Τέσσερις Παρακλητικοί Κανόνες εις τον Όσιο Ιάκωβο Τσαλίκη τον εν Ευβοία
Παρακλητικός Κανών εις τον Όσιον Θεοφόρον Πατέρα ημών Ιάκωβον τον εν Ευβοία
Ποίημα του Σεβασμιωτάτου Μητροπολίτου Εδέσσης Ιωήλ
†Εορτάζεται στις 22 Νοεμβρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ παρόντα Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν θεοφόρον ἀσκητήν τοῦ Ὑψίστου, τὸν ἐν Εὐβοίᾳ ἐν τοῖς χρόνοις τοῖς νέοις, ἀναδειχθέντα εἴπωμεν ἐκ βάθους ψυχῆς, ἅγιε Ἰάκωβε μοναστῶν ποδηγέτα, πάσης περιστάσεως τὴν ἁγίαν Μονὴν σου, καί τοὺς οἰκοῦντας πάντας ἐν αὐτῇ, ταῖς σαῖς πρεσβείαις, ἀεί διαφύλαττε.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ κανὼν οὗ ἡ ἀκροστιχὶς·
«Πάτερ Ἰάκωβε δὸς μοι σὴν βοήθειαν. Ἰωήλ»
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Παράσχου τὴν χάριν σου ἀφειδῶς, Ἰάκωβε πάτερ,τοῖς προστρέχουσιν εὐλαβῶς, τῇ θείᾳ Μονῇ σου ἐν Εὐβοίᾳ, καί προσκυνοῦσιν τὸν τάφον σου Ἅγιε.
Ἀνύσας τὸν βίον ἀσκητικῶς, μετά τῶν ὁσίων, ἠριθμήθης ἐν οὐρανῷ, διό ταῖς ὀξείαις σου πρεσβείαις, τοῖς ἀλγουμένοις τὴν ἴασιν χάρισαι.
Τὰ πάθη νικήσας ἐπί τῆς γῆς, ἐκτήσω θεόφρον, παῤῥησίαν ἐν οὐρανοῖς, διό τοὺς ἱκέτας σου ἐκ βλάβης, τοῦ πονηροῦ περιφρούρει Ἰάκωβε.
Θεοτοκίον.
Ἐλπὶς ὀρθοδόξων χριστιανῶν, ὑπάρχουσα Μῆτερ, μή ἐλλείπῃς διηνεκῶς, τούς λύκους αἱρέσεων ποικίλων, διασκεδάζουσα θείᾳ δυνάμει σου.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ῥυπαρὰς ἁμαρτίας, καί τὰ πολλὰ σφάλματα, ἅπερ καθ’ ἑκάστην ἡμέραν, ποιῶ ὡς ἄσωτος, πάτερ Ἰάκωβε, ἱκετηρίαις σου τάχει, πρὸς Χριστὸν διόρθωσον, ἀειμακάριστε.
Ἰατρὸς δαιμονώντων, ἀναδειχθείς Ἅγιε, ὥς πότε ἐῤῥύσω τὸν νέον, ἐκ τοῦ ἀλάστορος· διό βοήθησον, τούς σὲ ὑμνοῦντας ἐνθέρμως, ὅπως κατασπάσωσιν, ἐχθροῦ τοξεύματα.
Ἀπὸ πάσης ἀνάγκης, καί πειρασμῶν λύτρωσαι, τούς ἐνασκουμένους πατέρας, ποτέ συνόντας σοι, τῆς θείας μάνδρας σου, ἐν τῇ Εὐβοίᾳ θεόφρον, σύ γὰρ ὤφθης Ἅγιε ᾳὐτῶν τὸ στήριγμα.
Θεοτοκίον.
Κραταιὰ προστασία, καί ἀρωγὸς ἕτοιμος, τῶν καταφευγόντων μερόπων, τῇ θείᾳ σκέπῃ σου, Παρθένε φάνηθι, σύ γὰρ φιλόστοργος μήτηρ, καὶ τροφὸς καὶ στήριγμα, ἁπάντων γέγονας.
Διάσωσον, ἀπό κινδύνων Ἰάκωβε θανασίμων, καί ἀνιάτων ἀσθενειῶν καὶ κακώσεων, τούς ἀνυμνοῦντας τὴν μνήμην σου θεοφόρε.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπί τὴν ἐμὴν χαλεπήν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Ἡ Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ὑπέρ τῆς Μονῆς, τῆς σῆς θεομακάριστε, πρεσβεύειν αεί, Χριστῷ τῷ Παντοκράτορι, μή παύσῃ ἱκεσίαις σου, ὡς ἡγούμενος ταύτης Ἰάκωβε, καὶ ποδηγὸς σοφός τῶν μοναστῶν, τῶν πόθῳ τιμώντων τὴν μνήμην σου.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὥσπερ φύλαξ ἀήττητος, τοῦ ἀντικειμένου τὰ ἐνοχλήματα, διασκέδασον πρεσβείαις σου, ἀπό τῶν αἰτούντων σου βοήθειαν.
Βοηθὸς ἐν ταῖς θλίψεσι, τῶν ἀσθενειῶν μου γενοῦ Ἰάκωβε, σύ γὰρ ἔχεις ἀνεπαίσχυντον, πάτερ παῤῥησίαν πρός τὸν Κύριον.
Ἐπομβρίαις χαρίτων σου, τῆς ψυχῆς φοβίας πάτερ Ἰάκωβε, μετασκεύασον δεόμεθα, πρός χαρὰν ἁπάντων τῶν αἰνούντων σε.
Θεοτοκίον.
Δὸς μοι χάριν καὶ δύναμιν, ὅπως διαπλεύσω τὸ μέγα πέλαγος, Ἀειπάρθενε τοῦ βίου μου, καί εἰς πλάτος φθάσω παραδείσιον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὅλος τῷ Θεῷ, ἐκ παιδὸς ἀνατιθέμενος, τήν νεότητα ὁδήγει ἀσφαλῶς, πρός τὴν τρίβον τοῦ Σωτῆρος ἀξιάγαστε.
Σώματος ἡμῶν, καί ψυχῆς τὰ ἀῤῥωστήματα, ἱκετεύομεν εὐχαῖς σου ἱεραῖς, ἰαθῆναι θεοκίνητε Ἰάκωβε.
Μνήσθητι ἡμῶν, τῶν σῶν φίλων ὦ Ἰάκωβε, καί παράσχου τὴν εἰρήνην λογισμῶν, τοῦ νόος ταῖς ἱκεσίαις σου πρὸς Κύριον.
Θεοτοκίον.
Ὁ πανσθενουργός, καί Δεσπότης πάσης κτίσεως, τὴν σὴν δέησιν ἀκούει εὐμενῶς· διό ζήτει ὑπὲρ πάντων τὰ σωτήρια.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἰάτρευσας, προσευχαῖς σου ἅγιε, ἐπιτόκων γυναικῶν ἀσθενείας, καί ἐκ καρκίνου βαρέως ἐῤῥύσω, πολλούς ἀνθρώπους παμμάκαρ Ἰάκωβε· διὸ μὴ παύσῃ καὶ ἡμῶν, θεραπεύων ψυχῆς τὰ οἰδήματα.
Σοφίᾳ, τῇ ἱερᾷ κεκόσμησαι, ὁδηγήσας μοναζόντων χορείαν, πρός βιοτήν τὴν λιτὴν καὶ ὁσίαν, καί ἀγαπήσας Χριστοῦ τὴν ταπείνωσιν· διὸ κατάστειλον ταχύ, τοῦ νόος μου τὸν τῦφον Ἰάκωβε.
Ἡδύτητα, σαρκικήν ἀπέκρουσας, ἐγκρατείᾳ καὶ νηστείᾳ θεόφρον, καί ταῖς πυκναῖς προσευχαῖς σου ἀνῆλθες, εἰς κορυφήν τῆς θεώσεως ἅγιε, πρὸς ἣν κατεύθυνον ἡμᾶς, τούς φιλοῦντας σε πάτερ Ἰάκωβε.
Θεοτοκίον.
Νῦν Πάναγνε, Θεοτόκε Δέσποινα, ἱκετεύοντες οἱ δοῦλοί σου πάντες, τῶν στυγερῶν καὶ ἀτέγκτων δαιμόνων, τήν κακουργίαν ταχέως διάλυσον· σύ γάρ τὴν κάραν τοῦ ἐχθροῦ, τῷ σῷ τόκῳ συνέτριψας τέλεον.
Διάσωσον, ἀπό κινδύνων Ἰάκωβε θανασίμων, καί ἀνιάτων ἀσθενειῶν καὶ κακώσεων, τούς ἀνυμνοῦντας τὴν μνήμην σου θεοφόρε.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπί τὴν ἐμὴν χαλεπήν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς ἱερεύς τοῦ Χριστοῦ ἐννομώτατος, καί ἀσκητὴς περιάκουστος ἅγιε, Μονήν τὴν ἁγίαν σου φύλαττε, ἱκετηρίαις σου πάτερ Ἰάκωβε, Δαυΐδ τοῦ ὁσίου διάδοχε.
