Παρακλητικός Κανών εις τον Όσιο Γεώργιο ο εκ Γοματίω

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια

†Εορτάζεται το Σάββατο μεταξύ 1 και 7 Μαΐου

Εὐλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ ἐξής·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Φιλαλληλίας εὐθαλέστατον ἔρνος, καὶ ἀγαπήσεως Χριστοῦ ἐκμαγεῖον, θαυματουργὲ Γεώργιε δικαίων κρηπίς, πάσης ἀπολύτρωσαι τῆς ἐχθροῦ ἐπηρείας, καὶ δεινῆς κολάσεως τοὺς ἀεί σε τιμῶντας, καὶ ἐκζητοῦντας πίστει ἀκλινεῖ, τὰς σὰς ἀόκνους πρεσβείας πρὸς Κύριον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Εἶτα ὁ Ν’ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Καὶ ὃ κανὼν οὗ ἡ ἀκροστιχίς·
Γοματίου Γεώργιε, πρέσβευε ὑπὲρ ἡμῶν. Χ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Γεώργιε Ὅσιε τοῦ Χριστοῦ, ἀφάτῳ ἀγάπῃ, ὁ ἐκλάμψας καὶ οἰκτιρμοῖς, πρὸς πάντας τοὺς στένοντας μὴ παύσῃ, ὑπὲρ ἡμῶν τοῦ Σωτῆρος δεόμενος.

Ὀφθεὶς στυλοβάτης καὶ ἀρωγός, πενήτων καμνόντων, καὶ ἁπάντων τῶν ἐν δειναῖς, στερήσεσι βίου θλιβομένων, τρυφῆς ἡμᾶς τῆς ἀλήκτου ἀξίωσον.

Μισθὸν τῶν καμάτων σου εἰληφώς, ἐν χώρᾳ τῶν ζώντων, σὺν Ἀγγέλων χοροῖς οἰκεῖς, πρεσβεύων Γεώργιε ἀπαύστως, Χριστῷ πυρὸς κολασμοῦ ἀπαλλάξαι με.

Θεοτοκίον.
Ἀπέλασον σκότος τὸ ζοφερόν, νοός μου Παρθένε, ταῖς λαμπραῖς Σου μαρμαρυγαῖς, φωτί με αὐγάζουσα σοφίας, φιλαδελφίας καὶ γνώσεως κρείττονος.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Τῶν βασάνων ὁδεύσας, καὶ συμφορῶν Ὅσιε, τρίβους Γοματίου ἀκέστωρ, καρτερικώτατα, παρὰ Χριστοῦ τοῦ Θεοῦ, εὗρες Γεώργιε χάριν, ἀπελαύνειν θλίψεων, τάχος σκοτόμαιναν.

Ἱλασμὸν τῶν πταισμάτων, ἁμαρτιῶν κάθαρσιν, καὶ παραπτωμάτων παντοίων, αἴτει συγχώρησιν, τοῖς σὲ τιμῶσι πιστῶς, παρὰ τοῦ πάντων Σωτῆρος, εὐποιΐας στέλεχος, Πάτερ Γεώργιε.

Ὁλοτρόπως ποθήσας, νεολαμπὲς ἥλιε, τῆς φιλαλληλίας ἀρέσκειν, τῷ πανοικτίρμονι, Χριστῷ δοχεῖον κἀμέ, τῆς πρὸς Αὐτὸν καὶ τὸ πέλας, δεῖξον ἀγαπήσεως, καὶ βίου σώφρονος.

Θεοτοκίον.
Ὑπερύμνητε Κόρη, τὴν τῶν παθῶν θύελλαν, τὴν περιδονοῦσαν ἀθλίως, τὸν καταφεύγοντα, ταῖς ῥυπτικαῖς Σου εὐχαῖς, πρὸς τὸν Υἱόν Σου καὶ Κτίστην, κόπασον καὶ σῶσόν με, τάχος κραυγάζω Σοι.

