Παρακλητικός Κανών εις τον Όσιο και Θεοφόρο Πατέρα ημών Γρηγόριο Επίσκοπο Πανήδου

Ποίημα Καθηγουμένης Ισιδώρας Μοναχής Αγιεροθεϊτίσσης

†Εορτάζεται στις 19 Ιουλίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Κατόπιν τὰ Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Ὀρθοδοξίας τὸν ἀπόρθητον πύργον, τῆς ἀληθείας τὴν φωνήν τὴν μεγάλην, τὸν ἱερὸν Γρηγόριον, αἰσίαις φωναίς· δεῦτε εὐφημήσωμεν, οἱ πιστοὶ κατὰ χρέος, τούτου μεγαλύνοντες, τοὺς μεγάλους αγώνας· οὗς ἄχρι τέλους γνώμη ἀκλινεῖ, διὰ τὴν πίστιν, τὴν θείαν διήνυσεν.

Δόξα.
Ὅμοιον.
Ὁ τῆς Πανήδου ἐπευφράνθητι θρόνος, τοῦ ἐπισκόπου Γρηγορίου τῇ μνήμη, τοῦ ἱεροῦ ποιμένος σου, καὶ γὰρ ευκλεώς· οὗτος σε ἐδόξασε, τῶν ἁγίων εἰκόνων, στέρξας τὴν προσκύνησιν, καὶ τιμὴν ὡς πρεπόντως· τῆς ἐκκλησίας στῦλος καταστάς, ὁμολογίας, ὁ νέος ὑπέρμαχος.

Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Γρηγορίῳ Ἐπισκόπῳ Πανήδου ᾠδή. Ἰσιδώρας.

Ἦχος πλ. δ΄. ᾨδὴ α΄ Ὑγρὰν διοδεύσας.
Γρηγόριον ᾄσωμεν οἱ πιστοί, τῆς νήψεως λύχνον ἐγρηγόρσεως ὀφθαλμόν, Πανήδου ἐπίσκοπον τὸν μέγαν, ὁμολογίας τὸ στόμα τὸ πάγχρυσον.

Ῥωσθεὶς θεία χάριτι τοῦ Σταυροῦ, Γρηγόριε πάτερ κατετρόπωσας ἀνδρικῶς, τὸ σθένος ἐχθρῶν αἰρετιζόντων, καὶ στεφανίτης ἐδείχθης τῆς πίστεως.

Ἡλίου λαμπρότερον ἐν τῇ γῇ, ἡ μνήμη ἐπέστη Γρηγορίου τοῦ ἱεροῦ, πιστῶν ἰλαρύνουσα καρδίας, καὶ καταυγάζουσα γῆς τὰ πληρώματα.

Θεοτοκίον.
Γραφαὶ προφητόφθεγκτοι ἐπί σοι, παρθένε Μαρία πέρας ἔλαβον ἀληθῶς, Θεὸν γὰρ ἐκύησας ἀσπόρως, καὶ ἡ ἁγνείᾳ σου ἄφθορος ἔμεινεν.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὁ σὸς βίος ἐδείχθη, τῶν ἀρετῶν πρότυπον, ὁμολογητά τοῦ Κυρίου, νέε Γρηγόριε, ἱεραρχῶν καλλονῇ, τῶν μοναζόντων ἀκρότης, τῶν Πατέρων καύχημα, καὶ σεμνολόγημα.

Ῥαθυμίας τὸν ὄκνον, ἀπολαβὼν Ὅσιε, νήψεως ἐγένου λυχνία, καὶ ἐγρηγόρσεως, ὁ καθαρὸς ὀφθαλμός, ὁ καθορῶν μεγαλεία, τὰ καινὰ καὶ ἄῤῥητα, μάκαρ Γρηγόριε.

Ἰσχυρὸς ἐν πολέμοις, ἐν πειρασμοῖς ἄτρωτος, ἐν τοῖς λυπηροῖς γενναιόφρων, καὶ ἀκατάπτωτος, ἐν τοῖς ἀγῶσι καλός, καὶ εὐσθενὴς στρατιώτης, νικητὴς τε ἄριστος, ὤφθης Γρηγόριε.

Θεοτοκίον.
Ὡς πολλή σου ἡ δόξα, ἣν ἐκ Θεοῦ ἔλαβες, Ἄχραντε παρθένε Μαρία, ὡς ὑπερβάλλουσα, ἡ ἱερά σου τιμή, ἀγγελικῶν στρατευμάτων, τοὺς χοροὺς εὐφραίνουσα, καὶ καταπλήττουσα.