Καὶ εὐθύς τὸ Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. στ΄ 17 – 23).
Tῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολύ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καί τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπό τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο· καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἅγιε Ἰάκωβε, τῶν μοναζόντων τὸ κλέος, τεῖνον χεῖρα ἅπασι, τοῖς προσερχομένοις τῇ θείᾳ μάνδρᾳ σου, ἐν πολλαῖς θλίψεσι, καί ποικίλαις νόσοις, καί παντοίοις παραπτώμασι, παρέχων ἴασιν, θάρσος καὶ χαρὰν ἀναφαίρετον, τούς δὲ ἐκ βλάβης πάσχοντας, τοῦ ἀντικειμένου θεράπευσον, ἵνα ἀνυμνῶσι, τήν χάριν σου τὴν ἄμαχον σεμνέ, καί ἐγκαρδίως γεραίρωσι, τά πολλά σου θαύματα.
Σῶσον ὁ Θεός τὸν λαὸν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Βαρυνθεὶς ἀνομίαις, πολυφρόντιδος βίου, ὁ δυστυχὴς καὶ πτωχός, ὑψῶ τὰς δύο χεῖρας, ἱκετικῶς παμμάκαρ, πρό τῆς θείας εἰκόνος σου, καὶ ἀναμένω τὴν σήν, λαβεῖν ἐπικουρίαν.
Ὁ πολλοὺς τῷ σῷ λόγῳ, καί σημείοις ἀῤῥήτοις, ὡς εὐσπλαγχνίας πατήρ, ἐν τῇ ζωῇ στηρίξας, καί μετά τὴν θανήν σου, θεοφόρε Ἰάκωβε, κάμε τὸν σὸν ὑμνητήν, ἀνάστησον πεσόντα.
Ἡ μονή σου τυγχάνει, ό προπύργιον πάτερ, τῶν εὐσεβῶν κοσμικῶν, καί τῶν ἐνδεδυμένων, στολήν τῶν μοναζόντων, οὕς συντήρει Ἰάκωβε, ἐν καθαρᾷ βιοτῇ, καί ὀρθοδόξῳ πίστει.
Θεοτοκίον.
Θεοτόκε Παρθένε, ἡ τεκοῦσα ἀσπόρως τὸν πάντων Κύριον, δυσώπησον λιταῖς σου ᾳὐτόν ὑπέρ τῶν δούλων, τῶν ὑμνούντων τὴν χάριν σου, καί τὰ πολλά σου Ἁγνή, σημεῖα εὐγνωμόνως.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἐπισταμένως, τούς ἐκζητοῦντας ἐν πόθῳ, παραμύθιον ἐν θλίψεσι παράσχου, Ἰάκωβε Εὐβοίας, ὁ φύλαξ καὶ προστάτης.
Ἴασαι πάτερ, τήν ἀσθενοῦσαν ψυχὴν μου, ἐκ παθῶν ἡδονοφόρων καὶ αἰσχίστων, καί βοηθησόν μοι, ποιεῖν τά τοῦ Κυρίου.
Ἀπό τοῦ τύφου, τῶν πονηρῶν ἐννοιῶν μου, ταῖς λιταῖς σου πρὸς Χριστὸν ἀπάλλαξόν με, καί τῇ σῇ προνοίᾳ, πρὸς φῶς ὁδήγησόν με.
Θεοτοκίον.
Νεῦσον ἐξ ὕψους, πρός τοὺς ἱκέτας σου Μῆτερ, καί ὁδήγησον αὐτοὺς πρὸς σωτηρίαν, ἵνα τοῦ Υἱοῦ σου, ἐντάλματα τηρῶσι.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰδεῖν ἐπιθυμοῦμεν, πρόσωπον Κυρίου, ταῖς σαῖς πρεσβείαις παμμάκαρ Ἰάκωβε, σύ γὰρ οἰκήτωρ ὑπάρχεις, τῆς ἄνω πόλεως.
Ὡς ἔχων παῤῥησίαν, πρέσβευε ἀπαύστως, ὑπέρ τῆς μάνδρας σου πάτερ Ἰάκωβε, σύν τῷ Δαυΐδ τῷ ὁσίῳ, Γέροντι πάντιμε.
Θεοτοκίον.
Λιμὴν ἀπηλπισμένων, τῶν πιστῶν ἡ βάσις, καί στηριγμὸς τῶν πεσόντων ἐν παραπτώμασι, τῇ σῇ ὀξείᾳ δυνάμει, φάνηθι Δέσποινα.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ· τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σὲ μεγαλύνομεν.
Καί τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Λιβισίου γόνος λαμπρός, καί Εὐβοίας πάσης, ὁ ἀκένωτος θησαυρός, χαίροις κοινοβίου Δαυΐδ τοῦ θεοφόρου, Ἰάκωβε ἡγῆτορ, καὶ μέγας ἔφορος.
Χαίροις ἀῤῥωστούντων θεραπευτής, τῶν πενήτων φίλος, καί πενθούντων ἀναψυχή, χαίροις τῶν στενόντων, ταῖς θλίψεσι τοῦ βίου, Ἰάκωβε θεόφρον, τό παραμύθιον.
Ὤφθης ἐπ’ ἐσχάτων τῶν ἡμερῶν, ἐν Εὐβοίᾳ πάτερ, τό ἀλάβαστρον ἀρετῶν, καί χαρίτων θείων,ταμεῖον πεπλησμένον, Ἰάκωβε παρέχον, πιστοῖς τὰ πρόσφορα.
Εἴληφας Ἰάκωβε ἱερέ, τῆς ἱερωσύνης, μέγα δῶρον ἀπὸ Θεοῦ, καί πολλοὺς πεσόντας, ἀνέστησας θεόφρον, τῷ θείῳ μυστηρίῳ, ἐξαγορεύσεως.
Γέγονας τὸ στήριγμα μοναχῶν, θεραπεύων τούτων, ἀῤῥωστήματα τῆς ψυχῆς, ὡς καὶ διανοίας, τῆς λογικῆς καθαίρων, σοφαῖς σου συμβουλίαις, πάτερ Ἰάκωβε.
Κόσμημα καὶ καύχημα ἱερόν, πάσης τῆς Ἑλλάδος, ἀνεδείχθης σεμνοπρεπῶς, ταῖς θαυματουργίαις, καί διδαχαῖς ἁγίαις, Ἰάκωβε ἀγγέλων, ὁ ὁμοδίαιτος.
Τάφον προσκυνοῦντες σου τὸν σεπτόν, χάριτας ποικίλας, ἀρυόμεθα ἐξ αὐτοῦ, σύ γὰρ Παρακλήτου, Ἰάκωβε δοχεῖον, τό πάγχρυσον ἐφάνης, θεοχαρίτωτε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
καί τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τὸ ὄνομα Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ Ἀπολυτίκιον ψαλλόμενον πρωτίστως ἐν τῇ Ἱερᾷ Μονῇ τοῦ Ὁσίου Δαυΐδ.
Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Τῶν ὁσίων Πατέρων τὰ κατορθώματα,ἐν ἐσχάτοις τοῖς χρόνοις ζηλώσας ἅγιε,ἀνεδείχθης μιμητὴς τούτων Ἰάκωβε,ἐν τῇ μάνδρᾳ τοῦ Δαυΐδ,τοῦ προστάτου σου σεμνέ,ποιμάνας ταύτην ἐνθέως,διό σὺν τούτῳ μὴ παύσῃ,ὑπέρ ἡμῶν ἀεὶ δεόμενος.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν.
Πάτερ διελθών τῶν πειρασμῶν, πέλαγος Ἰάκωβε μέγα, ἔφθασας ὅσιε, εἰς μονάς τῆς χάριτος, τοῦ Παντοκράτορος,διό πρόφθασον ἅγιε, δεόμεθα πάντες, παῦσαι ταῖς πρεσβείαις σου, τοῦ πολεμήτορος, δόλον καὶ σπουδὴν καὶ μανίαν, κατά τῆς ἁγίας Μονῆς σου, προεστὼς γὰρ ταύτης ἐχρημάτισας.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Παρακλητικός Κανών εις τον Πνευματοφόρον Πατέρα ημών Ιακωβον τον Αρτίως εν Ευβοία Εκλάψαντα
Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ παρόντα τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωϑεὶς ἐν τῷ Σταυρῷ.
Τῶν ἀρετῶν τὴν ϑεοτύπωτον βίβλον, καὶ ἀγωγῆς ἀσκητικῆς τὸν κανόνα, τὸν τῆς μονῆς ἡγούμενον Δαβὶδ τοῦ σεπτοῦν, ἔνϑεον Ἰάκωβον, καταστέψωμεν ὕμνοις καὶ αὐτῷ βοήσωμεν· τοῖς ἱκέταις σου πέμψον, ὑψόϑεν δόσεις ϑείων ἀρετῶν, καὶ συμπαϑείας τῆς σῆς ὄμβρον ἅπασι.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
«Ἰάκωβε, προστάτης μου πέλεις ἔνϑερμος. Χ.»