Διάσωσον, τοὺς σὲ τιμῶντας ἐν ᾄσμασι μελιῤῥύτοις, ἐξ ἀνάγκης δυσχερειῶν δεινῶν περιστάσεων, καὶ βλάβης Γεώργιε θεοφόρε.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἲτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πενήτων τροφὸς πασχόντων ἀνακούφισις, ἐλέους κρουνὸς ἀείῤῥοος Γεώργιε, καὶ διώκτης θλίψεων, ἀνεδείχθης· ὅθεν προστρέχοντες, ταῖς σαῖς πρεσβείαις πάντες χαρμονῆς, οἱ σὲ τιμῶντες ἀπαύστως πληρούμεθα.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Γεωργήσας Γεώργιε, ἐν ἐσχάτοις χρόνοις, ἀγάπην ἔμπρακτον, πρὸς τὸ πέλας τὴν καρδίαν μου, συμπαθείας ποίησον γεώργιον.

Ἐν τοῖς θείοις λειψάνοις σου, οἱ τῶν εὐσεβούντων χοροὶ σεμνύνονται, οὓς διάσωζε Γεώργιε, ἐκ δυσχερειῶν καὶ περιστάσεων.

Ὡς ἀσκήσεως πάμφωτον, σέλας καὶ προνοίας φωστῆρα ἔγνωμεν, σὲ Γεώργιε οἱ σπεύδοντες, τῇ ἀκαταισχύντῳ μεσιτείᾳ σου.

Θεοτοκίον.
Ῥείθροις Πάναγνε Δέσποινα, τῶν ἐντεύξεών Σου πρὸς τὸν Παντάνακτα, τῶν παθῶν καμίνους σβέσον μου, ἀπαθείας δρόσον ἐπομβρίζουσα.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Γνώσει θεϊκῇ, ἐλλαμπόμενος Γεώργιε, ὥσπερ φίλος γνησιώτατος Αὐτοῦ, διαδόσεις θείας νέμεις τοῖς τιμῶσί σε.

Ἴασιν ψυχῶν, καὶ σωμάτων ἀρυόμεθα, προσκυνοῦντές σου θαυμάτων ποταμέ, ἀνεξάντλητε τὰ λείψανα Γεώργιε.

Ἔπιδε ἡμῖν, οὐρανόθεν καὶ τὸ φρόνημα, τῆς σαρκός μου ἀποκοίμησον εὐχαῖς, ἀσιγήτοις σου Γεώργιε πρὸς Κύριον.

Θεοτοκίον.
Πλήρου συμπαθῶς, τὰς αἰτήσεις Μητροπάρθενε, τῶν ἑκάστοτε ὑμνούντων ἐν χορῷ, Σὲ τοῦ Κτίσαντος Μητέρα τὴν ὑπέρτιμον.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ῥανίσι σου, τῶν ἱδρώτων Ὅσιε, καὶ δακρύων σου ἐκοίληνας πέτραν, τοῦ σοῦ σπηλαίου καὶ τὸ τοῦ Σωτῆρος, εἵλκυσας ἔλεος Πάτερ Γεώργιε, Ὃν ἐκδυσώπει καὶ ἡμῖν, δαψιλῶς τὸ Αὐτοῦ πέμψαι ἔλεος.

Ἐβάδισας, ἀκλινῶς Γεώργιε, τὴν πρὸς πέλας ἀγαπήσεως τρίβον, καὶ εὐποιΐας φαιδρύνας σὸν βίον, πρὸς ἀρετῆς ὕψος ἤρθης δυσπρόσιτον, πρὸς ὃ ἀνάγαγε κἀμέ, τὸν τιμῶντα τοὺς θείους καμάτους σου.

Σκοτίαν μου, τῶν παθῶν διάλυσον, καὶ λαμπρὰν τῆς ἀπαθείας ἡμέρα, ἀνάτειλόν μοι φωσφόροις λιταῖς σου, πρὸς τὸν Σωτῆρα θεόφρον Γεώργιε, τοῦ Γοματίου φρυκτωρέ, ὡς φωτὸς τοὺ ἀκτίστου ἀνάπλεως.