Στερέωσον, ἡμῶν τοὺς πόδας τῆς πίστεως ἐν τῇ πέτρα, ὦ Γρηγόριε ἱερέ, Πανήδου ἐπίσκοπε, καὶ ἄσειστε στῦλε ὀρθοδοξίας.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Τὴν πίστιν Χριστοῦ, ἣν ἔστερξας Γρηγόριε, ἐνθεῶ σπουδῇ καὶ ζήλῳ διετράνωσας, τῶν σεπτῶν εἰκόνων τε, εἰς ἀγῶνας μέτοχος γέγονας, ὑποστηρίξας ὄλῃ σου ψυχή, τὴν τούτων τιμήν τε καὶ προσκύνησιν.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἐπαινοῦσι τὴν δόξαν σου, καὶ τὰ κατορθώματα τῶν ἀγώνων σου, παμμακάριστε Γρηγόριε, τῶν Ἀγγέλων τάξεις ἃς ἐζήλωσας.

Ποίοις λόγοις Γρηγόριε, πάτερ διηγήσομαι τὰ εξαίρετα; καὶ θαυμάσια τοῦ βίου σου, ὁ Θεὸς δι’ ὧν σε ἀντεδόξασεν.

Ἰδοὺ κράζει τοῖς πέρασι, τῆς Πανήδου θρόνος ὁ ιερώτατος, ὁ Γρηγόριος λαμπρύνει με, ὁ κλεινὸς καὶ μέγας μου Ἐπίσκοπος.

Θεοτοκίον.
Συνεχόμενος θλίψεσι, καὶ ταῖς τρικυμίαις καταποντούμενος, σοὶ προστρέχω μετὰ πίστεως, Παναγία κράζων σοὶ βοήθεί μοι.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Κόποις ἱεροῖς, πολιτείας τῆς ἀμείνονος, ἐπεδόθης ὦ Γρηγόριε σοφέ, διὸ καὶ εὗρες, τῆς χαράς τὴν ἀνταπόδοσιν.

Ὄλῃ σου ψυχή, καὶ ἐξ ὅλης τῆς καρδίας σου, ἀγαπήσας τὸν Δεσπότην τοῦ παντός, Αὐτῷ ἐκ πόθου, ἠκολούθησας Γρηγόριε.

Πέτρα εἰς στεῤῥάν, τὴν τῆς πίστεως Γρηγόριε, ἐπεστήριξας τοὺς πόδας σου καλῶς, διὸ καὶ ἔστης, ἐν ταῖς θλίψεσιν ἀκλόνητος.

Θεοτοκίον.
Ὦ τῶν ὑπὲρ νοῦν, καὶ ἀῤῥήτων μεγαλείων σου, ἆ ἐποίησεν ὁ Κύριος ἐν σοι, Θεοκυήτορ, Παναγία μητροπάρθενε.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Πανήγυριν, εἰς καινὴν ἐκάλεσε, Γρηγορίου τοῦ κλεινοῦ ἱεράρχου, ἡ εὐκλεής, καὶ πανέορτος μνήμη, τοῦ θεηγόρου τῆς πίστεως κήρυκος, καὶ νέου ὀμολογητού, οἱ πιστοὶ δεῦτε χεῖρας κροτήσωμεν.

Ἀγάλλεται, ἐπὶ σοὶ Γρηγόριε, τῆς Πανήδου ἡ θεόλεκτος ποίμνη, ὅτι λαόν, τὸν πιστόν τῇ σῇ ῥάβδῳ, ἐπὶ νομὰς σωτηρίους ὀδήγησας, Ἐπίσκοπος καὶ γὰρ ἐκεί, κατεστάθης χειρὶ τοῦ Κυρίου σου.

Νηφάλιος, ταπεινὸς καὶ μέτριος, προσευχῆς καὶ ἐγκρατείας τε φίλος, ἐπιεικής, συνετὸς τε καὶ πρᾶος, ἁγνιστὴς τε ἐδείχθης τῆς πίστεως, Γρηγόριε πάτερ σοφέ, θείου Πνεύματος σκεῦος πολύτιμον.

Θεοτοκίον.
Ἡ δόξα σου, Θεοτόκε Δέσποινα, ὑπερβαίνει τῶν Ἀγγέλων τὰς τάξεις, καὶ ἡ τιμή, ἡ μεγάλη σου ἄμα, ὑπερεκπλήττει πιστῶν τὴν διάνοιαν, διὸ συνάμα ἐν φωναίς, ἀσιγήτοις τὸ χαῖρε βοῶμέν σοι.