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ιάκωβε, ὅσιε ἀσκητά, νεόφωτον ἄστρον, στερεώματος νοητοῦ, τῆς πίστεως, φώτισον ἀκτῖσι, τῶν πρεσβειῶν σου κἀμοῦ τὴν σκοτόμαιναν.
Ἀπαύγασμα χάριτος ϑεϊκῆς, Ἰάκωβε νέε, βίου κρείττονος φρυκτωρέ, χαρίτων παντοίων λαμπηδόνας, τοὺς σοὶ προσφεύγοντας πίστει ἀνάδειξον.
Κοσμῆτορ Εὐβοίας καὶ τοῦ Δαβὶδ, τοῦ ϑείου τῆς μάνδρας καϑηγούμενε ἱερέ, Ἰάκωβε, σὲ τοὺς ἀνυμνοῦντας πνευματικαῖς ἀρεταῖς τάχος κόσμησον.
Ὠς στῦλον ἁπλότητος ἀῤῥαγῆς, καὶ ἄσειστον τεῖχος ταπεινώσεως μελιχροῖς, Ἰάκωβε, στέφοντές σε ὕμνοις τὰς πρὸς Θεόν σου πρεσβείαις αἰτούμεϑα.
Θεοτοκίον.
Βαϑμίδας τῆς σώφρονος βιοτῆς ἀξίωσον, Μῆτερ τοῦ Παντάνακτος, ἀνελϑεῖν τοὺς σὲ μεγαλύνοντας ἀπαύστως, ὡς χαρμονῆς χοϊκοῦ γένους πρόξενον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἐσφόρος ὡς ϑεῖος τοὺς ἐν σκιᾷ στένοντας, ἄγχους ζοφεροῦ καὶ πανδείνου, ἄλγους ἐφώτισας, ἐν ταῖς ἡμέραις ἡμῶν, ταῖς δυσχειμέροις πατέρων, ϑεοφόρων κλέϊσμα, μάκαρ Ἰάκωβε.
Πειρασμοὺς ἀνυποίστους τῇ τοῦ Θεοῦ χάριτι, πάτερ, ὑπομένων εἰς τέλος, ὥφϑης ἰσάγγελος, καὶ τῷ Κυρίῳ συνὼν, νῦν ἐκδυσώπει εἰρήνην δοῦναι σὲ τοῖς μέλπουσιν ὕμνοις, Ἰάκωβε.
Ῥῶσιν δίδου καὶ χάριν τοῖς εὐλαβῶς σπεύδουσι, σοὶ ὡς εἰς πολύῤῥυτον κρήνην ξένων, Ἰάκωβε, ϑαυμάτων πλείστων πηγὴν καὶ ἀκεσώδυνον φρέαρ ἰαμάτων, ὅσιε, κόσμου προσφύγιον.
Θεοτοκίον.
Ὀμιχλώδεις ἐννοίας καὶ λογισμοὺς κάϑαρον, ἄσπιλε, ἁγία Παρϑένε, τοὺς τυραννοῦντάς με, ἵνα ὑμνῶ σε ἀεὶ καὶ καϑαρᾷ διανοίᾳ ἀνυμνῶ τὴν ἄγρυπνον κηδεμονίαν σου.
Διάσωσον, ἐκ τῶν παγίδων, Ἰάκωβε, τοῦ δολίου τοὺς ἐν πίστει τῇ πανσϑενεῖ πρεσβείᾳ σου σπεύδοντας, νεότευκτε οἶκε τοῦ Παρακλήτου.
Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ το Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Χαρίτων κρουνὲ ἀείῤῥοε, Ἰάκωβε, ταῖς σαῖς πρὸς Θεὸν πρεσβείαις καταφεύγοντες οἱ πιστοὶ βοῶμέν σοι· ἀρωγῆς σου πότισον νάμασι τὰς ξηρανϑείσας πράξεσιν αἰσχραῖς ψυχὰς τῶν ἀεὶ καταφευγόντων σοι.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Σε μεσίτην ϑερμότατον πρὸς τὸν Βασιλέα Θεὸν κατέχομεν, ἄνϑος πίστεως νεόφυτον, τὸ εὐφραῖνον ἅπαντας, Ἰάκωβε.
Τῆς παιδείας τῆς ἄνωθεν καὶ Θεοῦ σοφίας λαμπτήρ, Ἰάκωβε, εὐπαιδεύτους πάντας σόφισον τοῦ ἐπιζητεῖν τὰ διαμένοντα.
Ἀπερίτρεπτον ἔρεισμα τῶν χειμαζομένων ὀφϑείς, Ἰάκωβε, συμπαϑείας ῥάβδος πάντοτε, τῶν σῶν ἱκετῶν γενοῦ καὶ στήριγμα.
Θεοτοκίον.
Τῆς ψυχῆς μου τοὺς μώλωπας εἶ καὶ τὰς ἀνιάτους πληγὰς ϑεράπευσον, Θεοτόκε ἀειπάρϑενε, εὖχος Ἰακώβου τιμιώτατον.
ᾨδὴ ε´. Φώτισον ἡμᾶς.
Ἦσχυνας ἐχϑρὸν, προσευχαῖς ταῖς νυχϑημέροις σου καὶ συντόνοις σου καμάτοις· ὅϑεν νῦν βοηϑεῖς ἡμῖν τροπῶσαι πλάνον, ὅσιε.
Σκέπη φωτεινὴ τῆς μονῆς Δαδὶδ τοῦ μάκαρος, περισκέπασον, Ἰάκωβε, ϑερμῶς τοὺς προσφεύγοντας τῇ ϑείᾳ προστασίᾳ σου.
Μἔγαν ἀρωγὸν σε, Ἰάκωβε, κεκτήμεϑα ἐν τοῦ βίου τρικυμίαις, στιβαρὲ κυβερνῆτα τῶν ψυχῶν τῶν προσιόντων σοι.
Θεοτοκίον.
Ὂμβρον ϑεϊκὸν πάσῃ κτίσει ἀποστάζουσα, ὀμβροτόκος ὡς νεφέλη, Μαριάμ, σωτηρίας κόσμῳ ἄνϑος ἀνεβλάστησας.
ᾨδὴ στ´. Τὴν δέησιν.
‘Υπέρλαμπρον, ἄστρον σε κατηύϑυνε, πρὸς τὸ σπήλαιον Δαβὶδ τοῦ ὁσίου ἐν ὁμιχλώδει νυκτὶ τοῦ χειμῶνος, μέσῳ δρυμοῦ πυκνοτάτου, Ἰάκωβε, ἡμῖν δεικνύον τοῦ Θεοῦ, πρὸς τὴν σὴν βιοτὴν εὐαρέσκειαν.
Περίδοξον, Λιδισίου βλάστημα, παιδιόϑεν τῷ Χριστῷ ἐκολλήϑης· διὸ καὶ χάριν ἀπείληφας ϑείαν, προσομιλεῖν τοῖς ἁγίοις ἑκάστοτε, καὶ ταπεινῶς ὑπὲρ ἡμῶν, σῶν προσφύγων, πρεσόδεύειν, Ἰάκωβε.
Ἐποίμανας ϑεαρέστως σύλλογον τῶν ἀζύγων τοῦ Δαβὶδ τοῦ ὁσίου τῆς μάνδρας, πάτερ Ἰάκωβε, γέρας ἀναδειχϑεὶς τιμαλφὲς διακρίσεως ἐν τοῖς ἐσχάτοις τοῖς καιροῖς τὸ προλέγειν δυνάμενον μέλλοντα.
Θεοτοκίον.
Λαμπρότατον, τοῦ Ὑψίστου σκήνωμα, σκοτασμὸν παϑῶν ἡμῶν πλείστων λῦσον καὶ σωτηρίας ἀνάτειλον ἦμαρ τοῖς ὡς Θεόν σε ἀεὶ μακαρίζουσι, μετὰ Θεὸν μελισταγῶς, Θεοτόκε ἁγνή, ἀειπάρϑενε.
Δάσωσον, ἐκ τῶν παγίδων, Ἰάκωβε, τοῦ δολίου τοὺς ἐν πίστει τῇ πανσϑενεῖ πρεσβείᾳ σου σπεύδοντας, νεότευκτε οἶκε τοῦ Παρακλήτου.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β´. Τοῖς τῶν αἱμάτων σου.
Νεολαμπὲς τῆς Εὐβοίας ἐκπύρσευμα, σημειοφόρε, Ἰάκωβε ὅσιε, ἀπαύστως δυσώπει τὸν Κύριον λυτροῦσϑαι κινδύνων καὶ ϑλίψεων τοὺς πόϑῳ ἀεί σοι προσφεύγοντας.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ ϑάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. στ΄ 17.23).
Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο· καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε· ακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου. Χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ· κατὰ τὰ αὐτὰ γὰρ ἐποίουν τοῖς προφήταις οἱ πατέρες αὐτῶν.
Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις, ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὂλος ἐκ νεότητος προσκολληϑεὶς τῷ Κυρίῳ, ἀσκητῶν γεγένησαι ϑεοφόρων πρόβολος ἄρτι, ὅσιε, καὶ πιστῶν πρόμαχος, ἐν ταῖς μάχαις βίου· ὅϑεν πόϑῳ ἐκβοῶμέν σοι· Κυρίῳ πρέσβευε, ῥύεσϑαι ἀπάσης κακώσεως, Ἰάκωβε πανόλβιε, σοὶ τοὺς καϑ᾽ ἑκάστην προστρέχοντας, καὶ ἐπιζητοῦντας, τὴν ϑείαν σου ὑψόϑεν ἀρωγήν, νεοπαγὲς καταφύγιον εὐσεβῶν καὶ στήριγμα.
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐραστὴς ἀκτησίας ἄχρι τέλους ὑπάρχων, σοφὲ Ἰάκωβε, ἀφϑάρτου δόξης πλοῦτον, σεμνὲ τροφεῦ πενήτων, ἐθησαύρισας· ὅϑεν σε ἀνευφημοῦντες εὐχῶν σὸν πλοῦτον ἐκζητοῦμεν.
Ἰατρεύειν κατ᾽ ἄμφω πᾶσαν νόσον ὑψόϑεν τὴν χάριν εἴληφας, ἁπλὲ πνευματοφόρε, καὶ πρᾶε ποδηγέτα χριστωνύμου πληρώματος, ὡς ἱλαρὸς καὶ γλυκύς, Ἰάκωβε, ϑεράπων.
Εὑμπαϑείας πυξίον, διοράσεως σκεῦος καὶ προοράσεως, Ἰάκωβε, νεφέλη, ἐπόμβρισον ὑψόϑεν, ἐφ᾽ ἡμᾶς ταῖς πρεσβείαις σου, πρὸς τὸν Δεσπότην Αὐτοῦ, τὰ πλούσια ἐλέη.
Θεοτοκίον.
Εὑσεβείας τοῖς ἔργοις τῷ Σωτῆρι τῶν ὅλων καὶ ϑείῳ Τόκῳ σου, Ὑπερευλογημένη, ἁγνή, εὐαρεστῆσαι καταξίωσον ἅπαντας, ὡς ἐν τοῖς χρόνοις ἡμῶν, Ἰάκωβος ὁ νέος.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Νεκρώσας μέλη, τοῦ χοϊκοῦ σου σαρκίου ἀγρυπνίᾳ καὶ ἄκρᾳ νηστείᾳ ἄγγελος ὡράϑης, Ἰάκωβε, ὡς ἄλλος.
Θαὐμάτων βρύσιν, ὡς εἰς πολύῤῥυτον, μάκαρ, σοὶ προστρέχουσι πλήϑη μερόπων τῶν διψώντων νέκταρ, ἀντλῆσαι σῆς εὐνοίας.
Εὑῶδες κρίνον, τοῦ οὐρανοῦ ἐν τῇ μάνδρᾳ, τοῦ Δαβὶδ ὥφϑης πεφυτευμένον, τοῦ σεπτοῦ εὐφραῖνον, Ἰάκωβε, τὸν κόσμον.
Θεοτοκίον.
Ῥῶσιν πηγάζεις, καὶ γλυκασμόν, Θεοτόκε, χαρμονὴ Ἰακώβου τοῦ νέου, σὲ τοῖς ἀνυμνοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ´. Κυρίως Θεοτόκον.
Μονῆς σου τῆς ἁγίας ἡ καὶ τῶν προσιόντων αὐτῇ πιστῶς φύλαξ ἴσϑι, Ἰάκωβε, σῆς ἀῤῥαγοῦς προστασίας ἁπλῶν τὰς πτέρυγας.
Οἱ ἐν τῇ ἐξοδίῳ σοῦ ἀκολουϑίᾳ περιχαρῶς παριστάμενοι, εἶδόν σε ἐπευλογοῦντα τὰ πλήϑη, σεπτὲ Ἰάκωβε.
Σοἱ κράζομεν· μὴ παύσῃ ἐφορῶν τὸ γένος, ἡμῶν ἀζύγων φαιδρότης, Ἰάκωβε, τὸ καταφεῦγον ἐν δίναις τῇ ἀντιλήψει σου.
Θεοτοκίον.
Χαρὰ τοῦ Ἰακώβου ἄῤῥητε καὶ πάντων τῶν φιλοσίων, ϑεόνυμφε Δέσποινα, καταφυγή, λύπης ζόφον ἡμῶν ἀπέλασον.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
και τα παρόντα Μεγαλυνάρια,
Χαίροις, τῶν ἀγγέλων ὁ μιμητὴς ἡ καὶ Δαβὶδ τοῦ ϑείου τῶν καμάτων ὁ ζηλωτής, χαίροις, ὁ δαιμόνων τὰ στίφη ὥσπερ πλῆϑος σκορπίων δι᾽ εὐχῆς σου στήσας, Ἰάκωβε.
Ὠς ποτε οἱ Μάγοι πρὸς Βηϑλεέμ, ἔσχες ὁδηγόν σου πρὸς τὸ σπήλαιον τοῦ Δαβὶδ τοῦ ὁσίου ἄστρον νυκτὶ ἐν ὁμιχλώδει, Ἰάκωβε, ὁσίων νέων ἀκρώρεια.
Χαίροις, τῆς πτωχείας ὁ ἐραστής, τῆς ἀκτημοσύνης καὶ νηστείας ὁ τηρητής, χαίροις, συμπαϑείας κανὼν καὶ προστασίας ἡμῶν νεφέλη ϑεία, μάκαρ Ἰάκωβε.
Χαίροις, καταγώγιον ἀρετῶν, χαίροις, ἀπαϑείας καὶ συνέσεως ῥοδεών, χαίροις, τοῦ ὁσίου Δαδὶδ τῆς μάνδρας πρῶτε, Ἰάκωβε, ὁσίων τὸ στηλογράφημα.
Πάντας τοὺς προστρέχοντας εὐλαβῶς σκέπῃ σου τῇ ϑείᾳ τήρει πάντοτε ἀσινεῖς ἐκ τῆς ἐπηρείας τοῦ δυσμενοῦς καὶ σῶσον, Ἰάκωόβε, τοὺς πίστει σὲ μεγαλύνοντας.
Χαίροις, ὁ ἐκλάμψας ἐν τοῖς καιροῖς τοῖς ἐσχάτοις, μάκαρ, ἐν Εὐβοίᾳ σαῖς ἀρεταῖς καὶ Δαδὶδ τοῦ ϑείου σοφῶς μονὴν ποιμάνας, Ἰάκωβε, πυξίον χάριτος ἔμπλεων.
Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, ἀποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Διοράσεως ἔκτυπον καὶ σεμνότητος, μονῆς Δαβὶδ τοῦ ὁσίου, ϑαυματουργέ, προεστώς, ὁ ἀρότρῳ γεωργήσας τῆς ἀγάπης σου κεχερσωμένας τοῦ λαοῦ, ϑεοφόρητε, ψυχάς, Ἰάκωβε πάτερ, ἄρτι, μὴ ἐλλίπῃς Χριστῷ πρεσβεύων ὑπὲρ ἡμῶν τῶν σὲ καλούντων πιστῶς.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ἂνϑος τῆς μονήρους βιοτῆς τὸ ἐν τοῖς ἐσχάτοις τοῖς χρόνοις εὐωδιάσαν πιστοὺς ταῖς ὀδμαῖς σεμνότητος καὶ διοράσεως, μυροβόλε Ἰάκωβε, ὑψόϑεν μὴ παύσῃ ἐποπτεύων ἅπαντας τοὺς σὲ γεραίροντας, πᾶσι δὲ ἀφϑόνως ἐκχέων μῦρον εὐσπλαγχνίας εὐῶδες καὶ ζωῆς ἀλήκτου ϑεῖα νάματα.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον.
Μιμητὴν σοῦ βίου, Ἰάκωβε, δεῖξον
Ἰάκωβον, ἐμοῦ καὶ Παρέσης γόνον.
