Παρακλητικός Κανών εις τον Όσιο Ιωάννη ο Ξένος του Κρητός

Ποίημα Ιωάννη Δασκαλάκη

†Εορτάζεται στις 20 Σεπτεμβρίου

Εὐλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἐν ἀρετῇ καὶ ἐν ἀσκήσει παμμάκαρ, καὶ ἀπὸ βρέφους τὸν σὸν βίον λαμπρύνας, ὦ Ἰωάννη ἤστραψας ὡς ἥλιος· Κρήτην πᾶσαν ηὔγασας, τοῖς ἐνθέοις σου λόγοις, πλείστους δὲ ναοὺς σοφέ, καὶ μονὰς ἐδομήσω· διὸ σὰ τέκνα πάντοτε φρουρεῖς, σώζων κινδύνων, παντοίων καὶ θλίψεων.

Δόξα. Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τὸν Ῥάξον φυγόντα καὶ μνημεῖα εὑράμενον, θείου Εὐτυχίου Γορτύνης, Εὐτυχιανοῦ τε τῇ χάριτι· τὸν Ξένον Ἰωάννην εὐλαβῶς, τιμήσωμεν βοῶντες πρὸς αὐτόν· σὺ οὖν Πάτερ Κρήτης νῆσον περιελθών, ναοῖς θείοις ἐλάμπρυνας, δόξα τῷ σὲ φωτίσαντι Χριστῷ, δόξα τῷ σὲ ἀποστείλαντι, δόξα τῷ δοξασθέντι ὑπὸ σοῦ βίου λαμπρότητι.

Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν’ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Πάντας κινδύνων καὶ νόσων, σῶσον Πάτερ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Παθῶν μου τὸν ζόφον καὶ τὰς πληγάς, πώρωσιν τελείαν καὶ τὴν νέκρωσιν τῆς ψυχῆς, θεράπευσον θεῖε Ἰωάννη, καὶ τῷ Θεῷ σαῖς πρεσβείαις με σύναψον.

Ἀνάστησον Πάτερ με ἐκ δεινοῦ, ὕπνου ῥαθυμίας καὶ καθάρισον τῆς ψυχῆς, ὀμμάτων τὴν λήμην ταῖς λιταῖς σου, ὦ Ἰωάννη θερμῶς ἱκετεύω σε.

Ναμάτων σου Πάτερ τῶν διδαχῶν, Κρήτη ἐμπλησθεῖσα, μετηνέχθη πρὸς θεῖον φῶς· αὐτὴν καὶ νῦν σκέπε θεοφόρε, πολεμουμένην δεινῶς καὶ στενάζουσαν.

Θεοτοκίον.
Τὴν μόνην πανάχραντον καὶ σεμνήν, τὴν δόξαν Ὁσίων καὶ προσφύγιον τῶν πιστῶν, τῶν ἀπεγνωσμένων τὴν ἐλπίδα, τὴν Θεοτόκον ἐν ὕμνοις τιμήσωμεν.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀνελθὼν ἐν τῇ Ῥάξῳ πνευματικοὺς Ὅσιε, ἔδρεψας καρποὺς τοῦ σοῦ πόθου, Θεῷ ἑνούμενος· διὸ καὶ σώζεις πιστούς, ὦ Ἰωάννη τοὺς πίστει, εἰς τὸν θεῖον οἶκόν σου, πάντοτε φθάνοντας.

Στερεώσας καρδίας τὰς τῶν Κρητῶν ἔνδοξε, ἐν τῇ ἀσαλεύτῳ κρηπίδι Χριστοῦ τῆς πίστεως, ναοὺς ἀνήγειρας, καὶ φροντιστήρια θεῖα, Ἰωάννη πάνσοφε, Κρήτης ἀγλάϊσμα.

Καταυγάσας σὴν νῆσον τὴν ἐν νυκτὸ μείνασαν, τῆς Ἀγαρηνῶν δεσποτείας, ταύτην προσήγαγες, πρὸς τὸ ἀνέσπερον, φῶς τὸ τοῦ Κυρίου, καὶ Κρήτας ἐλευθέρους ἔδειξας, τοὺς σοὶ ὑπείκοντας.

Θεοτοκίον.
Ἱκετεύω Σε Κόρη ἐκ τῶν δεινῶν σῶσόν με, καὶ ἐκ πειρασμῶν καὶ κινδύνων φύλαξον ἄτρωτον, τῶν ἀγαθῶν τὴν πηγήν, Σὺ γὰρ τεκοῦσα ἰσχύεις, ὅσα βούλει πάναγνε, πάντων βοήθεια.

