Παρακλητικός Κανών εις τον Όσιο Πατέρα ημών Γρηγόριο o Σιναϊτης
Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας
†Εορτάζεται στις 6 Απριλίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὸ ἑξῆς·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς ἡσυχίας καὶ ἀσκήσεως λύχνος, καὶ προσευχῆς τῆς νοερᾶς ὄντως οἶκος, τῶν δεομένων πάντα τὰ αἰτήματα, Ὅσιε νῦν πλήρωσον, καὶ νῦν ἴθυνε τούτους, πρός τὴν ἐπουράνιον βιοτὴν τε καὶ τρίβον· ἵνα τιμῶμεν πάντοτε ἐσέ, θεῖε Γρηγόριε ὦ Σιναΐτα.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχὶς·
Εὐχῆς Ἀθληταί, πιστοὺς σκέπετε πάντας.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἐδώρησας Πάτερ τὴν σεαυτοῦ, καρδίαν ἐκθύμως, τῷ Κυρίῳ καὶ Λυτρωτῇ· διό σε ἡγίασε παρέχων, τοῖς αἰτουμένοις σου πάντα αἰτήματα.
Ὑμνοῦμεν σε πάτερ πανευλαβῶς, Γρηγόριε θεῖε, τοῦ Σιναίου τῶν μοναστῶν, τὸ ἄνθος τὸ θεῖον καί τῆς Κρήτης, τὸν ἐκλεκτὸν ἀσκητὴν καὶ ἀγλάϊσμα.
Χαρίτων τοῦ Πνεύματος ἐμπλησθείς, ἐξέλαμψας πάτερ καὶ κατηύγασας μοναστῶν, χορείας ταῖς θείαις διδαχαῖς σου, οἱ σὲ τιμῶσιν ἀξίως Γρηγόριε.
Θεοτοκίον.
Ἡλίου τῆς δόξης ἀνατολή, ὑπάρχουσα Κόρη, σκοτισθεῖσάν μου τὴν ψυχήν, παθῶν ἀτιμίας ἀμαυρώσει, τῇ μητρικῇ σου προνοίᾳ καταύγασον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Σκεπασθεὶς ἐν τῇ σκέπῃ τῆς θεϊκῆς χάριτος, πάντας τοὺς θορύβους τοῦ κόσμου σοφῶς ἐξέκλινας, καὶ ἐπεζήτησας, ὅλῃ ψυχῇ καὶ καρδίᾳ, τὸν Χριστὸν πανένδοξε, θεῖε Γρηγόριε.
Ἀρετῆς ἐπελάβου ἀσκητικῶς ἔνδοξε, καὶ τὰς πρὸς Θεὸν ἀναβάσεις σὺ ἐμελέτησας, ἐν τῇ καρδίᾳ τῇ σῇ, καθηγητὴν δὲ πρὸς τοῦτο, ἀληθῶς κτησάμενος, θεῖον Ἀρσένιον.
Θαλαττεύσας ὦ Πάτερ πρός τοὺς Καλοὺς ἔφθασας, τῆς μεγαλονήσου Λιμένας, Κρήτης Γρηγόριε· ἔνθα ἐσκήνωσας, ἐν τοῖς σπηλαίοις τῆς Ῥάξου, ἐν οἷς καὶ ὑπήντησας, θεῖον Ἀρσένιον.
Θεοτοκίον.
Λυτρωτήν τῶν ἀνθρώπων Μῆτερ Θεοῦ τέτοκας, καί τὴν σωτηρίαν παρέχεις πᾶσι τοῖς κράζουσι, πάντοτε Δέσποινα, εἰλικρινῶς ἐκ καρδίας· χαῖρε πάντων Ἄνασσα, ἀειμακάριστε.
