Παρακλητικός Κανών εις τον Όσιο Γεράσιμο Σουρβιάς Πηλίου

Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

†Εορτάζεται στις 15 Σεπτεμβρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ παρόντα τροπάρια·

Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῷ θεοφόρῳ Γερασίμῳ προσπέσωμεν, οἱ ταῖς τοῦ βίου τρικυμίαις ποντούμενοι, ἀπὸ βαθέων κράζοντες ψυχῆς πρὸς αὐτόν· ἅγιε Γεράσιμε, τῇ θερμῇ σου πρεσβείᾳ, σπεῦσον ἐξελοῦ ἡμᾶς, πειρασμῶν καὶ κινδύνων, καὶ Βασιλείας πάντας Οὐρανῶν, ἀξιωθῆναι ἱκέτευε Ὅσιε.

Δόξα.
Ὅμοιον.

Τῷ ἰατρῷ τῶν ἀλγεινῶν νῦν προσδράμωμεν, οἱ ἀσθενείαις τῆς ψυχῆς καὶ τοῦ σώματος, βεβυθισμένοι κράζοντες αὐτῷ ἐκτενῶς· ἔνδοξε Γεράσιμε τὸν Θεὸν τῶν σῶν δούλων, τῶν ἀνευφημούντων σε ἐκ ψυχῆς θεοφόρε, ὑπὲρ ἡμῶν ἱκέτευε πολλῶν, νόσων ῥυσθῆναι ταῖς σαῖς παρακλήσεσιν.

Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ Κανών.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Πολλοῖς παραπτώμασι καὶ δεινοῖς, κυκλούμενος Πάτερ, τῶν λειψάνων σου τῇ σορῷ, προσφεύγω βοήθειαν και ῥῶσιν, ἐπιζητῶν ἣν παράσχου μοι τάχιστα.

Νοὸς ἡμῶν μάκαρ τὰς ἐκτροπάς, καὶ πάθη καρδίας, καὶ τὰς νόσους τὰς ψυχικάς, ἰάτρευσον πάσης ἐπηρείας, ταῖς προσευχαῖς σου Γεράσιμε ἔνδοξε.

Παθῶν με ταράττουσι προσβολαί, καὶ πλήθη κινδύνων, ἐκπιέζουσι χαλεπῶς, προστῆθί μοι οὖν ὅσιε Πάτερ, τῆς συνεχούσης ἀνάγκης καὶ λύτρωσαι.

Θεοτοκίον.
Ὁλόκληρον δέησιν πρὸς Θεόν, προσάγαγε Κόρη, οἰκτειρῆσαί με τὸν πολλαῖς, ἀπάταις τοῦ βίου συσχεθέντα, καὶ ἁμαρτίας νυκτὶ καλυπτόμενον.

Ὠδή γ΄. Οὐρανίας ἁψῖδος.
Προστασίαις σου Πάτερ, τῶν λυπηρῶν ῥῦσαί με, καὶ τῆς σωτηρίας τὰς τρίβους, νῦν καθυπόδειξον· σὺ γὰρ Γεράσιμε, τοῦ Λυτρωτοῦ καὶ Σωτῆρος, τὸν Σταυρὸν ἐπ᾿ ὤμων σου χαίρων ἐβάστασας.

Ἱκετεύω σε μάκαρ, τὴν ψυχικὴν σκότωσιν, καὶ τὴν τῆς σαρκὸς ἀῤῥωστίαν μου, τάχος ἴασαι· σὺ γὰρ τοῦ αἴροντος, τὰς ἀσθενείας τοῦ κόσμου, τὴν πτωχείαν ἔστερξας, πάτερ Γεράσιμε.

Χαλεπῶν νοσημάτων, τῶν τῆς ψυχῆς Ὅσιε, καὶ τῶν τῆς σαρκὸς ἀλγηδόνων, καθικετεύω σε, ταῖς πρὸς τὸν Κύριον, σαῖς εὐπροσδέκτοις πρεσβείαις, λύτρωσαί με ᾄσμασι, ὅπως γεραίρω σε.