Στερέωσον, ἡμῶν τοὺς πόδας τῆς πίστεως ἐν τῇ πέτρα, ὦ Γρηγόριε ἱερέ, Πανήδου ἐπίσκοπε, καὶ ἄσειστε στῦλε Ὀρθοδοξίας.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καί τὸ Κοντάκιον..
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Γρηγορίου ὁμολογητοῦ μεγαλύνωμεν, τοὺς ἀγῶνας καὶ τὰ ἱερὰ κατορθώματα, πὼς ἀντέστη ταῖς προσβολαῖς αἱρέσεων δεινών, ἐχθρῶν φρύαγμα τὸ δολερόν, κατασυντρίψας σθεναρῶς, τῇ δυνάμει τοῦ Πνεύματος· πίστεως οὖν ἁγίας, ὑπέρμαχος ἀνεδείχθη, ὁμολογίας τε καλῆς, στρατιώτης ὁ ἀήττητος.

Προκείμενον.
Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στίχος. Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί σου ἀγαλλιάσει ἀγαλλιάσονται.

Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ ιβ΄, 8-12).
Εἶπεν ὁ Κύριος· πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ υἱός τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ Θεοῦ· ὁ δὲ ἀρνησάμενος με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ Θεοῦ. Καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν υἱόν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ Ἅγιον Πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται. Ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μὴ μεριμνᾶτε πῶς ἤ τί ἀπολογήσησθε ἤ τί εἴπητε· τὸ γὰρ Ἅγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.

Δόξα.
Ταῖς τοῦ Ἱεράρχου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Χαίροις ὦ Γρηγόριε, Ἀρχιερέων τὸ κλέος, τῶν Πατέρων καύχημα, τῶν ὁσίων τίμιον σεμνολόγημα, ὁ στεῤῥὸς πρόμαχος, τῶν σεπτῶν εἰκόνων, τῶν αἱρέσεων αντίπαλος, φωνὴ ἡ εὔηχος, τῆς ὁμολογίας καὶ πίστεως, ἐργάτα τιμιώτατε, τοῦ Εὐαγγελίου τῆς χάριτος· φίλε τοῦ Κυρίου, ὁ γνοῦς τὸ θεῖον θέλημα Αὐτοῦ, καὶ ἐπαυξήσας ταλάντων σου, τὸν πλοῦτον ὃν ἔλαβες.

Σῶσον, ὁ Θεὸς τὸν λαὸν Σοῦ….

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Δυνατὸς ἐν ἰσχύι, κραταιὸς ἐν ἀγῶσι τῆς θείας πίστεως, Γρηγόριε ἐδείχθης, εἰκόνων τῶν ἁγίων, τὴν τιμὴν καὶ προσκύνησιν, ὑποστηρίξας καλῶς, ἐν ἔργοις τε καὶ λόγοις.

Ὁ Γρηγόριος αὖθις, ὡς ἀστὴρ ἀνατέλλει τῷ στερεώματι, φωτίζων τοὺς ἐν σκότει, καθεύδοντας τῆς πλάνης, καὶ ἐγείρων εἰς αίνεσιν, τῶν μεγαλείων Θεοῦ, ὧν ἔγνωκε τὸ κάλλος.

Ὑψηλός σου ὁ βίος, θαυμαστόν σου τὸ κάλλος καὶ πολυέραστον, Γρηγόριε παμμάκαρ, ἐπίσκοπε Πανήδου, ἀληθείας διδάσκαλε, τῶν ἐντολῶν τοῦ Θεοῦ, ὑπέρμαχε καὶ φίλε.

Θεοτοκίον.
Ὡς ὑπέρτατος θρόνος, τὸν Δεσπότην τῶν ὅλων Θεοχαρίτωτε, ἐβάστασας χερσί σου, διὸ καὶ πλατυτέρα, οὐρανῶν ἀναδέδειξαι, Ἀγγελικῶν τε χορῶν, πολλῷν τιμιωτέρα.

ᾨδὴ η΄ . Τὸν Βασιλέα.
Διψῶν προσῆλθες, εἰς τὰς πηγάς τῶν ὑδάτων, ὥσπερ ἔλαφος ὅθεν καὶ εὗρες, νᾶμα ζωηφόρον, Γρηγόριε θεόφρον.

Ἡδὺς τοῖς λόγοις, ἐπιεικὴς τε τοῖς τρόποις, ταπεινός τῇ καρδία καὶ σώφρων, πάτερ θεοφόρε, Γρηγόριε ἐδείχθης.

Ἰδοὺ κραυγάζει, Ἐπισκοπή τῆς Πανήδου, τὸν Γρηγόριον αὖθις προβάλλω, τὸν Ἐπίσκοπον μου, ὡς λύχνον φωτοφόρον.