Θεοτοκίον.
Βασκαίνων μοι, ὁ ἀλάστωρ Ἄνασσα, εἰς βυθὸν ὠθεῖ πικρᾶς ἀπωλείας, ἀλλ’ ἀνατείνων τὰς χεῖρας βοῶ Σοι· ἀνάγαγέ με καὶ σῶσον τὸν ᾄσμασι, ὑμνοῦντά Σε πανευλαβῶς, σωτηρίας ἐμῆς θεία πρόξενε.

Διάσωσον, τοὺς σὲ τιμῶντας ἐν ᾄσμασι μελιῤῥύτοις, ἐξ ἀνάγκης δυσχερειῶν δεινῶν περιστάσεων, καὶ βλάβης Γεώργιε θεοφόρε.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἲτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων Σου.
Ὡς ποταμὸν ἰαμάτων ἀείῤῥοον, καὶ θησαυρὸν θαυμασίων ἀσύλητον, Γεώργιε μάκαρ τιμῶμέν σε· τοῖς γὰρ λειψάνοις σου πάντοτε σπεύδοντες, κατ’ ἄμφω τὴν ῥῶσιν λαμβάνομεν.

Προκείμενον.
Καυχήσονται Ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Στίχ. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ᾄσατε τὸν Κυρίον πᾶσα ἡ γῆ.

Εὐαγγέλιον, Ἐκ τοῦ κατὰ Ματθαῖον (Κεφ. ια΄ 27-30).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς• πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου• καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν• ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

Δόξα.
Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ Νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μέγαν ἀντιλήπτορα, τοῦ Γοματίου ἡ κώμη, καὶ προστάτην ἔχουσα, σπεύδει τῇ σῇ χάριτι, θεοφόρητε, Πνεύματος ὄργανον, μάκαρ Γεώργιε, καὶ ἀγάπης σκεῦος πάντιμον· σὺ γὰρ παντάπασι, τὰ τῆς σωτηρίας γνωρίσματα, ῥάβδῳ τῶν σῶν ἐντεύξεων, πρὸς Χριστὸν παρέχεις ἀκαταπαύστως, καὶ ταχὺ ἐκρύῃ, τοὺς σπεύδοντας τῇ σῇ ἐπισκοπῇ, περικαλὲς σεμνολόγημα, πολιτείας κρείττονος.

Σῶσον ὀ Θεός τὸν λαό σου…

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Ἔχει Γομάτιόν σε γέρας, ἀντιλήπτορα ταχὺ καὶ παραστάτην, ἐν δειναῖς συμφοραῖς· διό σοι καταφεύγει, ἑκάστοτε Γεώργιε, ἀνυμνοῦν σε γηθοσύνως.

Ὕψωσον χεῖράς σου δικαίας, πρὸς τὸν Ὕψιστον Γεώργιε τρισμάκαρ, καὶ μὴ παύσῃ Αὐτῷ, πρεσβεύειν ἀσιγήτως, ὑπὲρ τῶν εὐφημούντων σου, πολιτείαν τὴν ὁσίαν.

Ἔργοις ἀφάτου καλωσύνης, διαπρέψας εὐσεβῶν ἁπάντων ὤφθης, συμπαθείας κρατήρ, κρινῶν ἀγάπης πόμα, Γεώργιε τοῖς σπεύδουσι, τῇ θερμῇ σου μεσιτείᾳ.

Θεοτοκίον.
Ὕπερθεν ἴδε Θεοτόκε, τὴν ταπείνωσιν τοῦ δούλου Σου κραυγάζω, καὶ δακρύων κρουνούς, γνησίας μετανοίας, ὑπάνοιξόν μοι Δέσποινα, τῷ ψαλμοῖς Σε ἀνυμνοῦντι.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Πατῆσαι πάσας, τὰς μηχανὰς τοῦ βελίαρ, καταξίωσον Γεώργιε τοὺς πίστει, σοὶ προσερχομένους, πυξίον ἀκακίας.

Ἐν ἐγκρατείᾳ, ἀσκητικῶς βιοτεύσας, ἰατρεύειν νόσους ὤτων χάριν εὗρες, κλέος Γοματίου, Γεώργιε παμμάκαρ.