Θεοτοκίον.
Ζωτικήν Σε νεφέλην, καὶ χρυσαυγὴ φέρουσαν, ὄμβρον τὸν οὐράνιον Κόρη, πάντες γινώσκοντες, πιστῶς αἱτούμεθα, καταφλεχθείσας καρδίας, φλόγα παραπτώσεων, νῦν καταδρόσισον.

Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου ὅσιε Πάτερ, ὅτι πάντες μετὰ Θεὸν πρὸς σὲ νυνὶ καταφεύγομεν, ὡς ἔνθεον πρὸς Θεὸν ἡμῶν πρέσβυν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὰ Καθίσματα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτης θερμὸς ὑπάρχεις, ὦ Γεράσιμε, τοῖς πόθῳ τῇ σῇ, τιμίᾳ Κάρᾳ προσπελάζουσι, καὶ πιστῶς γεραίρουσι, καὶ βοῶσί σοι πανσεβάσμιε, ἐκ τῶν κινδύνων λύτρωσαι ἡμᾶς, ὡς ταχὺς βοηθὸς δεομένων σου.

Δόξα.
Προστάτην θερμὸν καὶ μέγαν ἀντιλήπτορα, παμμάκαρ ἀεὶ ἐκ πάσης περιστάσεως, καὶ κινδύνων Ὅσιε, τοὺς σοὺς δούλους ἐκλύτρωσαι τάχιον, καὶ ἐκ παντοίων νόσων καὶ παθῶν, καὶ δαιμονίων θεόφρον Γεράσιμε.

Καὶ νῦν.
Θεοτοκίον.

Πρεσβεία θερμή, καὶ τεῖχος ἀπροσμάχητον, ἐλέους πηγή, τοῦ κόσμου καταφύγιον, ἐκτενῶς βοῶμέν σοι· Θεοτόκε Δέσποινα, πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἡ μόνη ταχέως προστατεύουσα.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νοερῶς εἰκονίζω σε, ὅλως τετρωμένος τῷ θείῳ πόθῳ σου, μὴ παρίδῃς με Γεράσιμε, ἀλλὰ ἴασαί μου τὰ συντρίμματα.

Ἀπολαύοντες πάντοτε, τῆς σῆς βοηθείας πάτερ Γεράσιμε, εὐχαρίστως εὐφημοῦμέν σε, οἱ τῷ σῷ τεμένει καταφεύγοντες.

Ἐν ὀδύνῃ καρδίας μου, τὸν ἐμὸν προστάτην σὲ τὸν θερμότατον, δυσωπῶ μὴ καταλίπῃς με, ἐξ ἐχθρῶν ἐπηρείας ἀπολλύμενον.

Θεοτοκίον.
Ὑπὲρ πάντας σοὶ ἥμαρτον, τοὺς ἐν γῆ βιώσαντας Ὑπεράγαθε, ἄνες ἄφες μοι συγχώρησον, Ἰησοῦ πρεσβείαις τῆς τεκούσης σε.

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Ἰατρὲ τῶν νοσούντων, πάσας μου ἰάτρευσον τὰς νόσους δέομαι, ὁδηγὲ ἁπάντων, πλανωμένων ὁδοῖς με πλανώμενον, ἀπωλείας πάσης, καὶ σκοτιζόμενον ἀπάταις, ὡς καλός μου προστάτης ἐπίστρεψον.

Ἐν νυκτὶ καὶ ἡμέρα, σὲ ἐπικαλοῦμαι τὸν μέγαν προστάτην μου, ἐν παντὶ μὲ τόπῳ, καὶ καιρῷ διαφύλαξον ἄτρωτον, ἀπὸ πάσης βλάβης, καὶ ἐπηρείας ἐναντίων, τὸν εἰς σὲ τὴν ἐλπίδα μου θέμενον.

