Παρακλητικός Κανών εις τον Όσιο Γεώργιο τον Αρσελαίτη ο εν Σιναίου Όρους εν Ιερά Σκήτη Αρσελά Ασκήσαντα
Ποίημα Γεωργίου Γαλανόπουλου
†Εορτάζεται στις 11 Μαρτίου
Εὐλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὸ τροπάριον.
Ἦχος δ΄ . Ο ὑψωθείς ἐν τῷ Σταυρῶ.
Αρσελαΐτου Γεωργίου τὴν μνήμην, περιχαρώς τῶν φιλεόρτων χορεῖαι, Σιναϊτών τιμήσωμεν ὑμνοῦντες πιστῶς, θαύματα τούτου παράδοξα, ἀρετάς τὰς θεοειδεῖς, ἄθλα τὰ ἀσκητικά, βιοτήν τὴν ἀρίστην, ὡς μέγαν πρέσβυν ἔχοντες αὑτόν, ὅπως πρεσβεύῃ, Χριστῷ δοῦναι ἔλεος.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν’ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ὁ Κανών, οὐ ἡ ἀκροστιχίς·
Ὁσίου Ἀρσελαΐτου, θεῖον μέλος. Γεωργίου.
Εἴς ἔκαστον τροπάριον λέγομεν·
Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν,
τὰ δύο τελευταία
Δόξα. Και Νῦν.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ὀδμὴν εὐωδίας πνευματικῆς, Γεώργιε δὸς μοι ἀνυμνῆσαι ἆθλα τὰ σά, καὶ κάθαρον σῶμα, νοῦν ψυχὴν μου πνευματοφόρε, Σινᾶ θεῖον καύχημα.
Σαρκὸς ἀλγηδόνας καὶ ἐκτροπάς, νόος μου ὦ Πάτερ, σὺν τοῖς πάθεσι τῆς ψυχῆς, μετέβαλε ταχὺ σαῖς πρεσβείαις, πρὸς τὸν Σωτῆρα, καὶ δὸς τούτων ἄφεσιν.
Ἱκέτευε Πλάστην καὶ Λυτρωτήν, Γεώργιε μάκαρ, τὸ ἀγλάισμα Ἀρσελά, κινδύνων καὶ θλίψεων ῥυσθῆναι, τοὺς σε υνούντας γεέννης τε ῥύσασθαι.
Θεοτοκίον.
Ὀδύνην ψυχὴ μου τῇ ῥυπαρά, προυξένησε Μῆτερ, διανοίας ἡ πρὸς ῥοπήν, κινοῦσα τὴν φύσιν ἁμαρτία, ἀλλ’ εἰς χαρὰν τὴν πικρίαν μετάστρεψον.
ᾨδὴ γ΄ . Οὐρανίας ἁψῖδος.
Ὑψηλόφρονος γνώμης παρ’ ὁ δεῖ ἀπάλλαξον, καὶ φρονεῖν μοι δὸς ἄνω Πάτερ, ἀεὶ τὰ κρείττονα, ὥσπερ ἐβίωσας σύ, ἐν Ἀρσελά γῆ ἀνύδρῳ, ἶνα δόξης μέτοχον, Κύριος δείξῃ με.
Ἀλγηδόνας σωμάτων καὶ τῆς ψυχῆς τραύματα, ἴασαι βαλσάμῳ νῦν Πάτερ, μόνον φιλάνθρωπον, ταῖς σαῖς λιταῖς δυσωπῶν, ὡς ἰατρὸς μοναζόντων, καὶ προσερχομένων σοι, ἦσθα Γεώργιε.
Ῥῶσιν δὸς τις νοσοῦσι καὶ λοιμικῆς λύτρωσαι, πάσης ἀσθενείας καὶ βλάβης, τοὺς ἀνυμνοῦντας σε, καὶ πειρασμῶν ἐξελοῦ, δαιμονικῆς ἐπηρείας, πάντας ὦ Γεώργιε, μνήμην τιμῶντας σου.
Θεοτοκίον.
Σωτηρίας ὁλκάδα ὡς κιβωτὸν ἔχομεν, Σε ὦ Θεομῆτορ Παρθένε, καὶ καταφεύγομεν, ὑπὸ τὴν σκέπην τὴν Σήν, ἶνα ἡμᾶς ὁδηγήσῃς, εἰς λιμένα εὔδιον, Θεοῦ Παντάνακτος.