Διάσωσον, σαῖς ἱκεσίαις πανένδοξε Ἰωάννη, τοὺς πιστῶς καὶ θερμῶς πρὸς τὸν ναόν σου προστρέχοντας, παρέχων τούτοις τὴν σὴν προστασίαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἲτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Κρητῶν φωτιστὴς ἀπόστολός τε δέδειξαι, κηρύξας τρανῶν τὸν λόγον τὸν τῆς πίστεως, πάντας τε διέσωσας, ἐξ ἐχθροῦ τῶν παγίδων θεόληπτε, ἀλλὰ καὶ νῦν προστάτευσον ἡμᾶς, θερμῶς Ἰωάννη σοῦ δεόμεθα.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νεύσει ἄνωθεν ἔλαβες, σὸν σταυρὸν προθύμως ἐπωμάδιον, καὶ ἐκήρυξας τοῖς ἔργοις σου, σωτηρίαν πᾶσι καὶ μετάνοιαν.

Δι’ ἀγάπης κινούμενος, τοῖς σοῖς ἀδελφοῖς ἐν Κρήτῃ μετέδωκας, τοὺς καρποὺς τοῦ θείου Πνεύματος, ἄγων τούτους πρὸς τὴν τελειότητα.

Ὑπερκάλους ἀνήγειρας, οἴκους καὶ σκηνώματα τῷ Κυρίῳ σου, τοῦ τελεῖσθαι τὴν ἀναίμακτον, μυστικῶς θυσίαν τὴν ἐν πνεύματι.

Θεοτοκίον.
Ναὸν ζήλῳ Σοι ἤγειρε, Μυριοκεφάλου θείοις ἐν ὄρεσι, καὶ Μονὴν ἁγνὴ Σοὶ ἵδρυσεν, Ἰωάννης ὁ πιστὸς θεράπων Σου.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὤφθης ἀρωγός, καὶ προστάτης ἀκαταίσχυντος, τῶν Κρητῶν ἐν χρόνοις Πάτερ χαλεποῖς, διὰ τοῦτό σε ἀεὶ ὕμνοις γεραίρομεν.

Νέμοις τοῖς πιστοῖς, τὰ ἰάματα θεόληπτε, Ἰωάννη τῶν Πατέρων καλλονή, τῶν ψυχῶν καὶ τῶν σωμάτων τὴν ἀνάῤῥωσιν.

Κρήτη ἐπὶ σέ, ἐξαιρέτως νῦν σεμνύνεται, ὡς τοῖς πόνοις σου λαβοῦσα φωτισμόν, καὶ γὰρ αὕτην ἐν ἀγάπῃ σὺ διέδραμες.

Θεοτοκίον.
Ἄχραντε σεμνή, ἐκ πταισμάτων ῥύου πάντοτε, ὑμνητάς Σου καὶ περίσωζε αὐτούς, ἐκ πάσης βλάβης τοῦ ἐχθροῦ καὶ ἐπιθέσεως.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἰλύος, τῆς τῶν παθῶν μακάριε, σὴν καρδίαν ἀπεκάθηρας ὅλως· ὅθεν φωνῆς, ἠξιώθης ἀκοῦσαι, ἐξ οὐρανοῦ ᾗ εὐθέως ὑπήκουσας· διὸ καὶ ἤγειρας ναόν, αὐταδέλφων Ὁσίων εἰς αἴνεσιν.

Ναοὺς σεπτούς, ἀνεγείρεις Ὅσιε, ἐν τῇ Κρήτῃ τὸν Θεόν σου δοξάζων, καὶ τοῖς Ἁγίοις Αὐτοῦ κτίζεις οἴκους, καὶ μοναστῶν συγκροτεῖς τὰ συστήματα, προνοίᾳ σῇ τῇ πατρικῇ, Ἰωάννη Πατέρων ἀγλάϊσμα.

Ὁλόκληρον, τὴν ζωήν σου ἔνδοξε, τῷ Κυρίῳ σου προσήνεγκας ὄντως, καὶ τὸν σταυρόν σου ἀράμενος πίστει, αὐτοῦ ὀπίσω προθύμως ἐβάδισας· διὸ ηὐγάσθης τῷ φωτί, τῷ ἀκτίστῳ ἀξίως θεσπέσιε.

Θεοτοκίον.
Στερεώσον, τὴν καρδίαν μου Κόρη, σαλευθεῖσαν προσβολαῖς τοῦ βελίαρ, καὶ τὴν γαλήνην Σου δός μοι Σῷ δούλῳ, τεταραγμένων παθῶν ταῖς προσρήξεσι· Σὺ σῶσόν με ὠς ἀγαθή, καὶ Υἱῷ Σου κατάλλαξον δέομαι.