Παράστηθι, τοῖς σοῖς ἱκέταις Γρηγόριε θεοφόρε, συμπρεσβευτήν σου λαβών τὸν θεῖον Γεράσιμον· καὶ ῥῦσαι αὐτοὺς κακῶν καὶ κινδύνων.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπί τὴν ἐμὴν χαλεπήν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ἐδείχθης Θεοῦ, σὺ σκεῦος ἐκλεκτότατον, πολλὰς δωρεὰς καὶ Χάριτας δεξάμενος, Πάτερ Γρηγόριε· διὸ θλίψεων ἔνδοξε λύτρωσαι καὶ πειρασμῶν, δεινῶν καὶ συμφορῶν ἱκέτας τοὺς σοὺς ἀεὶ διάσῳζε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἡσυχίας διδάσκαλον, καί τῶν μοναζόντων ἄγρυπνον ἔφορον, σὲ γινώσκομεν Γρηγόριε, καὶ γεραίρομεν σε ἱερώτατε.
Τηλαυγῶς σὺ ἐξήστραψας, καί τὴν οἰκουμένην πᾶσαν ἐφώτισας, διδαχαῖς ταῖς σαῖς μακάριε, ἀσκητὰς εὐφράνας τε σοῖς δόγμασι.
Ἀναβαίνειν προέτρεπες, εἰς τὴν ἀρετῶν ὑψίστην ἀκρώρειαν, τοὺς προστρέχοντας Γρηγόριε, καὶ ἀκροωμένους τῶν ῥημάτων σου.
Θεοτοκίον.
Ἱεροῖς μελῳδήμασι, τὰ σὰ μεγαλεῖα ὑμνοῦμεν πάντοτε, καὶ δοξάζομεν τὸν τόκον σου, σὲ ὁμολογοῦντες Θεομήτορα.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Παῦσον πειρασμῶν, χαλεπώτατον κλυδώνιον, καὶ τὴν εἰρήνην τοῦ Θεοῦ ἡμῖν δός, ὥστε βαδίζειν αὐτοῦ τρίβον τὴν σωτήριον.
Ἵλεων ἡμῖν, τὸν Σωτῆρα σὺ ἀπέργασαι, ταῖς σαῖς λιταῖς ταῖς εὐπροσδέκτοις σοφέ, καί τῶν πταισμάτων τὴν συγχώρησιν ἐξαίτησαι.
Στήριξον πιστῶν, διανοίας εἰς τὸ θέλημα, καὶ εἰς τὴν πέτραν Θεοῦ τῶν ἐντολῶν, ἵνα καρπούς τῆς ἀρετῆς οὗτοι κομίσωνται.
Θεοτοκίον.
Τάξεις οὐρανῶν, Ἐκκλησίας τε συστήματα, σὴν αἰνοῦσιν ἀξίως Ἄχραντε, τιμὴν καὶ δόξαν, τὴν πάντα νοῦν ὑπερβαίνουσαν.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὁλόκληρον, τὴν σὴν ἔφεσιν Πάτερ, τῷ Κυρίῳ καὶ Θεῷ σου ἀνέθου· διὸ χαρᾶς, ἡ ψυχή σου ἐπλήσθη, καὶ σῇ καρδίᾳ τὸ φῶς ἐναπήστραψε, τῆς Χάριτος τῆς θεϊκῆς, καὶ φωστῆρα ἐν κόσμῳ ἀνέδειξε.
Ὑπήντησας, ἐν σπηλαίῳ τῆς Ῥάξου, τὸν Ἀρσένιον ἀχθεὶς νεύσει θείᾳ, καὶ σὲ ἐμύησεν Ὅσιε πάτερ, εἰς νοερᾶς προσευχῆς τὰ μυστήρια· διὸ Γρηγόριε κλεινέ, καὶ ἡμᾶς τῷ σῷ φέγγει καταύγασον.
Στηρίζων, μὴ ἐλλίπῃς Γρηγόριε, τὰς καρδίας τῶν πιστῶς σοι βοώντων, οὐκ ἐκ φθορᾶς, καὶ δεινῶν καὶ κινδύνων, καὶ συμφορῶν θεῖε Πάτερ ἀπάλλαξον, τὸν Κύριον ἐκδυσωπῶν, ὃν ἐν βίῳ σου ὄντως ἠγάπησας.
Θεοτοκίον.