Διάσωσον, Αρσελαΐτα Γεώργιε τοὺς ὑμνοῦντας, πανευλαβώς θείαν μνήμην σου Ὅσιε, καὶ λύτρωσαι νόσων ἡμᾶς καὶ γεέννης.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεῖα θερμῇ.
Προστάτην θερμὸν καὶ πρέσβυν πρὸς τὸν Κύριον, πτωχὸν βοηθόν, νοσούντων ἀντιλήπτορα, ὁδηγὸν κεκτήμεθα, σε μάκαρ τῶν πιστῶν πληθῦς κράζοντες· σπεῦσον ταχέως ῥῦσαι ἀναγκῶν, Αρσελαΐτα Γεώργιε ἅπαντας.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἐξ αἱρέσεων λύτρωσαι, εἰδωλολατρείας πάντας Γεώργιε, τοὺς ζητοῦντας σὴν ἀντίληψιν, καὶ παράσχου βίον ἀνεπίληπτον.
Λαμπρυνόμενος Πνεύματι, ὡς ἰάσθω πάντας τοὺς προσιόντας σοι, καὶ ἡμῶν τῶν ἀνυμνούντων σε, ἴασαι ταχὺ ψυχῆς νοσήματα.
Ἀθυμίας τὰ κύματα, καὶ καρδίας λύπην ἡμῶν ἀφάνισον, καὶ χαρὰς Χριστοῦ καταύγασον, τῷ φωτὶ τοὺς μέλποντας σε Ἅγιε.
Θεοτοκίον.
Ἱκετεύομεν Δέσποινα, Σε τὴν ὑπερύμνητον Θεομήτορα, δυσωπεῖν ἀεὶ τὸν εὔσπλαγχνον, Σὸν Υἱὸν λυτρώσασθαι κολάσεως.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Τάραχον νόος, καὶ σαρκὸς μου τὰ σκιρτήματα, σαῖς λιταῖς κόπασον ὦ Πάτερ ταχύ, πρὸς τὸν Σωτῆρα, γαλήνην θείαν δωρούμενος.
Ὅσιε Θεοῦ, τοῦ Σταυροῦ περιχαράκωσον, τῇ ἀηττήτῳ ἰσχύι καὶ ἡμᾶς, ἶνα δαιμόνων, κατατροπούμεθα φάλαγγας.
Ὕψος ἀναβάς, πρὸς Σίων τὴν ἄνω Ἅγιε, ἕλκυσον ἡμᾶς πρὸς βίον ταπεινόν, ἶνα πρὸς δόξαν, Χριστοῦ τὴν θείαν ἀνέλθωμεν.
Θεοτοκίον.
Θέλων τῆς φθοράς, ἶνα σώσῃ ἡμᾶς ᾤκησεν, Θεὸς γαστρὶ Σου Κόρη σωματικῶς, Ὂν ἐκδυσώπει, εἰσάξαι εἰς τὸν Παράδεισον.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἐπίχαρμα, ἐγενόμην δαίμοσιν, ἡδοναῖς τῆς ἁμαρτίας δουλεύσας, ὅτι παθῶν, ἡ ψυχὴ ἐμολύνθη, καὶ ὡς ἰχθὺν ὁ βελίαρ ἐζώγρησεν, ἀλλὰ πρὸ τέλος ἐκβοῶ· Γεωργίου λιταῖς Χριστὲ σῶσον με.
Ιάτρευσον, τῆς ψυχῆς τὰ τραύματα, σὴ πρεσβεία πρὸς Χριστὸν θεῖε Πάτερ, νόσων δεινῶν, τῆς ὀδύνης με ῥῦσαι, τῶν οἰδημάτων κινδύνων καὶ θλίψεων, καρδίαν νοῦν σῶμα ψυχήν, ἐξ ἐχθρῶν ἀοράτων εκλύτρωσαι.
Ὁδήγησον, πρὸς καλὴν μετάνοιαν, καὶ πρὸς τρίβους τοῦ Χριστοῦ σωτηρίους, τοῦ Ἀρσελά, ἱερώτατε Πάτερ, Σιναϊτών μοναστῶν ἐγκαλλώπισμα, τοὺς μέλποντας περιχαρώς, σὰ Γεώργιε θεία παλαίσματα.