Ῥῶσιν παράσχου, ψυχῆς καὶ σώματος ἅμα, τοῖς προστρέχουσι τοῖς θείοις σου λειψάνοις, καὶ τὴν σὴν πρεσβείαν, πανευλαβῶς αἰτοῦσιν.

Θεοτοκίον.
Ἠγλαϊσμένε, τοῦ Παντοκράτορος θρόνε, ἐμπαθοῦς μου ἁμαρτίας κάθαρόν με, ἵνα Σὲ δοξάζω, τὴν Κεχαριτωμένην.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μετόχους δεῖξον πάντας, τοῦ τροπαιοφόρου, λαμπρὲ συνώνυμε θεῖε Γεώργιε, μετὰ τὸ τέλος τῆς ἄνω, ἡμᾶς λαμπρότητος.

Ὡς ῥόδον Γοματίου, σὲ ὑμνολογοῦντες, νεοθαλὲς ταῖς σαῖς θείαις Γεώργιε, λιταῖς ἐν δίναις τοῦ βίου, ἀεὶ προσφεύγομεν.

Ναὲ φιλαλληλίας, εὐποιΐας κέρας, καὶ συμπαθείας λειμὼν εὐωδέστατε, διάλυσόν μου κακίας, ἀχλὺν κραυγάζω σοι.

Θεοτοκίον.
Χρηστότητος ταμεῖον, Κεχαριτωμένη, τοῦ Βασιλέως παλάτιον ἔμψυχον, χρηστοηθείας με δεῖξον, δοχεῖον εὔχρηστον.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τῶν δικαίων ἡ καλλονή· χαίροις Γοματίου, ὦ Γεώργιε χαρμονή· χαίροις ὁ τοὺς πόνους, τῶν ὤτων θεραπεύων, τῇ δαψιλῶς δοθείσῃ, σῇ θείᾳ χάριτι.

Χαίροις Γοματίου νεοθαλές, ἄνθος καὶ ἀγάπης, τοῦ πλησίον μυρεψικόν, ῥόδον τὸ ἐν χρόνοις, ἀνθῆσαν τοῖς ὑστέροις, Γεώργιε δικαίων, ἔμψυχον ἄγαλμα.

Τὸν ἐν πολιτείᾳ θεοφιλεῖ, ἄρτι ἐποφθέντα, ὡς ἀστέρα νεολαμπῆ, ἐν τῷ κόσμῳ πάντες, Γεώργιον τὸν νέον, ψαλμῶν τοῖς ἡδυπνόοις, ἄνθεσι στέψωμεν.

Ἐν ἐσχάτοις χρόνοις ὡς βοηθόν, ἔγνωμέν σε πάντες, ἐν κινδύνοις καὶ ἀρωγόν, ταχινὸν ἐν βίου, τοῖς κλύδωσι θεόφρον, Γεώργιε Ὁσίων, ἔμπνουν θησαύρισμα.

Κλήρου τὰ αἰτήματα συμπαθῶς, τῶν προσερχομένων, τοῖς λειψάνοις σου θαυμαστέ, Γοματίου Πάτερ, Γεώργιε τοὺς πόνους, ἰώμενος ἁπάντων, καὶ τὰ νοσήματα.

Χαίροις εὐσεβείας ὁ θησαυρός· χαίροις εὐποιΐας, ἔργων ἔρνος μυρεψικόν· χαίροις τὴν πτωχείαν, Χριστοῦ ὁ ἀγαπήσας, καὶ τοὺς πτωχοὺς πλουτίσας, μάκαρ Γεώργιε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων, σωτηρίαν ἀσθενῶν, ὀρφανῶν χηρῶν καὶ καμνόντων, τὸν ἀνεξάντλητον, τροφοδότην μέλψωμεν, ᾠδαῖς εὐσχημόσι, Γοματίου τὸν ἔφορον, Γεώργιον πίστει, πρὸς αὐτὸν κραυγάζοντες· φωτοειδέστατε, ῥῦσαι συμφορῶν κατωδύνων, μάστιγος κακώσεων νόσων, καὶ πειρατηρίων τοὺς ἱκέτας σου.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.