Χαιρετισμοί εις τον Πνευματοφόρον Πατέρα ημών Ιάκωβον τον Αρτίως εν Ευβοία Εκλάψαντα
Εγκώμια εις τον Πνευματοφόρον Πατέρα ημών Ιάκωβον τον Αρτίως εν Ευβοία Εκλάψαντα
Παρακλητικός Κανών εις τον Όσιον Ιάκωβον τον εν Ευβοία
Ποίημα Αρχιμανδρίτη Νικοδήμου Αεράκη
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ Τροπάρια·
Ἦχος δ’’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Τοῦ Ἰακώβου ἀρετὰς ἐξυμνοῦντες, τὸν χαριτώσαντα αὑτὸν Θεὸν Λόγον, λατρευτικῶς τιμήσωμεν βοῶντες θερμώς· στήριξον ἐν τῇ δυνάμει σου, ἀδελφούς τῆς Μονῆς αὑτοῦ, πᾶσι δε χορήγησον τοῦ Ἁγίου τὴν χάριν· καὶ μιμητὰς ἀξίωσον ἡμᾶς, ἀναδειχθῆναι, Δαυΐδ σεπτοῦ Γέροντος.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Τῇ Θεοτόκῳ ταπεινῶς ἐκβοῶμεν, οἱ ἀπειλούμενοι ἐχθροῦ ταῖς ενέδραις· τῇ μητρική σου σκέπασον ἀγάπη ημάς· δίωξον Θεοχαρίτωτε, ἀντιδίκου τὰς φάλαγγας, παῦσον τὰς ὁρμὰς παθών, καὶ δαιμόνων μανίαν· σὺ γὰρ ὑπάρχεις Δέσποινα Ἁγνή, Μήτηρ καὶ σκέπη, καὶ θείᾳ ἀντίληψις.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ἀρχόμεθα τοῦ Κανόνος, οὐ ἡ ακροστιχίς˙
Ὦ ΙΑΚΩΒΕ ΘΕΙΕ ΛΙΤΑΣ ΜΟΥ ΔΕΧΟΥ. ΝΙΚΟΔΗΜΟ(Υ)
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ὡς ὅσιον μέλψωμεν εὐλαβῶς, Ἰάκωβον θεῖον, τῆς Εὐβοίας τὸν φρυκτωρόν, τὸν ἁγιασθέντα ἐν Κυρίῳ, καί τῶν πιστῶν ἀντιλήπτορα μέγιστον.
Ἱκανῶσον Πνεῦμα πανσθενουργόν, τὴν ἐμὴν καρδίαν, τοῦ ὑμνήσαι θεοπρεπώς, ζωὴν Ἰακώβου τὴν ἁγίαν, καί τῶν θαυμάτων αὑτοῦ τὴν ἐνέργειαν.
Ἀξίως ἀγάλλεται ἐν Σίων, μετά τῶν Ὁσίων, ὁ Ἰάκωβος ὁ κλεινός, πρεσβεύων ἀπαύστως τῷ Κυρίῳ, τοῦ οἰκτιρήσαι καὶ σῶσαι τοὺς κάμνοντας.
Θεοτοκίον.
Καρδίαν καταύγασον τῶν πιστῶς, τιμώντων σὸν Τόκον, Θεοτόκε Μῆτερ Θεοῦ, καὶ ῥῦσαι βουλῆς τοῦ μισανθρώπου, καί τῶν ποικίλων παθῶν Θεονύμφευτε.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὡς προστάτην τιμῶμεν, πάντων ἡμῶν ἔνθεον, μέγαν ἀσκητήν τῆς Εὐβοίας, εὐχῆς τε πρότυπον, τὸ ἐν ἀγάπη θερμή, καὶ ταπεινώσει τελεία, τῶν πατέρων στέρξαντα τὰ ἀγωνίσματα.
Βιοτὴν ἐμιμήσω, τῶν ἀσκητῶν Ὅσιε, καί τῶν συνειδήσει μαρτύρων, βίαν θεάρεστον· διὸ εἰσῆλθες λαμπρῶς, εἰς τὴν Σιών ὦ τρισμάκαρ, τοῖς ὁσίοις ἔνδοξε, συναυλιζόμενος.
Ἐκ καρδίας ἠρνήθης, ζωὴν τρεπτὴν Ἅγιε, καί τῶν ἐπιγείων ἁπάντων, τὴν ματαιότητα, ἀποδεχθεὶς ἐν χαρά, τόν τῆς ἀσκήσεως βίον· διὸ στέφος εἴληφας, καὶ δόξαν ἄφθιτον.
Θεοτοκίον.
Θεοτόκε ἐξάρχεις, τῶν μοναχῶν Ἄχραντε, καὶ εὐλαβεστάτων μητέρων πέλεις τὸ καύχημα, πάντων πιστῶν ἀληθής, καταφυγὴ καὶ προστάτις, καί τῶν ἐν ταῖς θλίψεσι, τὸ παραμύθιον.
Διάσωσον, ἀπὸ κινδύνων πρεσβείαις σου πρός τὸν Λόγον, ὅτι πάντες ἐκ πειρασμῶν κυκλούμεθα Ὅσιε, ὡς ἔχων πρὸς Κύριον παῤῥησίαν.
Στερέωσον, τοῦ ὀρθοδόξους τιμῶντας σε Θεοτόκε, ἐν τῇ πίστει τοῦ σου Υἱοῦ καὶ βίου παλαίσμασιν, ὡς ἔχουσα μητρικὴν παρρησίαν.
Αἴτησις καί τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Ποθῶν βιοτήν, τῆς χάριτος Ἰάκωβε, ἠρνήθης τῆς γῆς, ἐπίκηρα καὶ μάταια, θεαρέστως τε ἥγνισας πάντιμε, τὴν ζωήν σου άπασαν· καθορῶν δε νῦν Χριστόν τὸν Θεόν, ἱκέτευε Πάτερ, ὑπὲρ πάντων ἡμῶν.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἐκ καρδίας ἐπόθησας, τὴν ἀγγελικὴν πολιτείαν Ὅσιε, καί τῆς νήψεως τὸ δώρημα, καί τῆς ἐγκρατείας τὸ πολύκαρπον.
Ἰσχὺν Κτίστου σου ἔστερξας, καί τὴν ἡσυχίαν σεπτὲ Ἰάκωβε, καὶ καρδίας τὴν κατάνυξιν, καί τῆς προσευχῆς τὸ ἀδιάλειπτον.
Εὐσεβεῖς ἐλευθέρωσον, σαῖς λιταῖς πρὸς Κύριον ὦ Ἰάκωβε, τῶν παγίδων τοῦ ἀλάστορος, καὶ δεινῶν παθῶν καὶ περιστάσεων.
Θεοτοκίον.
Λόγον φέρεις ἐν μήτρα σου, τὸν Σωτῆρα πάντων Θεὸν καὶ Κύριον, Θεοτόκε παντευλόγητε, καὶ τὰς οὐρανοῦ πύλας ἡνέωξας.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἵλεως ἡμῖν, εὐφημοῦσι σε Ἰάκωβε, ταῖς σαῖς εὐχαῖς γενοῦ πρός τὸν Ιησούν· ἵνα ἀπαύστως, ποθῶμεν τὸ θεῖον ἔλεος.
Τέκνον τοῦ Δαυΐδ, πρὸς ἀγῶνας με καθόπλισον, καὶ ἀξίωσον Ἰάκωβε κάμε, ἵνα νικήσω, δεινῶν παθῶν τὴν ἐπίθεσιν.
Αἵματι ψυχῆς, ἀπορρίψας τὸν δερμάτινον, κατηξιώθης φέρειν προπτωτικόν, τῆς ἀφθαρσίας, χιτῶνα σεπτὲ Ἰάκωβε.
Θεοτοκίον.
Στῦλος τῶν πιστῶν, καὶ προπύργιον Πανάμωμε, καὶ βακτηρία πέλεις ἐν συμφοραῖς, ὡς Μήτηρ οὖσα, τοῦ Λόγου Θεοχαρίτωτε.
ᾨδὴ ζ΄. Τὴν δέησιν.
Μακάριε ἐν Χριστῷ ἐβίωσας, καὶ εἰσῆλθες εἰς ζωὴν ὑπὲρ λόγον· νυ καθορᾷς, τοῦ Κυρίου τὴν δόξαν, καί τῶν Ἀγγέλων τὴν θείαν λαμπρότητα, ὡς θύτης δε συλλειτουργεῖς, ἐν χορῷ πρεσβυτέρων τρισόλβιε.
Ὁρμώμενος ἐκ τοῦ θείου ἔρωτος, ἐν μονὴ αφιερώθης ἐμφρόνως, τὴν ἀρετήν, τοῦ Δαυΐδ τοῦ ὁσίου, ἐν προσευχὴ καὶ ἁγνεία μιμούμενος· καὶ χαίρεις νῦν μετά τοῦ σου, ὁδηγοῦ αἰωνίως Ἰάκωβε.
Ὑμνοῦντες τὴν Ἰακώβου ἄσκησιν, ὀρθοδόξων τὰ φιλάγια πλήθη, καί τὴν αὑτοῦ, πολιτείαν ζηλοῦντες, ἐπιποθήσωμεν βίον τῆς χάριτος, καὶ βασιλείαν οὐρανῶν, τά τοῦ κόσμου τερπνὰ ἀπαρνούμενοι.
Θεοτοκίον.
Διδάσκεις με ὦ Ἁγνὴ ταπείνωσιν, καὶ ἀγάπην ἀληθῆ πρὸς σὸν Τόκον, καὶ ἐκκοπήν, τοῦ θελήματος Μῆτερ, καί τοῦ φρονήματος Θεομακάριστε, καὶ πᾶσαν ἄλλην ἀρετήν, δι’ ἀσπίλου σου βίου Πανάμωμε.
Διάσωσον, ἀπὸ κινδύνων πρεσβείαις σου πρός τὸν Λόγον, ὅτι πάντες ἐκ πειρασμῶν κυκλούμεθα Ὅσιε, ὡς ἔχων πρὸς Κύριον παῤῥησίαν.