Θεοτοκίον.
Νηστεύοντα, ἐκ παθῶν ἀξίωσον, καὶ δυνάμει Σου ἐνίσχυσον Κόρη, ὅτι τροφός, γλυκασμὸς καὶ ἀγάπη, ἡμῶν ὑπάρχεις ἐλπὶς καὶ μεσίτρια, ἀεὶ ὑμνοῦμεν Σε ἁγνή, προσκυνοῦντες τὸν ἄφραστον Τόκον Σου.
Διάσωσον, Ἀρσελαΐτα Γεώργιε τοὺς ὑμνοῦντας, πανευλαβώς θείαν μνήμην σου Ὅσιε, καὶ λύτρωσαι νόσων ἡμᾶς καὶ γεέννης.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἀντιλήπτωρ τῶν Σιναϊτών πέλεις Ὅσιε, καὶ μεσίτης τῶν Χριστιανῶν πρὸς τὸν Κύριον· σὺ παμμάκαρ τῶν μοναστῶν ἐδείχθης ὁδηγός, διὸ πρόφθασον θεῖε ποιμήν, εἰς τὴν βοήθειαν ταχύ, τῶν πιστῶς προσκαλούντων σε· ἴασαι ἀσθενοῦντας, καὶ ῥῦσαι τοὺς δαιμονῶντας, πάντας ἐκ βλάβης ἐξελοῦ, Ἀρσελά δόξα Γεώργιε.
Προκείμενον.
Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὑτοῦ θελήσει σφόδρα.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῆ Αὑτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. στ΄ 17-22).
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ ᾿Ιησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς ᾿Ιουδαίας καὶ ῾Ιερουσαλήμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ· ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο, καὶ ἰᾶτο πάντας. Καὶ αὐτός, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς Μαθητὰς αὐτοῦ, ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσι, καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Δόξα.
Ταῖς τῶν Σου Ὁσίου πρεσβείαις ᾿Ελεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ Νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μὴ οὖν ἀπορρίψῃς με, σαρκὸς τὸν μεμολυσμένον, καὶ παθὼν τὸν ἄσωτον, σε νῦν καταφεύγοντα ὦ Γεώργιε, Ὅσιε σῶσον με, πιστῶς προσπίπτοντα, σὴ εἰκόνι ἀσπαζόμενος, ἴασιν δώρησαι, ἄμφω τῶν κινδύνων ἐκλύτρωσαι, θλίψεων ἐξαιρούμενον, καὶ τῶν χαλεπῶν συμφορῶν τοῦ βίου· ἶνα ἐξυμνῶ σου, πληθὺν τῶν θαυμασίων ἀληθῶς, καὶ μεγαλύνω ἐν ἄσμασι, πολιτείαν ἄμεμπτον.
Σῶσον ὁ Θεὸς τὸν λαό σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Μετὰ τῶν Ἀσωμάτων αὐλιζόμενος Πάτερ καὶ τῶν Ἁγίων Χριστόν, ιλέωσαι λιταῖς σου, ῥυσθῆναι τῆς γεένης, τοὺς βοῶντας Γεώργιε· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἰ.
Ἐχθρῶν ἐπαναστάσεις τῶν αἱρέσεων θράση καὶ τῶν δαιμόνων ὀφρύν, σὴ μαάκρ ἀντιλήψει, κατάβαλε ἐν τάχει, ἶνα χαίροντες μέλπωμεν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἰ.
Λαὸν εὐσεβοφρόνως, ἀνυμνοῦντα σε κλέος, Σινᾶ τε καὶ Ἀρσελά, σαῖς πρὸς Θεὸν πρεσβείαις, ἐκλύτρωσαι κινδύνων, καὶ τρυφῆς καταξίωσον, τῆς Βασιλείας Θεοῦ, Γεώργιε θεόφρον.
Θεοτοκίον.
