Παρακλητικός Κανών εις τον Όσιο Πατέρα ημών Ιωάννη τον Δομβοίτη ο Έγκλειστος εν Όρει Δομβού Βοιωτίας Ασκήσαντα

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

†Εορτάζεται στις 1 Ιουνίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὸ εξής·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν Δομβοΐτην ἀσκητὴν εὐσχημόνως, ἐν τοῖς ἐσχάτοις διαλάμψαντα χρόνοις, ἀκτῖσι ταπεινώσεως εὐχῆς σιωπῆς, ἀπαθείας νήψεως καὶ ζωῆς ἰσαγγέλου, Ἰωάννην μέλψωμεν Χριστὸν ὑπὲρ ἡμῶν, ἐκδεχομένων σὴν θείαν ἀντίληψιν.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανὼν, οὗ ἡ ἀκροστιχίς·
Ἰωάννη, σιωπᾶν καὶ νήφειν με ἀξίωσον. Χ. Μ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἱλέωσαι Κύριον καὶ Θεόν, ἠμῖν Ἰωάννη, αἰτουμένοις σὴν ἀρωγήν, ἐν πάσαις τοῦ βίου τρικυμίαις, καὶ συμφοραῖς ἀσκητὰ χαριτώνυμε.

Ὡράϊσμα νέον Μονῆς Δομβοῦς, σεπτὲ Ἰωάννη, ἐξωράϊσον ἀρεταῖς, ἡμᾶς καὶ σοφίᾳ τοὺς ἐν πίστει, ταῖς σαῖς λιταῖς πρὸς Θεὸν καταφεύγοντας.

Ἀξίωσον πόλου τυχεῖν χαρᾶς, τοὺς σὲ ἀνυμνοῦντας, Ἰωάννη ὡς νεαυγῶν, Ὁσίων Πατέρων λαμπηδόνα, αὐγαῖς σοφίας φωτίζουσα πέρατα.

Θεοτοκίον.
Ναὲ ἀχειρότευκτε ἀγαθή, ἁγνείας Παρθένε, Ἰωάννου θερμαῖς λιταῖς, Ὁσίου ἁγνοὺς ἡμᾶς συντήρει, τοὺς ἀκλινῶς Σε ἀεὶ μεγαλύνοντας.

ᾨδὴ γ΄. Οὐρανίας ἀψῖδος.
Νευαγέστατον σέλας διαγωγῆς σώφρονος, Ἰωάννη δίωξον ζόφον, τῶν προσιόντων σοι, ὀδυνηρῶν συμφορῶν, καὶ δυσθυμίας τῇ ῥάβδῳ, προστασίας θείας σου, Πάτερ θειότατε.

Ἡ τοῦ Πνεύματος χάρις τοῦ πανσθενοῦς ἔδειξε, σὲ φιλοσοφίας ἐνθέου, ὄλβον πολύτιμον, καὶ παροχέα σεπτόν, τῶν θεϊκῶν δωρημάτων, Ἰωάννη πάμφωτον, νήψεως μέλαθρον.

Σάρκα τήκων πυκτεύων τὸν πονηρὸν δαίμονα, νήφων ἀγρυπνῶν ὑπομένων, σκληραγωγούμενος, καὶ χαμευνῶν δαψιλῶς, εἴληφας χάριν θεόθεν, Ἰωάννη ῥύεσθαι, πάντας στενώσεως.

Θεοτοκίον.
Ἰωάννου πρεσβείαις τοῦ θεαυγοῦς Δέσποινα, τραύματα θεράπευσον τάχος, τῶν ἀλγηδόνων μου, σαρκίου καὶ τῆς ψυχῆς, φαρμάκῳ τῆς μητρικῆς Σου, παῤῥησίας Δέσποινα, πρὸς τὸν Θεάνθρωπον.