Σὺ σκέδασον, τῶν παθῶν μου κλύδωνα, καὶ εἰρήνην σου παράσχου μοι Κόρη, τῶν πειρασμῶν, ἐπιθέσεως ῥῦσαι, καὶ κακουργίας δαιμόνων με λύτρωσαι, σοῦ δέομαι Μῆτερ Θεοῦ, πρὶν εἰς τέλος ἀπόλωμαι σῶσον με.
Παράστηθι, τοῖς σοῖς ἱκέταις Γρηγόριε θεοφόρε, συμπρεσβευτήν σου λαβών τὸν θεῖον Γεράσιμον· καὶ ῥῦσαι αὐτοὺς κακῶν καὶ κινδύνων.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καί τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Σὲ ἐν Σιναίῳ τὸ πρῶτον μονάσαντα, καὶ ἐν Ἁγίων τῇ Φάραγγι φθάσαντα, εὐχῆς νοερᾶς ἔνθα τρόπους ὁσίως μεμάθηκας, πάντες δοξάζομεν, θειότατε πάτερ Γρηγόριε.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπό τοῦ Πατρός μου, καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰμή ὁ Πατήρ, οὐδέ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰμή ὁ Υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρὸς με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κᾀγώ ἀναπαύσω ἡμᾶς. Ἄρατε τὸν ζυγὸν μου ἐφ’ ὑμᾶς, καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶος εἰμί, καὶ ταπεινός τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστός, καί τὸ φορτίον μου ἐλαφρὸν ἐστί.
Δόξα.
Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἔφανας ὡς ἥλιος, ἐκ τῆς Ἐώας παμμάκαρ, καὶ εἰς Κρήτην ἔφθασας, ἔνθα νοερᾶς εὐχῆς χάριν εἴληφας· μονασταῖς ὅσιε, εἶτα ἐξηγήσω, τοῖς ἐν Ἄθῳ διατρίβουσι νήφειν καὶ εὔχεσθαι, πάντοτε ἀγρύπνως πρὸς Κύριον, διδάσκαλος ἐντεῦθεν σύ, πάντων Ὀρθοδόξων ἐγνώρισαι· ὅθεν σε ὑμνοῦμεν, Γρηγόριε ὡς φίλον τοῦ Χριστοῦ, σὺν Γερασίμῳ θεόφρονι, ἀσκητῶν ἀκρεμόνες.
Σῶσον ὁ Θεός τὸν λαό σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Καθαρᾶς εὐωδίας τῆς Χριστοῦ θεωρίας ὑμεῖς ἐπλήσθητε, θειότατοι Πατέρες, πρὸς ὕψος ἀπαθείας, ἀναχθέντες τὸ πρότερον· διὸ τιμῶμεν ὑμᾶς, τῆς ἐκλογῆς τὰ σκεύη.
Ἐν εὐχῇ καὶ ἀσκήσει τὰς ψυχὰς ἡγιάσθητε καὶ ηὐγάσθητε, Γρηγόριε παμμάκαρ, Γεράσιμε τε θεῖε, τῷ Κυρίῳ κραυγάζοντες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Περιλάμπεσθε ὄντως ταῖς ἀκτῖσι τῆς θείας Πατέρες Χάριτος, καὶ λάμπετε φῶς θεῖον, ψυχὰς φωταγωγοῦντες, καί τὸ σκότος διώκοντες, τῶν ἐξαιτούντων ὑμῶν, τὴν ἄμαχον πρεσβείαν.
Θεοτοκίον.
Ἐπαξίως Παρθένε ὡς αἰτίαν ὑμνοῦμεν σεμνοπρεπέστατα, ἡμῶν τῆς σωτηρίας, τὴν τέξασαν ἀῤῥήτως, τὸν Σωτῆρα καὶ Κύριον, τὸν σὺν Πατρὶ αἰνετόν, καὶ Πνεύματι Ἁγίῳ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τῶν ἀσκουμένων, ἐπισκοπεῖτε χορείας, καὶ φρουρεῖτε πάντοτε Πατέρες θεῖοι, ὁδηγοῦντες ταύτας, εἰς ὕψη θεωρίας.