Ὁρῶμεν Θεοτόκε ἀπειρόγαμε Νύμφη Σε ὡς κατεῖδε Μώσης, ἐν τῷ Σινᾶ ὡς Βάτον, φλογὶ παραδοθεῖσαν, ἀλλὰ ἄφλεκτον μείνασαν, νῦν δε τὴν φλόγαν παθών, ἡμῶν σβέσον Παρθένε.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Σῶσον οἰκτῖρμον, τοὺς εὐσεβεῖς Γεωργίου, ταῖς λιταῖς ἀπαύστως Σε ὑμνοῦντας, καὶ δοξολογούντας, εἰς πάντας τοὺς αἰῶνας.
Γῆθεν νεφέλη, πρὸς τὴν Σίων κοινωνήσαι, τοῦ ποθεῖν ὦ θεῖε Πάτερ ἦρεν, ἐπαναγαγόντα, ὂν πόθον Χριστὲ δὸς μοι.
Ἐλέους θείου, καὶ δωρεῶν ἐμπλῆσον με, ταπεινῶς φρονεῖν ἳν’ ἀνυμνῶ σε, ὦ Ἀρσελαΐτα, Γεώργιε τρισμάκαρ.
Θεοτοκίον.
Ὤφθης Ἀγγέλων, ἐν οὐρανοῖς ἀνωτέρα, γηγενῶν Ἀγνὴ ἁγιωτέρα, ὅθεν τοὺς ὑμνοῦντας, Σὺ σκέπε πάσης βλάβης.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ῥοαῖς σοῦ δακρυρρόους, χάρισόν μοι Πάτερ, σημειοφόρε Γεώργιε, γῆς Ἀρσελά, ἶνα ὑμνῶ καὶ γεραίρω τὰ σὰ παλαίσματα.
Γεώργιε φρουρὸν σε, κέκτηται ἡ Σκητή, τοῦ Ἀρσελά σὺν πατράσι Μονῆς τοῦ Σινᾶ, καὶ πλῆθος Ὀρθοδόξων οὓς πάντας φύλαττε.
Ἱκέτευε Σωτῆρα, ἵνα ψυχοφθόρων, ἁμαρτιῶν ἀπαλλάξῃ Γεώργιε, νῦν τοὺς σὴν πανένδοξον μνήμην πανηγυρίζοντας.
Ὀρδὰς ἐχθρῶν ἀπίστων, Σινᾶ χερσονήσου, Μονὰς ἐπαπειλοῦντας ἐκδίωξον σύ, καὶ ὑπερμάχει Πατέρω ἀεὶ Γεώργιε.
Θεοτοκίον.
Ὑψίστου ἡ καθέδρα, πέλεις ἐν τῷ πόλῳ, διὸ δυσώπει Υἱὸν Σου σωθῆναι ἡμᾶς, τοὺς ἀληθῶς Θεοτόκον ὁμολογοῦντας Σε.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα μεγαλυνάρια,
Γέγραπται ἐν βίβλῳ τῇ τοῦ Δαβίδ, ὁρισμὸς ὁποῖος, τοῦ δικαίου ἀνδρὸς ἐστί, ἐλεῶν ἀπαύστως, κατατρυφᾶν Κυρίῳ, φῶς ἀρετῶν ἐκλάμπων, ἆ ἔσχες Ὅσιε.
Ἔλεος Δεσπότου ἐπιζητῶν, ἐν ἀνύδροις τόποις, ἠγωνίσω ὑπερφυῶς, καὶ πληθὺν δαιμόνων, κατῄσχυνας παμμάκαρ, Γεώργιε Πατέρων, Σινᾶ ἀγλάισμα.
Ὧ κατορθωμάτων ἀσκητικῶν, ἱδρώτων καμάτων, δακρυρρόων τε προσευχῶν, ὕδωρ ἐγκρατείας, καὶ αὐστηρὰς νηστείας, δι’ ὢν σὸν βίον Πάτερ, ὄντως ἐκόσμησας.
Ῥῦσαι τῶν παγίδων τοῦ πονηροῦ, τοὺς σοὺς ἐξυμνοῦντας, θείους ἄθλους Πάτερ σοφέ, ἐνάρετον βίον, καὶ πλῆθος θαυμασίων, ἆ ἔτι ζῶν ἐτέλεις, ἐν γῆ Γεώργιε.