Νόμους θείους τηροῦντα, μὴ παρατρεπόμενον στάσεως κρείττονος, ἀλλ᾿ εὐθυποροῦντα, καὶ Θεῷ τὰ εὐάρεστα πράττοντα, ἐνδυνάμωσόν με, τὸν Λυτρωτὴν καθικετεύων, ἀγαθέ μου προστάτα Γεράσιμε.

Θεοτοκίον.
Ὡραιώθης Παρθένε, ὡς τὸν ὡραιότατον Λόγον κυήσασα, ὃν ἀεὶ δυσώπει, οἰκτειρῆσαι λαὸν ἁμαρτάνοντα, διασώσαι κόσμον, δαιμονικῆς ἁπάσης βλάβης, τὸν εἰς σὲ Θεοτόκε ἐλπίζοντα.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Θανάτου, φθοροποιοῦ ἀπάλλαξον, τὴν ψυχήν μου ὦ Γεράσιμε πάτερ, τοῦ τῷ ναῷ τῷ σεπτῷ σου ἐν πίστει, προσπεφευγότος καὶ ῥῦσαι πρεσβείαις σου, ἐκ πάσης νόσου χαλεπῆς, καὶ δεινῶν χαλεπῶν περιστάσεων.

Προστάτης μετὰ Θεὸν σὺ γένοιο, καὶ λιμὴν τῶν προσφοιτόντων σοι Πάτερ, τῶν πειρασμῶν ἐκλυτρούμενος πάντας, τοὺς τῇ πανσέπτῳ σου κάρᾳ πελάζοντας, τῇ σῇ πρεσβείᾳ γὰρ ἀεί, πεποιθότες προστρέχομεν ἅπαντες.

Συνεῖναι με τὸν πολλὰ σὲ ποθοῦντα, πολυπόθητε εὐδόκησον Πάτερ, σοὶ τῷ κλεινῷ καὶ θερμῷ μου προστάτη, ἐν πίστει μάκαρ βοῷ σοι Γεράσιμε, γενήθητί μοι βοηθός, καὶ παντοίας ἀνάγκης με λύτρωσαι.

Θεοτοκίον.
Τὴν δέησιν τῆς ἀθλίας ψυχῆς μου, μὴ παρίδῃς Θεοτόκε Παρθένε, ἀλλὰ τῇ σῇ ἀγαθὴ προστασίᾳ, τὸ τῶν ἁπάντων Θεῷ με οἰκείωσον, καὶ λύτρωσαὶ με τῶν ἐκεῖ, μενουσῶν με βασάνων Πανάμωμε.

Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου ὅσιε Πάτερ, ὅτι πάντες μετὰ Θεὸν πρὸς σὲ νυνὶ καταφεύγομεν, ὡς ἔνθεον πρὸς Θεὸν ἡμῶν πρέσβυν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὰ Κοντάκια.
Ἦχος β´. Προστασία τῶν Χριστιανῶν.
Οἱ ποθοῦντες τῶν ἀσθενειῶν ἀναῤῥώσασθαι, Γερασίμου τῷ σεπτῷ, τεμένει προσδράμωμεν, καὶ ἐγγίζοντες εὐλαβῶς τῇ θείᾳ κάρᾳ αὐτοῦ, μετὰ πόθου κράξωψεν αὐτῷ· ὡς ἐκ Θεοῦ χάριν λαβὼν τοὺς νοσοῦντας ἰάσασθαι, τάχυνον ἐξελέσθαι παντοίων πειρατηρίων, ὁ προστατεύων ἡμᾶς, Γεράσιμε τοὺς τιμῶντάς σε.

Προστάτην σε ἐπικαλούμεθα ἄγρυπνον, καὶ μεσίτην ὑπὲρ ἡμῶν τῷ Θεῷ εὐπρόσδεκτον, μὴ παρίδῃς σῶν ἱκετῶν δεήσεων φωνάς, ἀλλ᾿ ἐπάκουσον ὡς συμπαθής, ἐπὶ τὴν δέησιν ἡμῶν, τῶν θερμῶς δεομένων σε, ἔκτεινον σὴν πρεσβείαν, καὶ σπεῦσον εἰς μεσιτείαν, ἐπικαμπτόμενος λιταῖς, τῶν τιμώντων σε Γεράσιμε.

