς ἀσθενεῖς καί λύτρωσαι τόν λαόν Σου.

Αἲτησις καὶ τὸ Κάθισμα.
Ἦχος β’. Τά ἄνω ζητῶν.
Γενναδίου τῆ πρεσβείᾳ νῦν προσπίπτωμεν, οἱ ἐν πόνοις ψυχῆς καί θλίψεσι ὑπάρχοντες καί δι’ αὐτοῦ αἰτούμεθα τό τοῦ Κυρίου ἄμετρον ἔλεος καί τήν ταχεῖαν Τούτου συνδρομήν καί τήν βεβαίαν Αὐτοῦ ἀντίληψιν.

ᾨδῇ δ’. Εἰσακήκοα Κύριε.
Ὅν ἐπόθησας, Ὅσιε, σάρκα δι’ Ὅν ἔτηξας νῦν τεθέασαι Παραδείσῳ αὐλιζόμενος, διό σέ καί ἀπαύστως μακαρίζομεν.

Σάρκαν, Πάτερ, δουλώσας ἐν τοῖς ἐρήμοις ἤσκησας, ὅπου ἀγωνιζόμενος, τοῦ λαοῦ ἐδείχθης ποιμήν τε καί διδάσκαλος.

Γεννάδιος ἐδείχθη ἀστήρ καί στύλος ἀκλόνητος, ὅθεν τοῖς πᾶσι προσφέρει αὐτοῦ τό ἅγιον καί θεοφιλές παράδειγμα.

Θεοτοκίον.
Θεοτόκε Μαρία, Ἐκκλησίας ἡ σκέπη καί ἔφορος, σπεῦσον τά Σά τέκνα ἐπισκέψαι τά ὑπό κακοδόξων κακουχούμενα.

ᾨδῇ ε’. Φώτισον ἡμᾶς.
Εὗρες τήν χαράν, ὡς τάς πλεκτάνας τοῦ Βελίαρ συντρίψας, διό Γεννάδιε Πάτερ, ἀεί σκέπεις καί ἰᾶσαι τούς τῶ σῶ τάφῳ ἐν πίστει προστρέχοντας.

Νίκην καί ἡμεῖς τύχοιμεν, Γεννάδιε, θερμῶς δεήθητι Κυρίου τοῦ Παντάνακτος Θεοῦ, ἧν αὐτός ὡς βραβεῖον τῶν σῶν ἀγώνων ἔλαβες.

Νέος ἀριστεύς τοῦ Βελίαρ τροπωσάμενος τάς πλεκτάνας, ὦ Γεννάδιε, δεχθείς, ἐν οὐρανίοις θαλάμοις νῦν ἀγάλλασαι.

Θεοτοκίον.
Τιμῶντες Σε, Ἁγνή, Ὀρθοδόξων τά συστήματα καί ὑμνοῦντες οὐ παυόμεθα, ταῖς Σαῖς πρεσβείαις θαρροῦντες, Παντάνασσα.

ᾨδῇ στ’. Τήν δέησιν ἐκχεῶ.
Ἀνήρ ἐπιθυμιῶν, νέος ὑπῆλθες τῷ σώματι, τῷ ζυγῷ τῶ χριστῷ τοῦ Κυρίου, ἀπορραγεῖς τῶν τοῦ κόσμου ματαίων καί τοῖς δρυμοῖς φυγαδεύων ἐμάκρυνας· καί μόνος μόνῳ τῷ Θεῷ νοερῶς ἦσθα συνών καί ἡδόμενος.

Δεόμεθά σου οἱ ἐν κινδύνοις καί θλίψεσι, τῶν δεινῶν ἡμᾶς ἐκλύτρωσον πάντας, σέ λυτρωτήν γάρ ἐπιγραφόμενοι, ὅτι παρά Θεοῦ ἠλεήθης, Γεννάδιε· καί σπεύδεις, Πάτερ, ἐν ταχεῖ τοῦ θεραπεύσαι ἡμῶν τά νοσήματα.

Ἱκέτευε ἐκτενῶς, Γεννάδιε, τόν Θεόν ὑπέρ σῆς γλυκυτάτης, ἁγιοτόκου, Θεοφόρε, πατρίδος Κρήτης, ἦν σκέπε ἀεί περιφρούρησον καί λύτρωσαι ἐκ παντοίων πειρασμῶν τούς ἐν αὐτῇ τῆ Πίστει ἐμμένοντας.

Θεοτοκίον.
Ὅλον με, νυσταγμῷ ραθυμίας βεβαρημένον, θερμῆ Σου ἱκεσίᾳ ἔγειρον καί μή δώης ὑπνῶσαι Σόν δοῦλον, Μήτερ Ἁγία, εἰς θάνατον· προστάτην γάρ καί ὁδηγόν ἐμῆς ζωῆς Σέ ἐπιγράφομαι.

Διάσωσον ταῖς τοῦ Ὁσίου πρεσβείαις Παντελεήμων, ὅτι πάντες κατόπιν Σοῦ αὐτῷ καταφεύγομεν, ὡς ἔχοντα τήν πρός Σέ παρρησίαν.