Ἔχοιμεν πάντες, οἱ ἐν τῷ κόσμῳ οἰκοῦντες, τὴν ἀντίληψιν ἡμῶν καὶ προστασίαν, ὡς ἐν τοῖς κινδύνοις, καὶ θλίψεσι βιοῦντες.
Πάντοτε σκέπε, σῇ πατρικῇ προμηθείᾳ, μοναστὰς καὶ ἀσκητάς τοὺς ἐν Ῥάξω, σὺν τῷ Ἀρσενίῳ, Γρηγόριε τρισμάκαρ.
Θεοτοκίον.
Ἀπηλπισμένων, τὴν μόνην ὄντως ἐλπίδα, δυσωποῦμεν σε πίστει ἁγνὴ Παρθένε, πρόφθασον καὶ σῶσον, ἡμᾶς ἐκ πάσης βλάβης.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ναὸς ἡγιασμένος, σὺ πάτερ ἐδείχθης, ὡς προσευχῆς νοερᾶς ἐνδιαίτημα, ἀλλὰ καὶ ταύτης Γρηγόριε ὡς διδάσκαλος.
Τρανῶς σὲ ἀνυμνοῦμεν, καὶ ἐκδυσωποῦμεν, μὴ ἐπιλάθῃ πρεσβεύων πρὸς Κύριον, ὑπὲρ ἡμῶν τῶν πενήτων θεῖε Γρηγόριε.
Ἁγίων καὶ Ὁσίων, συνηριθμημένος, χοροστασίαις Γρηγόριε ἔνδοξε, τὴν Παναγίαν Τριάδα ἡμῖν ἱλέωσαι.
Θεοτοκίον.
Σεμνύνονται Παρθένε, τῶν ἀνθρώπων γένος, καί τῶν Ἀγγέλων ἐν σοὶ ἅπαν σύστημα, καὶ σὲ τιμῶσιν ἐν ὕμνοις καὶ μεγαλύνουσι.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις γόνε θεῖε Κλαζομενῶν, ὁ ἐν τῷ Σιναίῳ, σχῆμα θεῖον περιβληθείς· χαίροις ὁ ἀσκήσει, καὶ ἀρετῇ κοσμήσας, τὴν σὴν ψυχὴν πρεπόντως, πάτερ Γρηγόριε.
Ἔπλευσας εἰς Κρήτην μετά τοῦ σοῦ, μαθητοῦ ὦ πάτερ, Γερασίμου τοῦ Εὐβοῶς· ἔνθα ἐν Ἁγίων, τῇ Φάραγγι ηὐλίσθης, ἀσκήσει καὶ νηστείᾳ, ἀγωνιζόμενος.
Ἐγένου ἐντεῦθεν ὑφηγητής, εὐχῆς νοερὰς τε, ἰθυνούσης πρὸς θεῖον φῶς, πᾶσι τοῖς ἐν Ἄθῳ, μονάζουσι θεόφρον, Γρηγόριε· διὸ σε, ὕμνοις γεραίρομεν.
Φύλαττε ὦ Πάτερ ταῖς σαῖς λιταῖς, πάντας Ὀρθοδόξους, καὶ μονάζοντας εὐσεβῶς, ἐν Σιναίῳ ὄρει, καὶ Κρήτῃ καὶ ἐν Ἄθῳ, Γρηγόριε τρισμάκαρ, Πατέρων καύχημα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Φρούρει, καὶ συντήρει ἀσινεῖς, πάντας τούς τῇ σκέπῃ σου Πάτερ, ἀεὶ προστρέχοντας, πίστιν τε Ὀρθόδοξον κράτυνον ἔνδοξε, καὶ παντοίας πλανήσεως, Γρηγόριε ῥύου, πάντοτε τοὺς πόθῳ τε, καὶ πίστει μέλποντας· χαίροις, ὁ εὐχὴν ἐκδιδάξας, νοερὰν καὶ τάξεις εὐφράνας, πάσας ἀσκητῶν τοῖς θείοις λόγοις σου.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.