Ἕτερα. Ἦχος β. Τὰ ἄνω ζητῶν.
Πρέσβυν σὲ θερμόν, κεκτήμεθα πρὸς Κύριον, πρόμαχον στεῤῥόν, καὶ νόσων ἀμυντήριον, ἐκτενῶς σοι κράζομεν, θεοφόρε Γεράσιμε πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ὡς μέγας ἡμῶν φῦλαξ καὶ πρόμαχος.

Πρεσβείαν τὴν σὴν ὡς ὅπλον ἀπροσμάχητον, πλουτοῦντες ἀεὶ οἱ πίστει σοὶ προσφεύγοντες, ἐκτενῶς βοῶμέν σοι· Θεοφόρε Γεράσιμε πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, τὸν μόνον Δεσπότην ἱλεούμενος.

Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν;

Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Ματθαῖον
(Κεφ. ια΄ 27-30).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅλην ἀνατέθεικας, τὴν σὴν ζωὴν τῷ Κυρίῳ, καὶ θερμῶς ἐχώρησας, πρὸς τὸν τῆς ἀσκήσεως δρόμον Ὅσιε, προσευχὴν ἀθόλωτον, ἀγρυπνίαν πάννυχον, ὑμνῳδίαν ἀκατάπαυστον, καὶ βίον ἄμεμπτον καὶ ἀγγελικὸν ἐνδεικνύμενος, ἐντεῦθεν τὴν ἐνέργειαν τὴν τῶν θαυμασίων ἐπλούτισας, Γεράσιμε μάκαρ, Πηλίου σεμνολόγημα τερπνόν, καὶ τῆς Μονῆς σου διάσωσμα, τῆς ἀεὶ τιμώσης σε.

Σῶσον ὀ Θεός, τὸν λαό σου…

Ὠδή ζ´. Παῖδες Ἑβραίων.
Λῦσον παθῶν μου τὴν ὁμίχλην, τῇ λαμπρότητι τῶν πρεσβειῶν σου Πάτερ, καὶ πρὸς τρίβους ζωῆς ὁδήγησον βοῶντα, εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Σύντρομος γίνομαι τὴν ὥραν, ἐνθυμούμενος τῆς Κρίσεως ψυχῆς μου, πονηρὸν συνειδὸς ὁ τάλας κεκτημένος, φίλτατε Πάτερ ῥῦσαί με, αἰωνίου τιμωρίας.

Δὸς ἡμῖν χεῖρα βοηθείας, περιπίπτουσιν εἰς πάθη ἀτιμίας, κατανύσσων ἡμῶν τὸν νοῦν ἐν μετάνοιᾳ, ταῖς ἱκεσίαις Κύριε τοῦ ὁσίου Γερασίμου.

Θεοτοκίον.
Στῆσον τοὺς ὄμβρους τῶν παθῶν μου, ἡ τὰ ῥεύματα ξηράνασα τῆς πλάνης, ὡς τὸ ὕδωρ Ἁγνὴ τὸ τῆς ζωῆς τεκοῦσα, καὶ ἐπηρείας· λύτρωσαι τῶν δαιμόνων Θεομῆτορ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τοὺς προσιόντας σου, τῷ σεπτῷ νῦν τεμένει, ἐκ παντοίων λύτρωσαι κινδύνων, νόσων τε ποικίλων Γεράσιμε τρισμάκαρ.

Τὰς ἀσθενείας, τῶν τῇ σῇ προσφοιτώντων, νῦν σορῷ ἁγίᾳ Πάτερ ἰατρεύεις· ὅθεν ἀνυμνοῦσιν, Χριστὸν εἰς τοὺς αἰῶνας.