Σκεῦος ἐγένου, τῆς ἐκλογῆς τῆς τιμίας, ὡς ὁ Παύλος Γρηγόριε πάτερ, φθάσας εἰς τὰ ὕψη, τῆς θείας θεωρίας.

Θεοτοκίον.
Ἰδοὺ σε πάσαι, αἱ γενεαί τῶν ἀνθρώπων, μακαρίζουσι κόρη Παρθένε, ὡς εὐλογημένην, καὶ Κεχαριτωμένην.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Δικαίων αἱ χορεῖαι, Ὁμολογητῶν τε, καὶ τῶν Ὁσίων τὰ πλήθη, σκιρτῶσιν ὁμοῦ, τῇ ἱερὰ ἑορτή σου, πάτερ Γρηγόριε.

Ὡς σάλπιγξ ἀληθείας, πλάνης στηλιτεύεις, τὰς κακοδόξους αἱρέσεις, καὶ λόγους σοφούς, διαλαλεῖς τοῖς ἐν κόσμῳ, πάτερ Γρηγόριε.

Ῥᾳδίως τελειώσας, τρίβον τεθλιμμένην, τῶν θεαρέστων ἀγώνων, εἰς πόλιν Θεοῦ, τὴν ἐπουράνιον ἦλθες, χαίρων Γρηγόριε.

Ἀγάλλου καὶ εὐφραίνου, μῆτερ Ἐκκλησία, τοῦ Γρηγορίου υἱοῦ σου, τοῦ λίαν σοφοῦ, τῇ ἐξαιρέτω ἡμέρα, τῆς πανηγύρεως.

Θεοτοκίον.
Συμφώνως Θεοτόκε, χαῖρέ σοι βοῶμεν, ὅτι πικρίας τῆς πάλαι, ἐλύθη ἀρά, καὶ ἡ χαρὰ ἀντεισήλθε, διὰ τοῦ τόκου σου.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ὢν ἡ ἀκροστιχίς·
Χαῖρε Ὅσιε
Χαίροις ἀληθείας ὑφηγητά, τῆς κακοδοξίας καὶ τῆς πλάνης ὑφηγητά, τοῦ Εὐαγγελίου ἀκάματε ἐργάτα, Κυρίου στρατιῶτα πάτερ Γρηγόριε.

Ἄγαμαι τὰς θείας σου ἀρετάς, στέργω σου τὴν δόξαν ἐκθειάζω σου τὴν τιμήν, ὕμνοις μεγαλύνω τὴν σὴν μεγαλωσύνην, Γρηγόριε πατέρων τὸ περιήχημα.

Ἴδωμεν καρδίας ἐν θαυμασμῷ, τὴν τοῦ Γρηγορίου ἀξιάγαστον βιοτήν, πὼς διὰ τὴν πίστιν Κυρίου ἠγωνίσθη, κερδίσας τὸν τῆς νίκης ἄφθαρτον στέφανον.

Ῥάβδῳ σου Γρηγόριε σταθηρά, ἴθυνας τὴν ποίμνην τῆς Πανήδου τὴν λογικήν, τοῦ Εὐαγγελίου νομὰς εἰς σωτηρίους, καὶ λόγοις ἀληθείας ταύτην ἐστήριξας.

Ἔχει σὲ ὡς ἄῤῥηκτον ὀχυρόν, ἡ Ὀρθοδοξία ὦ Γρηγόριε ἱερέ, τείχη καταῤῥίψας σαθρά τῆς ἀθεΐας, καὶ πίστεως ὑψώσας ἔνδοξα τρόπαια.

Ὄλῃ σου καρδία ὄλῃ ψυχή, ὄλῃ σου προθέσει καὶ ἐξ ὅλης σοῦ τῆς στοργῆς, ἔστερξας Κυρίου Γρηγόριε τὸν νόμον, καὶ τοῦτον βεβαιώσει ζήλου ὑπέγραψας.

Σέβω τοὺς ἀγῶνας σου τοὺς μακρούς, διὰ τῶν εἰκόνων τὴν προσκύνησιν καὶ τιμήν, οὓς ἀπροσποιήτῳ διήνυσας σπουδή σου, Γρηγόριε τοῦ θείου νόμου ὑπέρμαχε.

Ἴδετε Γρηγόριον τὸν κλεινόν, ἔχω ὥσπερ λύχνον διαλάμποντα εὐκλεώς, καὶ τὴν ἐκκλησίαν δοξάζοντα ἐν δόξη, βοᾶ ἡ τῆς Πανήδου θεία Μητρόπολις.