Ἐπίβλεψον ἐπικαμπτόμενος Θεοτόκου καί τοῦ Ὁσίου ταῖς λιταῖς Οἰκτῆρμον, ἐφ’ ἡμᾶς τούς ἀσθενεῖς καί λύτρωσαι τόν λαόν Σου.

Αἲτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β’. Προστασία τῶν Χριστιανῶν.
Μεσιτείᾳ τῆς Μητρός Σου, Πολυέλεε, ἱκεσίαις τοῦ Ὁσίου καί δεήσεσι, τῷ Σῷ λαῷ ἐπίβλεψον καί σῶσον ἡμᾶς. Ἡμάρτομέν Σοι, Ἀγαθέ, καί παροργίζομεν ἀεί, τήν Σήν ἀγαθότητα. Δέχου τήν μεσιτείαν τῆς ἀχράντου Μητρός Σου, ἐπικαμπτόμενος, Σωτήρ, Αὐτῆς ταῖς δεήσεσι.

Καί εὐθύς τό Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχ. Μακάριος ἀνήρ ὁ φοβούμενος τόν Κύριον.

Ευαγγέλιον, Ἐκ τοῦ κατά Ματθαῖον.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς. Πάντα μοι παρεδόθη ὑπό τοῦ Πατρός μου καί οὐδείς ἐπιγινώσκει τόν Υἱόν, εἰμή ὁ Πατήρ. Οὐδέ τόν Πατέρα τις ἐπιγινώσκει, εἰμή ὁ Υἱός καί ὧ ἐάν βούληται ὁ Υἱός ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καί πεφορτισμένοι, κἀγώ ἀναπαύσω ὑμᾶς. Ἄρατε τόν ζυγόν μου ἐφ ὑμᾶς καί μάθετε ἀπ’ ἐμοῦ ὅτι πρᾶος εἰμί καί ταπεινός τῆ καρδίᾳ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γάρ ζυγός μου χρηστός καί τό φορτίον μου ἐλαφρόν ἐστι.

Δόξα Σοι, Κύριε, Δόξα Σοι.
Εἶτα ψάλλομεν. Ἦχος β’.
Δόξα…
Γενναδίου ταῖς λιταῖς, πρεσβείαις τε, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν…
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τό ἀνόμημά μου.
Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.
Δεῦτε τόν Γεννάδιον, τόν ἐρημίας πολίτην, ἐν ὕμνοις τιμήσωμεν, οἱ αὐτῷ προσπίπτοντες μετά πίστεως. Τῷ Θεῷ οὗτος γάρ, ὑπέρ λαοῦ ἅπαντος, μετά ζέσεως προσδέεται, ἐπικαλούμενος ἐφ’ ἡμᾶς Κυρίου τό ἔλεος καί Τούτου τήν σωτήριον ἐπί τοῖς δεομένοις βοήθειαν. Χαῖρε βοῶντες, δοχεῖον τοῦ Κυρίου ἐκλεκτόν καί τῆς Αὐτοῦ παρατάξεως στρατιῶτα τίμιε.

Σῶσον ὁ Θεός τόν λαόν Σου…

Καί ἀποπληροῦμεν τάς λοιπάς ὠδάς τοῦ Κανόνος:

ᾨδῇ ζ’. Παῖδες Ἑβραίων.
Ὡραία πρός Θεόν ἡ σή καλή ἐφάνη βιοτή, Γεννάδιε τῆς Κρήτης γόνε λαμπρέ καί καύχημα καί κλέος, διό Ὀρθοδόξων σύστημα τιμᾶ σε καί γεραίρει.

Ὑμῶν τῶν νόσων καί κινδύνων ἰατρός ἐδόθης, Γεννάδιε τῆς Κρήτης, διό τῶν ψυχῶν ἡμῶν τά πάθη θεραπεύεις καί τῶν σωμάτων, Ἅγιε, διό σέ καί τιμῶμεν.

Μέγιστα Γεννάδιε ἐργάζῃ καί μετά θάνατον, Μάκαρ, διά τῶν σῶν Λειψάνων, θαυμάτων γάρ πηγή δεικνύμενος, ἀσθενούντων ἰατρός ὁ τάχιστος, ὁ ἄμισθός τε μένων.

Θεοτοκίον.
Κυρία Θεοτόκε Παρθένε, μή παύσῃ ἐπαίρουσα Σας χείρας, πρός τόν Σόν Υἱόν, Θεόν καί Βασιλέα, τῆ κραταιᾶ Σου, ἐξελοῦ Σοῦς οἰκέτας.

ᾨδῇ η’. Τόν Βασιλέα.
Ναός καί τάφος τοῦ θείου Γενναδίου, ἰατρεῖον πρόκεινται τοῖς πᾶσι καί εὐσεβούντων δέχεται τάς δεήσεις.