Διάσωσον, σαῖς ἱκεσίαις πανένδοξε Ἰωάννη, τοὺς πιστῶς καὶ θερμῶς πρὸς τὸν ναόν σου προστρέχοντας, παρέχων τούτοις τὴν σὴν προστασίαν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἲτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Σὲ τὸν τὴν Κρήτην σοῖς λόγοις φωτίσαντα, καὶ ναοὺς θείους ἐν ταύτῃ ἐγείραντα, ᾠδαῖς ἱεραῖς ἀνυμνοῦμέν σε πάντοτε λέγοντες· σὺ Ἰωάννη ὁδήγει πάντας φρονεῖν τὰ κρείττονα.

Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον, Ἐκ τοῦ κατὰ Ματθαῖον.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου, καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰμὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰμὴ ὁ Υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κᾀγὼ ἀναπαύσω ἡμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς, καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷος εἰμί, καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρὸν ἐστί.

Δόξα.
Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ Νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Κρήτης σε ἀγλάϊσμα, καθικετεύομεν πάντες, ἐκ κινδύνων λύτρωσαι, καὶ ἐκ πάσης θλίψεως τοὺς ὑμνοῦντάς σε· ἐν ᾠδαῖς Ὅσιε, πάντοτε τιμῶμεν, τὴν σὴν μνήμην τὴν σεβάσμιον, χάριν αἰτούμενοι, καὶ τὴν ἄμαχόν σου βοήθειαν· αἱρέσεις καὶ συστήματα, τὰ τῆς ἀπιστίας διάλυσον, πίστιν τε πατρώαν, στερεώσον ἐν πέτρᾳ τοῦ Χριστοῦ, ὦ Ἰωάννη πρεσβείαις σου, ἐνταλμάτων ἔνδοξε.

Σῶσον ὀ Θεός τὸν λαό σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὡς θεράποντα ὄντως τοῦ Κυρίου σου Πάτερ πιστόν τε γνήσιον, σὰ τέκνα συνελθόντα, ἐνθέρμῳ διανοίᾳ, ἀσιγήτως ὑμνοῦμέν σε· μὴ ἐπιλάθη ἡμῶν, πρὸς Κύριον πρεσβεύων.

Νεανίας ὑπάρχων τὴν καρδίαν σου Πάτερ Θεῷ ἀνέτεινας, ἐν ὄρεσι τῆς Ῥάξου, ἀνῆλθες καὶ τοῦ κόσμου, ἐγκατέλιπες φρόνημα· ὁ τῶν Πατέρων βοῶν, Θεὸς εὐλογητὸς εἶ.

Σοῦ τὸν πόθον ἀμείψας ὁ γινώσκων καρδίας σοὶ ἀπεκάλυψε, τοὺς τάφους τῶν Ὁσίων, Αὐτοῦ καὶ κτίσαι οἶκον, Σὲ κελεύσας κατηύφρανε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογημένος.

Θεοτοκίον.
Ὦ πανύμνητε Μῆτερ τῶν Ὁσίων ἁπάντων τὸ σεμνολόγημα, πρεσβείαις τούτων δίδου, τοῖς πίστει τε καὶ πόθῳ, Σοὶ προσφεύγουσι πάνσεμνε, τὴν σωτηρίαν ψυχῆς, ἐξαίρουσα κινδύνων.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Σώζοις ὦ Πάτερ, τὴν νεκρωθεῖσαν ψυχήν μου, ἐξ ἐχθροῦ τῶν βελῶν καὶ παράσχου, ῥῶσιν καὶ ὑγείαν, καὶ ζωὴν τὴν γνησίαν.

Οἱ τῷ ναῷσου, καὶ τοῖς λειψάνοις σου Πάτερ, ἐκ ψυχῆς καταφεύγοντες Πάτερ, ἴασιν τρυγῶσι, ψυχῶν καὶ τῶν σωμάτων.

Ναὸς ὑπάρχων, τοῦ Βασιλέως τῆς δόξης, οἴκους ἤγειρας τούτου εἰς δόξαν· ὅθεν Ἰωάννη, ἀξίως σε τιμῶμεν.

Θεοτοκίον.
Πάντων αἰτήσεις, καὶ ἱκεσίας προσδέχου, τῶν πιστῶς ὑμνούντων Σε Παρθένε, καὶ μεγαλυνόντων, τὴν δόξαν Σου τὴν θείαν.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἀμέμπτως καὶ ὁσίως, βίον σὸν ἀνύσας, παρὰ Θεοῦ ἠξιώθης τῆς Χάριτος, ὦ Ἰωάννη Ὁσίων τὸ ἐγκαλλώπισμα.