Τῶν ἰαμάτων, θεία πηγὴ ἡ σὴ κάρα, ἀνέτειλε Πάτερ τοῖς ὑμνοῦσι, καὶ ὑπερυψοῦσι, Χριστὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.
Τῶν πειρασμῶν, τῶν βιωτικῶν λύτρωσαί με, ὡς τεκοῦσα τὸν πάντων Δεσπότην, Ἄχραντε Παρθένε, ἀεὶ εὐλογημένη.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Λιμὴν τὴς σωτηρίας, πέλει ὁ ναός σου, καταφυγὴ καὶ βεβαία ἀντίληψις, τοῖς καταφεύγουσι πίστει πάτερ Γεράσιμε.

Χαρᾶς ἀδιαδόχου, Πάτερ σὺν Ἀγγέλοις, ἐπαπολαύων νυνὶ διασκέδασον, τὴν ἀθυμίαν τῶν νόσων ἡμῶν καὶ θλίψεων.

Φωτὶ τῶν πρεσβειῶν σου, λάμπρυνον τρισμάκαρ, τὸ σκοτεινὸν τῶν παθῶν μου Γεράσιμε, ὅπως ἐν πίστει δοξάζω τὸν σὲ δοξάσαντα.

Θεοτοκίον.
Ἡ σκέπη σου Παρθένε, ἰατρεῖον πέλει, πνευματικὸν ἐν αὐτῷ γὰρ προσφεύγοντες, τῶν ψυχικῶν νοσημάτων ἀπολυτρούμεθα.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Φύλαττε τοὺς δούλους σου ἐκ δεινῶν, παντοίων τρισμάκαρ, καὶ λοιμώδους νόσου σοφέ, ὅπως σὲ ὡς ῥύστην, ἀκοίμητον ὑμνῶμεν, Γεράσιμε οἱ πόθῳ σοι καταφεύγοντες.

Τόξα τῶν δαιμόνων καταβαλεῖν, ἡμᾶς θεοφόρε, ἐνδυνάμωσον ταῖς σαῖς εὐχαῖς, ὥσπερ σὺ καθεῖλες, Σταυροῦ τῇ πανοπλίᾳ, ὡς καὶ ἡμᾶς τρισμάκαρ, νῦν περιτείχιζε.

Λύσιν τῶν πταισμάτων μου καὶ δεινῶν, αἴτησαι εὑρεῖν με, ὦ Γεράσιμε τὸν Χριστόν, καὶ σοὶ παραστῆναι, μετὰ σαρκὸς τὴν λύσιν, κἂν μέγα πέλει τὸ αἴτημα.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας ἡμᾶς οἴκτειρον Ἁγνή, Μήτηρ τοῦ Θεοῦ καὶ Παρθένε, προσπεφευγότας ἐν σοί, καὶ σοῦ τὴν ἀντίληψιν ἐπιζητοῦντας θερμῶς· σὸν οἰκέτην προβάλλοντες, Γεράσιμος θεῖον, πρέσβυν νῦν πανάριστον, οὗ ταῖς εὐχαῖς τῶν δεινῶν, ῥῦσαι καὶ φθορᾶς καὶ κινδύνων, καὶ ἐπιτυχεῖν Βασιλείας, σοῦ Υἱοῦ ἀξίωσον δεόμεθα.

Ἄλλο καταφύγιον Ἁγνή, πρὸς τὸν Ποιητὴν καὶ Δεσπότην, οὐκ εὐποροῦμεν ἡμεῖς, εἰ μὴ σὲ Θεόνυμφε, μὴ ἀποῤῥίψης ἡμᾶς· τῇ θερμῇ προστασίᾳ σου, μηδὲ καταισχύνῃς, πόθῳ τοὺς προστρέχοντας ὑπὸ τὴν σκέπην σου, Μῆτερ, τοῦ Θεοῦ ἡμῶν σπεῦσον, δεῖξόν σου ἐλέους τὸν πλοῦτον, καὶ τῆς νῦν ὀργῆς ἡμᾶς διάσωσον.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Χαιρετισμοί εις τον Όσιο Γεράσιμο Σουρβιάς Πηλίου