Ὅσοι ἐν πίστει εἰλικρινεῖ προσιοῦσι, τῆ θήκῃ τῶν σεπτῶν σου Λειψάνων, ψυχῶν τε καί σωμάτων λαμβάνουσι τήν ρώσιν.

Νέων Ἁγίων τῷ χορῷ, Πάτερ, κατετάγης ἀγῶσι ἱεροῖς καί βίῳ τῷ μονήρει, διό ἠμῶν προστάτης καί βοηθός νῦν πέλεις.

Θεοτοκίον.
Ὀμμάτων σκότος, ψυχῆς ἀορασίαν, φωταγώγησον Σύ, φωτός ἀκτίστου Μήτηρ, τῶν δεομένων τυχεῖν τοῦ Σοῦ ἐλέους.

ᾨδῇ θ’. Κυρίως Θεοτόκον.
Ἁπάσης τῆς Ἑλλάδος καί Κρήτης, Πάτερ, πέλεις θερμῶς προστάτης καί μεσίτης πρός Κύριον, διό καί σοῦ δεόμεθα θερμῶς, μή παύης Τοῦτῳ εὐχαῖς κατακάμπτοντα.

Δεκάδες τά σά τέκνα, ἐν Κρήτῃ, τό σόν δρόμον, Πάτερ, σόν δρόμον ἐβάδισαν διό καί ἔλαβον μισθούς ἀγώνων καί στέφη οὐράνια.

Εὐχαῖς σου τάς σειράς μου τῶν πταισμάτων λῦσον καί τό χειρόγραφόν, Πάτερ, διάρρηξον τῆς ἁμαρτίας, τοῦ τήν σήν ἁγίαν μνήμην κηρύττοντος.

Ἴδε μου τήν πτωχείαν τοῦ ταῦτα στιχουργοῦντος καί σαῖς πρεσβείαις πρός Κύριον, Ὅσιε, πλούτισον τήν ἐμήν ψυχήν, δωρεῶν καί χαρίτων τοῦ Πνεύματος.

Θεοτοκίον.
Σωτῆραν ἡ τεκούσα, Παρθένε Θεοτόκε, σύν Γενναδίῳ Κυρίῳ πρεσβεύσατε, ἵνα δωρήση πᾶσιν ὡς Θεός, ἁμαρτημάτων λύσιν καί ἄφεσιν.

Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα μεγαλυνάρια,
Χαίροις παρθενίας ὁ ἐραστής, θείου Παρθενίου ἀδιάκριτος μιμητής, τοῦ τε Εὐμενίου τοῦ νέου, ὅθεν πάντων τῶν Ὀρθοδόξων πέλεις πρέσβυς ἀκοίμητος.

Κρήτης τῆς εὐάνδρου γόνος λαμπρός, ἐν ἐσχάτοις χρόνοις ἀνεδείχθης, διό πατήρ Γεννάδιε μάκαρ, ὑπέρ ἡμῶν μή παύης, πρεσβεύειν τῶ Κυρίῳ, ὑπέρ ἀφέσεως.

Ξένης τῷ τεμένει τῷ ἱερῷ, ἐν ὅ Σέ τιμῶμεν σκέπε καί φρούρει, Πάτερ, ἀεί, Γεννάδιε μάκαρ, τῆς Κρήτης ὁ προστάτης, ἁπάσης τῆς Ἑλλάδος ὁ θεῖος πρόμαχος.

Τό Μεγαλυνάριον τοῦ Ἁγίου τοῦ Ναοῦ ἤ τοῦ Ἁγίου τῆς ἡμέρας.
Καί κλείομεν μετά τοῦ
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).

Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ και τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Τό Ἀπολυτίκιον τοῦ Ὁσίου. Ἦχος α’. Τοῦ λίθου σφραγισθέντος.
Τόν τῆς Κρήτης προστάτην καί Ὀρθοδόξων τό καύχημα, μοναζόντων τό κλέος, ἀσκητῶν τό θησαύρισμα, Γεννάδιον τό θεῖον οἱ πιστοί τιμῶμεν κατά χρέος, τῶν αὐτοῦ χαρίτων οἱ πλουτοῦντες καί δωρεῶν κραυγάζοντες πρός Κύριον. Δόξᾳ τῶ Σέ δοξάσαντι αὐτόν, δόξᾳ Σέ τόν αὐτόν θαυμαστώσαντα, δόξᾳ Σοι τῶ δωρησαμένῳ ἡμῖν νέον πρέσβυν ἀκοίμητον.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε τόν Γεννάδιον τά νῦν, τῶν ἐκ τῆς Κρήτης Πατέρων, πάντες τιμήσωμεν, ὁμοῦ Παρθενίῳ τε, σύν Εὐμενίῳ ὁμοῦ καί προσπίπτοντες εἴπωμεν αὐτοῖς μελωδοῦντες, χαίρετε τρισόλβιοι Πατέρες Ἅγιοι, Κρήτης οἱ νεοφανεῖς φωστῆρες καί ἡμῶν προστάται ἐν ἀνάγκαις, πάντων τε Ὀρθοδόξων οἱ ἀμύντορες.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.

 

Πηγή