Τιμῶσί σε προφρόνως, αἱ τῶν μοναζόντων, ἀγέλαι Πάτερ ὡς θεῖον κοσμήτορα· διὸ προστάτευσον ταύτας τῇ μεσιτείᾳ σου.

Ἐδείχθης τῆς Τριάδος, σκήνωμα θεόφρον· διὸ καὶ ταύτην ἡμῖν ἐξιλέωσαι, ὡς παῤῥησίαν εὑράμενος Πάτερ Ὅσιε.

Θεοτοκίον.
Ῥωννύμενοι Παρθένε, Σῇ θείᾳ ἰσχύϊ, τὰς ἐναντίας δυνάμεις ἐκκρούομεν, καὶ ἐν Υἱοῦ Σου τῇ σκέπῃ ἀναπαυόμεθα.

Άξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σε μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις ὁ τῆς Κρήτης λαμπρὸς φωστήρ, ὁ φωτίσας ταύτην, τοῖς σοῖς ἔργοις καὶ διδαχαῖς, θεῖε Ἰωάννη, ὁ ξένος τοῖς ἐν κόσμῳ, καὶ τῷ Θεῷ οἰκεῖος, ἡμᾶς περίσωζε.

Χαίροις ὁ εἰς Ῥάξον πρῶτον ἐλθών, καὶ ἐν ταύτῃ Πάτερ, προσδεξάμενος τὴν ὀμφήν, τὴν δηλώσασάν σοι, ὀνόματα Ὁσίων, ὧν ἐν τῷ τόπῳ τούτῳ, μνημεῖα εὕρηκας.

Ἴνδαλμα ἐδείχθης Πάτερ σοφέ, τῆς Ὀρθοδοξίας, φωτοφόρον τε καὶ τρανόν, λάμψας ἐν τῇ Κρήτῃ, ὦ θεῖε Ἰωάννη, καὶ δᾳδουχῶν τοῦ κόσμου, πάντα τὰ πέρατα.

Ἤκουσας ὡς Παῦλος θείας φωνῆς, ἄνωθεν ἐλθούσης, σοῦ τὰ ὄμματα πηρωθείς, καὶ φωτὸς ἐμπλήσθης, καὶ οἶκον ἀνεγείρεις, ἐν Μυριοκεφάλοις, τῆς Θεομήτορος.

Ἔπλησας τὴν Κρήτη θείων ναῶν, Κύριον δοξάσας, καὶ Μητέρα τε τὴν Αὐτοῦ, τούτου τε Ὁσίους, τιμήσας καὶ Ἁγίους, ὧν καὶ τὸν βίον ἔνδοξε, παρεζήλωσας.

Χαίροις ὁ τῆς Σίββας θεῖος βλαστός, ὁ ἐν Ῥάξῳ λάμψας, καὶ τὴν Κρήτην φωταγωγῶν, Ῥεθύμνης τὸ κλέος, Κισσάμου τε τὸ αὖχος, ὦ θεῖε Ἰωάννη, ἡμῶν μνημόνευε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τὸν Ῥάξον φυγόντα καὶ μνημεῖα εὑράμενον, θείου Εὐτυχίου Γορτύνης, Εὐτυχιανοῦ τε τῇ χάριτι· τὸν Ξένον Ἰωάννην εὐλαβῶς, τιμήσωμεν βοῶντες πρὸς αὐτόν· σὺ οὖν Πάτερ Κρήτης νῆσον περιελθών, ναοῖς θείοις ἐλάμπρυνας, δόξα τῷ σὲ φωτίσαντι Χριστῷ, δόξα τῷ σὲ ἀποστείλαντι, δόξα τῷ δοξασθέντι ὑπὸ σοῦ βίου λαμπρότητι.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Φλόγαν, κατασβέσας πειρασμῶν, σοῦ τοῖς σταλαγμοῖς τῶν δακρύων, ἔνδοξε φάνηθι, στήριγμα καὶ ἴαμα κἀμοὶ τῷ πάσχοντι, ἐκ παθῶν καὶ κακώσεων, καὶ ἀῤῥωστημάτων, σήν μοι δοὺς ἀντίληψιν, τὴν ἀπροσμάχητον, Πάτερ, Ἰωάννη καὶ σῷζε, πάντας τοὺς τὴν σὴν προστασίαν, ἐπικαλουμένους ταῖς πρεσβείαις σου.
Δέσποινα, πρόσδεξαι τάς δεήσεις τῶν δούλων Σου καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Τήν πᾶσαν ἐλπίδα μου εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.

Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.