Στερέωσον, τοὺς ὀρθοδόξως τιμῶντας σε Θεοτόκε, ἐν τῇ πίστει τοῦ σου Υἱοῦ καὶ βίου παλαίσμασιν, ὡς ἔχουσα μητρικὴν παρρησίαν.
Αἴτησις καί τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν χριστιανῶν.
Τῆς Εὐβοίας Ἰάκωβε πέλεις τὸ καύχημα, καὶ Μονῆς τοῦ Δαυΐδ τὸ σεπτὸν ἐγκαλλώπισμα, ἀσκηθεὶς πανθαυμαστώς ὡς δοῦλος γνήσιος Χριστού· διὸ εἴληφας ἐν οὐρανῶ, σαββατισμοῦ τὴν δωρεάν, καὶ χαρὰν υπερκόσμιον· σπεῦσον εἰς ἱκεσίαν, ὑπέρ τῶν σε εὐφημούντων, πρός τὸν Σωτῆρα Ἰησοῦν, τῶν πιστῶν τὸ θεῖον πρότυπον.
Καὶ εὐθύς τὸ Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὑτοῦ.
Στίχος. Τι ανταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων, ὢν ἀνταπέδωκεν ἡμῖν;
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κέφ. στ’ 17-23).
Τῷ καιρῶ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦ ἐπὶ τόπου πεδινού· καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολύ τοῦ λαοῦ, ἀπὸ πάσης τῆς Ἰουδαίας, καὶ Ἱερουσαλήμ, καί τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἱ ἦλθον ἀκούσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπό τῶν νόσων αυτών· καὶ οἱ ὀχλούμενοι ὑπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αυτού· ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο, καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς Μαθητὰς αὐτοῦ, έλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοι ἐστὲ ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσι, καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνη τῇ ἡμέρα καὶ σκιρτήσατε˙ ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῶ.
Δόξα.
Ταῖς τοῦ Σου Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Δεῦτε τὸν Ἰάκωβον, ἀνευφημήσωμεν ὕμνοις, μοναχῶν τὸ καύχημα, καὶ σεπτὸν κειμήλιον τῆς ἀσκήσεως, προσευχῆς πρότυπον, ἐγκρατείας τύπον, νηπτικῶν τὸ ἐγκαλλώπισμα, πιστῶν ὑπόδειγμα, καί τῶν ἐν Εὐβοίᾳ τὸ κόσμημα· τῆς πίστεως τὸ ἔρεισμα, καί τῆς ἀρετῆς ακροθίνιον· πλοῦτον Ἐκκλησίας, καὶ κόσμον τῆς μονῆς τῆς τοῦ Δαυΐδ, τῶν ἀθλουμένων ἀγλάϊσμα, πενήτων τὸ στήριγμα.
Σῶσον ὁ Θεός τὸν λαὸν Σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐνίσχυσον καρδίας, εὐχαῖς σου πρός τὸν Λόγον, τῶν προσφευγόντων εἰς σε, Ἰάκωβε θεόφρον, καὶ Χριστῷ λατρευόντων, καὶ βοώντων ἐν άσμασιν· Ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Χάριν τὴν σὴν τιμῶμεν, ἢν ἔλαβες πλουσίως, ταπεινωθεὶς ἀληθῶς, καὶ γέγονας ἀξίως, διδάσκαλος ἀῤῥήτων, τοῖς βοῶσι πρὸς Κύριον· Ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὁ θύτης τοῦ Κυρίου, στεφάνων ἠξιώθης, καὶ παραδείσου τρυφής· τὸν Λόγον ἱκετεύεις, ὑπέρ τῶν ἀληθείᾳ, ἐκβοώντων ἐν Πνεύματι· Ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ὑψοῦσιν αἱ παρθένοι, Μαρίαν τὴν παρθένον, παρθενικῇ βιοτή, καὶ ψάλλουσιν ἀπαύστως, ὁμοῦ τῷ ταύτης Τόκῳ, τῷ τὰ πάντα ποιήσαντι· Ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Νενεκρωμένας, ἐκ τῶν παθὼν τὰς καρδίας, σαῖς πρεσβείαις ἀνάστησον Πάτερ, τοῦ ὑμνεῖν ἀπαύστως, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ἰσχύϊ Λόγου, κατανικήσας βελίαρ, διὰ βίου Ἰάκωβος μέλπει, τὸν Χριστὸν ὡς Κτίστην, εἰς πάντας τοὺς αἰῶνας.
Κατηξιώθη, ἀγγελικῆς πολιτείας, καὶ ὁσίων Ἰάκωβος δόξης, τοῦ ὑμνεῖν ἀπαύστως, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Ὁμολογοῦμεν, οἱ γηγενεῖς τὴν Παρθένον, Θεοτόκον σαρκώσασαν Λόγον, Οὐ τὴν θείαν δόξαν, ὑμνοῦμεν εἰς αἰῶνας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Δὸς πᾶσιν τὴν σὴν χάριν, Ἰάκωβε θεῖε, μέγα Εὐβοίας προστάτα, ποιμὴν θαυμαστέ, ἵνα ὀδὸν πορευθῶμεν, τὴν πρός τὸν Κύριον.
Ἡδέως ἀπηρνήθης, κόσμον θεοφόρε, καὶ ἐπιγείων ἡδέα, καὶ πάντα φθαρτά, καὶ ἠξιώθης τῆς ἄνω, τρυφῆς Ἰάκωβε.
Μακάριος ἐγένου, Ἰάκωβε πάτερ, ἀκολουθῶν τοῖς πατράσιν, ἐν βίᾳ πολλή· διὸ κλεινὲ ἐκοσμήθης, θεόθεν στέφεσιν.
Θεοτοκίον.
Ὁ Λόγος ὑπὲρ λόγον, ἐκ σου εσαρκώθη, ἵνα λυτρώσηται πάντας, δεσμῶν τῶν παθών, καὶ ἐξαρπάσῃ Παρθένε, χειρός τοῦ Δράκοντος.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καί τὰ παρόντα Μεγαλυνάρια.
Χαίροις τῆς Εὐβοίας ὁ φρυκτωρός, καί τῶν μοναζόντων, θεοδώρητος ὁδηγός, Ἰάκωβε θεῖε, Μονῆς Δαυΐδ ὁ κόσμος, τῆς Ἐκκλησίας κλέος, πιστῶν δε καύχημα.
Χαίροις ἀσκουμένων ἡ καλλονή, καί τῶν ἀσθενούντων ἀντιλήπτωρ καὶ ἀρωγός, δαιμονιζομένων πανίσχυρος θεράπων, Ἰάκωβε παμμάκαρ, Ἀγγέλων σύσκηνε.
Δεῦτε νῦν τιμήσωμεν εὐλαβῶς, Ἰάκωβον ὕμνοις, τῆς Εὐβοίας τὸν φρυκτωρόν, τῆς Μονῆς τὸ κλέος, Δαυΐδ ὁσιωτάτου, κρήνην τῶν ἰαμάτων, τὴν θεοδώρητον.
Κλέος μοναζόντων καὶ ὁδηγός, Ἰάκωβε πέλεις, καὶ προστάτης καὶ ἀρωγός, πάντων τῶν πενήτων, καί τῶν χειμαζομένων, τῶν ἀγωνιζομένων, λαμπρὸν ὑπόδειγμα.
Τόν τῆς κατανύξεως ἐραστήν, καί τῆς Βασιλείας, θεοτίμητον βιαστήν, τῆς τε ἀγρυπνίας, καὶ νήψεως τὸ θαῦμα, Ἰάκωβον ἐκ πόθου, ἐγκωμιάσωμεν.
Ὕμνοις εὐφημήσωμεν ἀδελφοί, Ἰάκωβον θεῖον, οἱ ποθοῦντες τῆς οὐρανοῦ, τρυφῆς ἀπολαύσαι, πιστῶς ἀγωνισθέντες, μιμούμενοι τὸν τούτου, βίον πανάρετον.
Χαίροις μυστολέκτα θεοπτιῶν, Ἰάκωβε θεῖε, τῶν Ἀγγέλων συλλειτουργέ, χαίροις κρήνη θεία, δακρύων γλυκυτάτων, καὶ νήψεως καρδία, εὐωδιάζουσα.
Ἠγρύπνεις σπηλαίῳ ἐν προσευχαῖς, νηστεύων ἐν πᾶσι, διηκόνεις ἐν τῷ ἀγρῶ, ἀνέπαυες πᾶσαν, ψυχὴν μετανοοῦσαν, πάντων δε ἐμερίμνας, ἐν ζήλῳ Ὅσιε.
Πάσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἄγιοι Πάντες, μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
καί τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τὸ ὄνομα Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καί τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Λιβισίου τὸν γόνον, καὶ μέγα καύχημα, ἔνθεον δῶρον Εὐβοίας, ἐν τῇ μονή τοῦ Δαυΐδ, ἀνυμνήσωμεν σεπτῶς, κλεινὸν Ιάκωβον˙ ὅτι βιώσας ἐν Χριστῷ καὶ ἀσκηθεὶς πανθαυμαστῶς, ἐστέφθη ὑπὸ Κυρίου, καὶ πρεσβεύει ἀδιαλείπτως, ὑπέρ τῶν πίστει εὐφημούντων αὑτόν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, τὸν Ἰάκωβον πιστοί, τὸν καθηγητὴν μοναζόντων, εγκωμιάσωμεν· οὗτος γὰρ ἐνίκησε, τοῦ κόσμου φρόνημα, καὶ Μονὴν ἀνεκαίνισε, τῇ θεία δυνάμει, πάντας δε ἐδίδαξε βίον θεάρεστον˙ ὅθεν ἐστεμμένος εἰσῆλθε, χαίρων εἰς Σιών τὴν Ἁγίαν, καθορῶν Χριστοῦ τὸ φῶς τὸ ἄκτιστον.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Παρακλητικός Κανών εις τον Όσιο και Θεοφόρον Πατέρα Ημών Ιάκωβον τον εν τη Ιερά Μονή Οσίου Δαβίδ του «Γερόντος» εν Ευβοία Ασκήσει και Αρετή Εκλάψαντα
Ποίημα Δημητρίου Έκδοσις Ιερού Ναού Απ. Ανδρέου Χαράκη Λεμεσού
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τά Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῶ.
Ὁσιακῶς καὶ θεαρέστως βιώσας καὶ ἐκ παιδὸς προσκολληθεὶς τῷ Κυρίῳ, σὺ ἐπ’ ἐσχάτων ἔλαμψας Ἰάκωβε· ἔργοις σου ἐδόξασας τὸν Θεὸν καὶ ἀσκήσει πᾶσαν ἀρετήν, σοφέ, φιλοτίμως ἐκτήσω· διὸ τοὺς σὲ τιμῶντας ἐκ ψυχῆς, σῷζε κινδύνων καὶ πάσης κακώσεως.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ κανὼν τοῦ Ἁγίου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Παθῶν μου τὸ σκότος καὶ τὴν ἀχλύν, πᾶσαν ἁμαρτίαν καὶ κακίαν φθοροποιόν, Ἰάκωβε Πάτερ θεοφόρε, ταῖς σαῖς πρεσβείαις ἐν τάχει ἀπέλασον.
Θεράπευσον Πάτερ ὀδυνηρὰς νόσους καὶ κακώσεις καὶ ἀπάλλαξον συμφορῶν, Ἰάκωβε θεῖε, ταῖς λιταῖς σου τοὺς ἐν ψυχῇ ταπεινῇ σοὶ προσφεύγοντας.
Θαυμάτων τὴν χάριν παρὰ Θεοῦ ἀπείληφας, Πάτερ, ὡς λατρεύσας τούτῳ πιστῶς· διὸ καὶ παρέχεις τὰς ἰάσεις τοῖς δεομένοις καὶ σὲ ἱκετεύουσι.
Θεοτοκίον.
Πανάμωμε Κόρη, σκέπην τὴν σὴν καὶ τὴν προστασίαν μὴ μακρύνῃς νῦν ἀφ’ ἡμῶν, τῶν ἐν ἀπογνώσει σοὶ βοώντων, Ἁγνὴ Παρθένε, τοὺς δούλους σου λύτρωσαι.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἐκ παντοίων κινδύνων καὶ πειρασμῶν, Ὅσιε, τοὺς προσκαλουμένους σε σῷζε τῇ μεσιτείᾳ σου καὶ ἐν εἰρήνῃ αὐτοὺς καὶ ἡσυχίᾳ τὸν βίον διανύειν πάντοτε δίδου, Ἰάκωβε.
Ἐπισκέψεων θείων καὶ θαυμαστῶν, ἔνδοξε, σὺ παρὰ Θεοῦ ἠξιώθης καὶ γὰρ ἐδόξασας τῇ πολιτείᾳ σου τῇ θεαρέστῳ, παμμάκαρ, τὸν Θεόν, Ἰάκωβε, ὃς νῦν δοξάζει σε.
Ἀνατείλας ἐν κόσμῳ ὥσπερ ἀστὴρ ἔξοχος, πάντας καταυγάζεις ἀκτῖσι ταῖς τῶν θαυμάτων σου ἐν τοῖς ἐσχάτοις καιροῖς καὶ ὁδηγεῖς καὶ ἰθύνεις τοὺς πιστῶς προστρέχοντας, Πάτερ, τῇ αἴγλῃ σου.
Θεοτοκίον.
Τῶν χαρίτων τῶν θείων, Μῆτερ Θεοῦ, ἔμπλεως ὄντως γενομένη χορήγει πᾶσι βοήθειαν, τοῖς σοὶ προσφεύγουσι καὶ αἰτουμένοις, Παρθένε, σοῦ Υἱοῦ τὸ ἔλεος καὶ τὴν συμπάθειαν.
Περίσῳζε ταῖς σαῖς λιταῖς ἐκ κινδύνων καὶ νοσημάτων τοὺς ἐν πίστει θερμῇ πρὸς σὲ ἀεὶ καταφεύγοντας, Ἰάκωβε Πάτερ, καὶ σε τιμῶντας.
Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε, Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ὡς ἔχων πολλὴν παρρησίαν πρὸς Κύριον, δυσώπει αὐτὸν συγχώρησιν παρέχεσθαι ἡμῖν ἁμαρτάνουσι, θεοφόρε Ἰάκωβε, πρόφθασον, σέ γάρ ἐν δάκρυσι καὶ στεναγμοῖς, ὡς θεῖον Πατέρα ἱκετεύομεν.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Πειρατήρια, Ἅγιε, καὶ δοκιμασίας μου ἀπομάκρυνον, οἷσπερ φθόνῳ ὁ μισόκαλος πάντοτε πειρᾶται ἀφαρπάσαι με.
Περισκέπων, Ἰάκωβε, τὴν Μονὴν Ὁσίου Δαβίδ τοῦ Γέροντος, μὴ ἐλλείπῃς παρεχόμενος εὐλογίαν σὴν πᾶσι μονάζουσι.
Δαιμονῶντας διέσωσας ἐκ κυριαρχίας καὶ πλάνης δαίμονος, σαῖς εὐχαῖς καὶ ἐπικλήσεσι ταῖς πρὸς τὸν Σωτῆρα, ὦ Ἰάκωβε.
Θεοτοκίον.
Σὴν βοήθειαν, Ἄχραντε, καὶ σὴν προστασίαν ἐμοὶ κατάπεμψον, καταστέλλουσα τὸν τάραχον τῶν πολλῶν παθῶν μου, Παναμώμητε.
ᾨδὴ ε’. Φώτισον ἡμᾶς.
Δώρησαι ἡμῖν τοῖς θερμῶς σε ἱκετεύουσι, Πάτερ Ὅσιε, καρδίας συντριβήν, ὡς καρποὺς τῆς μετανοίας κομισώμεθα.
Φώτισον ἡμῶν τὴν ψυχὴν καὶ τὴν διάνοιαν τῇ πρεσβείᾳ σου πρὸς Κύριον, σοφέ, καὶ ὁδὸν τῶν ἐντολῶν βαδίζειν ἴθυνον.
Σπεῦσον πρὸς φωνὰς ἱκετῶν σου, ὦ Ἰάκωβε, καὶ παράσχου τὰ αἰτήματα αὐτοῖς, σὲ γὰρ ἔχομεν πιστοὶ πρέσβυν ἀκοίμητον.
Θεοτοκίον.
Πρόσδεξαι ἡμῶν τὰς δεήσεις καὶ τὴν ὕμνησιν, ταπεινῶς προσαγομένας σοι, Ἁγνή, σὺ γὰρ πέλεις ἡμῶν τεῖχος καὶ ἀσφάλεια.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Κατέχων ταῖς χερσί, θεόσοφε, τὴν Δαβίδ τοῦ θείου Γέροντος κάραν, πανευλαβῶς τὰς ἰάσεις παρεῖχες τοῖς δεομένοις πιστοῖς καὶ ἀνέτρεπες πνευμάτων πάντων πονηρῶν μεθοδείας, Ἰάκωβε, χάριτι.
Παννύχοις ταῖς προσευχαῖς καὶ στάσεσιν ἐν σπηλαίῳ τῷ Θεῷ προσωμίλεις· σὲ δὲ ἀστὴρ κατεφώτιζε θεῖος καὶ τὴν ὁδὸν ἐμφανῶς σοι ἐδείκνυε· διὸ Ἰάκωβε κλεινέ, καὶ ἡμᾶς φωτισθῆναι ἱκέτευε.
Ὑπήνεγκας ἐν ζωῇ, μακάριε, νοσημάτων τὰς πικρὰς ἀλγηδόνας· ἀλλ’ ἐκαρτέρησας ὥσπερ ἀδάμας, μετὰ χαρᾶς ὑπομείνας τοὺς σκόλοπας· διὸ ὡς δόκιμος χρυσὸς ταῖς βασάνοις ἐξέλαμψας, Ὅσιε.