Ἔγραψας Γρηγόριε ιερέ, Πνεύματος τὸν νόμον ἐν καρδίας σου ταῖς πλαξί, τοῦτον δὲ φυλάξας καλὴ ἐν συνειδήσει, διδάσκεις ἀληθείας τὰ δικαιώματα.

Μεγαλυνάριον. Ὑπὸ Κων/νου Φερεντίνου.
Τὸν καθαρὸν ἀδάμαντα καὶ ζηλωτήν, καὶ τὸν βραβευθέντα ἐπαξίως ἐκ Θεοῦ, Γρηγόριον τὸν νέον ὁμολογητήν, σὺν Ἀγγέλοις ὕμνοις μακαρίσωμεν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῶν αἱρέσεων πλάνην, παῤῥησία διήλεγξας, καὶ τῶν σεβασμίων εἰκόνων, τὴν τιμὴν ὑπεστήριξας, Ἐπίσκοπε Πανήδου ἱερέ, Γρηγόριε τὸ στόμα τοῦ Χριστοῦ, τῆς σοφίας καὶ τῆς γνώσεως ὁ κρατήρ, τῆς πίστεως ὑπέρμαχε· Χαίροις ὁμολογίας ἡ σφραγίς, χαίροις Πατέρων σέμνωμα· χαίροις τῆς ἐγρηγόρσεως λαμπάς, τῆς νήψεως διδάσκαλε.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Χαίροις ἀληθείας ἡ βαθμίς, τῆς ὁμολογίας ἡ νέα, ἰσχυροτάτῃ φωνή, σθένος ἀκατάλυτον, Χριστοῦ τῆς πίστεως· τῶν ἁγίων δογμάτων τε, ὁ ἔνθερμος φύλαξ, τοῦ Εὐαγγελίου τε, ἐργάτα τίμιε, χαίροις ἐγρηγόρσεως λύχνε, νήψεως λαμπὰς ἡ ετοίμη, ἀξιομακάριστε Γρηγόριε.

Δεῦρο ἐν χαρὰ πνευματικῇ, ἡ ἐπισκοπή τῆς Πανήδου, τὸν Ἱεράρχην τὸν σόν, ὕμνοις προϋπάντησον, καὶ μελωδήμασι, τὸν Γρηγόριον κράζουσα, σπουδῆς ἐν αἴνεσι, χαίροις περιώνυμε, υἱέ τῆς χάριτος· χαίροις ἀρετῶν τὸ ταμεῖον, χαίροις δωρεῶν θεοσδότων, τὸ ὐπερπληρέστατον κεφάλαιον.

Ὅτε κακοδόξων ἡ πληθύς, ἤρχισε θυμῶ θεομάχῳ, τὴν μανιώδη ὁρμήν, φάσκοντες καὶ λέγοντες, οἱ αφρονέστατοι, μὴ τιμᾶν μηδὲ σέβειν τε, τὰς θείας εἰκόνας, μηδὲ ἀπονέμειν τε, αὐταῖς προσκύνησιν· τότε ὦ Γρηγόριε μάκαρ, σὺν τοῖς θεοφόροις πατράσι, πίστιν τὴν ἁγίαν ὡμολόγησας.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχα. Ἀκροτελεύτια.
Ἐν τοῖς καλοῖς κατεύθυνον τὰ διαβήματα μου,
Γρηγόριε ἀοίδιμε Ἐπίσκοπε Πανήδου
καὶ νέε ὁμολογητά τῆς πίστεως Κυρίου,
βοᾶ σοι ὕμνοις καὶ ᾠδαῖς ἡ πένης Ἰσιδώρα,
ἵνα εἰς τὴν οὐράνιον πόλιν αἰσίως φθάσω,
ἔνθα δικαίων οἱ χοροὶ καί τῶν Ἀγγέλων τάξεις,
Θεὸν τὸν Ὑπερένδοξον δοξάζουσιν ἀπαύστως,
Πατέρα ἄμα τῷ Υἱῷ καὶ Πνεύματι Ἁγίῳ,
Ὦ πρέπει δόξης πλήρωμα καὶ ὕμνος εἰς αἰῶνας.

Ευχαριστώ θερμά τον εν Χριστώ Αδελφό Ευθύμιο που μου απέστειλε την εικόνα του Αγίου, όπου υπάρχει στην Ιερά Μονή Αγίου Ιωάννου Προδρόμου, κοντά στο χωριό Δεσφίνα στον νομό Φωκίδας. Στην Μονή αυτή υπάρχει και παρεκκλήσιο προς τιμήν των Αγίων Νεκταρίου και Γρηγορίου.