Γῆθεν ἐποχούμενος πρὸς Σίων, ἡρπάγης νεφέλη, πληρωθέντος πόθου σεπτοῦ, Πάτερ κοινωνίας, Ἀχράντων Μυστηρίων, Χριστοῦ καὶ πάλιν ἦλθες, εἰς θείαν Λαύραν σου.
Ἱκεσίαις δέξαι πάντων ἡμῶν, τῶν πιστῶς τιμώντων, σὴν πανένδοξον ἑορτήν, ὦ Ἀρσελαΐτα, Γεώργιε θεόφρον, καὶ δὸς πᾶσι τὰ κρείττω, καὶ χάριν ἄμετρον.
Ὤφθης ἀντιλήπτωρ καὶ ἰατρός, νεκρώσας τὸν ὄφιν, καὶ ἀνέστησας ἐκ νεκρών, ἄμα μαθητὴν σου, τῇ πρὸς Θεὸν δεήσει, ἡμῶν ψυχῆς τὰ πάθῃ, νέκρωσον Ἅγιε.
Ὕβριν ἀποδίωξον μισητήν, πάθη ψυχοφθόρα, δυσπιστίαν καταλαλιάν, τὴν φιλαργυρίαν, σὺν τῇ φιληδονία, καὶ ἀρετῶν ἀντίδος, καρπὸν Γεώργιε.
Μὴ μοι δὸς Θεῶ τῷ καταφρονεῖν, τῶν παραγγελμάτων καὶ θελήματος ἀγνοεῖν, ἀλλὰ διδαχαῖς σου, καὶ προσευχαῖς παράσχου, τὸν φωτισμὸν καὶ γνῶσιν, Πάτερ τὴν ἔνθεον.
Νόσων ἐλευθέρωσον καὶ δεινῶν, τοὺς σε εὐφημοῦντας, ὦ Γεώργιε Ἀρσελά, καύχημα Σιναίου, τῶν μοναστῶν ἀκρότης, τοῖς χαῖρε σοι βοῶσι, Πάτερ μακάριε.
Ὅλην τὴν καρδίαν πρὸς τὸν Θεόν, ἐν τῇ προσευχὴ μου, καθ’ ἑκάστην ἀναπνοήν, δὸς ἔχειν ὦ Πάτερ, ὥσπερ λαμπάδος φλόγα, καὶ νοῦν ἀμετεώριστον, καὶ φιλόπονον.
Σῶσον ταῖς πρεσβείαις σου πρὸς Χριστόν, ψυχὰς τῶν ὑμνούντων, σε ἀσμένως Πάτερ σοφέ, χάριν σὴν παράσχου, ῥῶσιν δαψιλεστάτην, ἁμαρτημάτων λύσιν, ἄμφω ὑγείαν τε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεί καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πέλεις, Ὀρθοδόξων ὁδηγός, τῶν Σιναϊτών ἀντιλήπτωρ, καὶ τῶν πτωχῶν ἀρωγός, Ὅσιε Γεώργιε, Ἀρσελαΐτα σοφέ, καταπλήττεις δε θαύμασι, τοῖς πίστει δραμοῦσι, καὶ τὴν σὴν βοήθειαν, ἐπιζητοῦσι θερμῶς· ὅθεν, δίδου πᾶσι τὰ κρείττω, σῴζων ἐκ φθορᾶς νοσημάτων, τοὺς τὴν θείαν μνήμην σου γεραίροντας.
Ἄνασσα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, αἰωνίου πυρὸς Βάτε ἄφλεκτε.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δί’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἠμᾶς.
Ἀμήν.
Χαιρετισμοί εις τον Όσιο Γεώργιο τον Αρσελαίτη ο εν Σιναίου Όρους εν Ιερά Σκήτη Αρσελά ασκήσαντα
Εγκώμια εις τον Όσιο Γεώργιο τον Αρσελαίτη ο εν Σιναίου Όρους εν Ιερά Σκήτη Αρσελά ασκήσαντα
Στην Μέση της εικόνας είναι η Παναγία η Άφλεκτος Βάτος, και απο αριστερά προς τα δεξιά απικονείζονται ο Όσιος Γεωργιος ο Αρσελαίτης, ο Όσιος Νείλος ο Σιναίτης, ο Όσιος Αναστάσιος ο Σιναίτης και Άγιος Ιωάννης της Κλίμακος