Θεοτοκίον.
Κατάστειλον τῶν παθῶν μου τὸν σάλον καὶ ψυχῆς μου ταραχὴν καὶ ὀδύνην, καὶ πειρασμῶν διασκέδασον νέφος καὶ ἐκ δαιμόνων ὀχλήσεως λύτρωσαι· σὺ πρόφθασον, Μῆτερ Θεοῦ, καὶ διάσωσον πρὶν ἀπολέσθαι με.
Περίσῳζε ταῖς σαῖς λιταῖς ἐκ κινδύνων καὶ νοσημάτων τοὺς ἐν πίστει θερμῇ πρὸς σὲ ἀεὶ καταφεύγοντας, Ἰάκωβε Πάτερ, καὶ σε τιμῶντας.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β’. Τοῖς τῶν αἱμάτων σου.
Σὲ τὸν Εὐβοίᾳ ἀσκήσει ἐκλάμψαντα, τὸ Ἐκκλησίας Χριστοῦ ἄνθος εὔοσμον, ᾠδαῖς τῶν ᾀσμάτων δοξάζομεν καὶ ἱκετεύομεν νόσων καὶ θλίψεων ἡμᾶς σῷζε, θεῖε Ἰάκωβε.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδείς ἐπιγινώσκει τὸν Υἱόν, εἰμὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰμὴ ὁ Υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς, καὶ μάθετε ἀπ’ ἐμοῦ ὅτι πρᾷός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ἡμῶν· ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.
Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις, Ἐλεήμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεήμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Προσόμοιον.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἄδυτον φωστῆρά σε ἐκ τῆς Ἑῴας φανέντα, ἐν Εὐβοίᾳ λάμψαντα καὶ καταγλαΐσαντα τὴν ὑφήλιον, οἱ πιστοί, Ὅσιε, ὕμνοις ἐγκωμίων καταστέφομεν αἰτούμενοι, σὴν χάριν δώρησαι καὶ ἐκ περιστάσεων λύτρωσαι, τὰς θλίψεις καὶ νοσήματα τῶν σῶν ἱκετῶν ἀποδίωξον, ῥῶσίν τε παράσχου, Ἰάκωβε, ὡς φίλος τοῦ Χριστοῦ, τοῖς εὐλαβῶς εἰς τὸν τάφον σου προσιοῦσιν, ἔνδοξε.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Μιμητὴς τῶν Ὁσίων ἐχρημάτισας, Πάτερ, ἀπὸ σπαργάνων τῶν σῶν· καὶ γάρ ἐν ἐξορίᾳ, ἀσκήσει καὶ πτωχείᾳ τὸν σὸν βίον διήνυσας, εὐχαριστῶν τῷ Θεῷ, Ἰάκωβε τρισμάκαρ.
Προσευχῇ καὶ νηστείᾳ σὴν ψυχὴν ἀπεκάθηρας καὶ ἐλάμπρυνας· συντόνῳ δ’ ἀγρυπνίᾳ Θεῷ εὐαρεστήσας παρ’ αὐτοῦ νῦν ἀπείληφας τὸ στέφος ὡς νικητής, Ἰάκωβε θεόφρον.
Τῷ Θεῷ ἐλειτούργεις καὶ θυσίαν προσέφερες τὴν ἀναίμακτον· Ἀγγέλους καὶ Ἁγίους παρόντας κατοπτεύων, οἷς προφρόνως συνέψαλλες· ὁ τῶν Πατέρων Θεός, εὐλογημένος πέλεις.
Θεοτοκίον.
Τὴν σὴν χάριν, Παρθένε, τοῖς πιστῶς αἰτουμένοις καὶ τὴν ἀντίληψιν ἀπόστειλον καὶ σῶσον αὐτοὺς ἐκ τῶν κινδύνων, τῶν κακῶν καὶ τῶν θλίψεων, καὶ δέξαι νῦν παρ’ αὐτῶν τοὺς ὕμνους εὐχαρίστως.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Σκέπε καὶ σῷζε τῇ πατρικῇ σου μερίμνῃ τοὺς πιστῶς σοι προστρέχοντας, Πάτερ, κατευθύνων τούτους πρὸς τρίβους σωτηρίας.
Φρούρει, ὦ Πάτερ, καὶ πατρικῶς ἐπισκόπει σὴν Μονὴν Δαβὶδ τοῦ Γέροντος παρέχων θείαν εὐλογίαν τοῖς ἐν αὐτῇ βιοῦσι.
Δίδου ἀπαύστως τὴν συμπαθῆ ἀρωγήν σου πάσαις χήραις, ὀρφανοῖς καὶ ἐνδεέσιν· οἶδας γὰρ φροντίζειν τῶν σοὶ προσερχομένων.
Θεοτοκίον.
Λύτρωσαι, Κόρη, τὴν παναθλίαν ψυχήν μου, χορηγοῦσα μοι ὄμβρους δακρύων, ὅπως ἀποπλύνω τὸν ῥύπον τῶν παθῶν μου.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Κακώσεως καὶ βλάβης ἐχθρῶν ἀοράτων καὶ ὁρατῶν, θεῖε Πάτερ Ἰάκωβε, ῥύου τὴν ποίμνην σου ταύτην τὴν σὲ γεραίρουσαν.
Φωστὴρ τῶν μοναζόντων ἐν καιροῖς ἐσχάτοις σὺ ἀπλανὴς ἀνεδείχθης, Ἰάκωβε, τὰς πρὸς Θεὸν ἀναβάσεις τούτοις δεικνύμενος.
Ὁσίοις ἠριθμήθης, σὺν αὐτοῖς χορεύων καὶ ἀνυμνῶν τὴν Τριάδα τὴν ἄναρχον· ἀεὶ ἱκέτευε ταύτην ὑπὲρ τῶν τέκνων σου.
Θεοτοκίον.
Δοξάζομέν σε, Κόρη, τὴν Θεοῦ Μητέρα, τὴν τὸ ἀνθρώπινον γένος δοξάσασαν· τῷ σῷ γὰρ τόκῳ οἱ πάντες ζωῆς ἐτύχομεν.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τῆς Εὐβοίας ὁ θησαυρὸς καὶ τῶν μοναζόντων ἀντιλήπτωρ καὶ ὁδηγός· χαίροις Ἐκκλησίας ὡράϊσμα τὸ νέον, Ἰάκωβε θεόφρον, πάντες ὑμνοῦμέν σε.
Χαίροις τῶν Ὁσίων ὁ χαρακτὴρ καὶ τῶν ἀσκουμένων στήλη ἔμψυχος καὶ εἰκών· σὺ γὰρ ἀναβάσεις διέθου σῇ καρδίᾳ καὶ πρὸς Θεὸν ἀνῆλθες, θεῖε Ἰάκωβε.
Πάντας θεραπεύεις ἐκ χαλεπῶν νοσημάτων, Πάτερ, καὶ παρέχεις πᾶσι πιστοῖς ῥῶσιν καὶ ὑγίειαν ψυχῶν καὶ τῶν σωμάτων, ὡς γνήσιος θεράπων Χριστοῦ, Ἰάκωβε.
Χάριν μεταδίδως σὺ τοῖς πιστῶς τῷ σεπτῷ σου τάφῳ προσιοῦσι καὶ ταπεινῶς τὴν σὴν αἰτουμένοις βοήθειαν καὶ σκέπην, Ἰάκωβε παμμάκαρ, Εὐβοίας καύχημα.
Χαίρων πρὸς ἀγῶνας ἀσκητικοὺς ἐχώρησας Πάτερ, οὐρανόφρων ἀναδειχθείς, πάντα τὰ ἡδέα ἀφέμενος καὶ ἄνω τὸν νοῦν σου ἀνυψώσας, ὤφθης ἰσάγγελος.
Φρούρει καὶ συντήρει τὴν ἱεράν Μονήν σου, τρισμάκαρ, ἐκ παντοίων ἐπιβουλῶν, τὴν σὲ κεκτημένην θερμότατον προστάτην Δαβίδ τῷ θείῳ ἅμα, Πάτερ Ἰάκωβε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τό σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν το ἑξῆς Τροπάριον.
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Σκέπε τοὺς ἐλθόντας εὐλαβῶς καὶ παρακαλοῦντας σε πίστει, θεῖε Ἰάκωβε, πάντας τε προστάτευσον καὶ περιφρούρησον ἐκ παντοίων κακώσεων καὶ ἀρρωστημάτων, σὴν Μονὴν δέ, Ἅγιε, ἐν ᾗ ἐνήθλησας, φρούρει καὶ περίσῳζε σώαν ἐκ παντὸς κακοῦ καὶ κινδύνου, ταῖς θεοπειθέσιν ἱκεσίαις σου.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον.
Πτωχὴν δέξαι ὕμνησιν ἐκ Δημητρίου σοι, θεῖε
Ἰάκωβε, προσενεχθεῖσαν.