Ἱκάνωσον, ἡμᾶς νικῆσαι τὸν ἔχθιστον Ἰωάννη, Δομβοΐτα τῆς σιωπῆς καὶ νήψεως μάργαρον, Ἀγγέλων συνέστιε φωτοφόρων.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Τὸν χρόνον καλῶς ἐξαγοράσαι Ὅσιε, προσκαίρου ζωῆς ἀξίωσον σοὺς πρόσφυγας, Ἰωάννη πάνσοφε, οἰκονόμε χρόνου σου ἄριστε, ὁ θέλων τοῦτον μόνον δαπανᾶν, εὐχῇ ἀσιγήτῳ καὶ συγγράμμασι.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὡς νεόφωτον πύρσευμα, πολιτείας σώφρονος ἀνυμνοῦντές σε, Ἰωάννη καταφεύγομεν, ἐν δεινοῖς τῇ θείᾳ μεσιτείᾳ σου.

Ποιημάτων πανθαύμαστε, συγγραφεὺς γενόμενος θείᾳ χάριτι, Ἰωάννη σαῖς ἐντεύξεσι, δεῖξόν με χαρίτων ὄλβον πάντιμον.

Ἀσκητὰ ἐνθεώτατε, ὁ φιλῶν ἀφάνειαν διασώζουσαν, Ἰωάννη τὸν ἱκέτην Σου, ἀφανῶς διάγειν καταξίωσον.

Θεοτοκίον.
Νικητὰς τοὺς οἰκέτας Σου, ἐν ταῖς μάχαις δεῖξον Θεογεννήτρια, κατ’ ἐχθροῦ τοῦ παναλάστορος, Κεχαριτωμένη Θεονύμφευτε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Κόπασον παθῶν, σάλον τῶν ἀνευφημοῦντών σε, Ἰωάννη καὶ βοώντων εὐλαβῶς· πολιτείαν τῶν προσφύγων σου εἰρήνευσον.

Ἄστρον ἀρετῆς, Ἰωάννη νεοφώτιστον, ἀποδίωξον τὴν νύκτα τῶν παθῶν, συμπαθείας σου ἀκτῖσιν ὁσιώτατε.

Ἴσχυσας ταῖς σαῖς, τῶν γονάτων Πάτερ κλίσεσι, θριαμβεῦσαι τὸν μισόκαλον ἐχθρόν, οὗ μανίας ἐκλυτρούσθω τοὺς ἱκέτας σου.

Θεοτοκίον.
Νεῦσον ταῖς ἡμῶν, παρακλήσεσι Μητρόθεε, καταπαύουσα σκιρτήματα σαρκός, τὼν ἀεὶ μακαριζόντων Σε Παντάνασσα.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἡγίασας, ὀχετοῖς ἱδρώτων σου, ὑποκλίσεων ἐξ ἐδαφιαίων, τῆς ἀπερίττου σου κέλλης τὴν χθόνα, ἡσυχαστὰ Ἰωάννη ὁ ῥεύμασι, τῶν πρεσβειῶν σου πρὸς Θεόν, ἁγιάζων ζωὴν τῶν τιμώντων σε.

Φωτόλαμπρε, Ἰωάννη Ὅσιε, ὁ μισήσας πᾶσαν ἔνυλον σχέσιν, παρουσιάζων σαυτὸν ὥσπερ ἔσχατον, τῶ ἀχθοφόρων σῷ φωτί, πρεσβειῶν ἴθυνόν με πρὸς θέωσιν.

Ἐπίβλεψον, ἐφ’ ἡμᾶς τιμῶντάς σε, Ἰωάννη Δομβοΐτα καὶ ῥῦσαι, τοὺς ἀνυμνοῦντὰς σὴν ἄμεμπτον ἄσκησιν, δι’ ἧς τῶν πάλαι ἀσκητῶν, ἄρτι πέφηνας Πάτερ ὁμόζηλος.

Θεοτοκίον.
Ἱλέωσαι, Ἰωάννου Δέσποινα, ἱκεσίαις Σὸν ὑπέρλαμπρον Τόκον, ἡμῖν τοῖς Σοῦ θαυμασίων τὸ πλῆθος, εἰς τοὺς αἰῶνας τρανῶς μεγαλύνουσι, χριστιανῶν καταφυγή, καὶ ταχεῖα ἐν δίναις βοήθεια.

Ἱκάνωσον, ἡμᾶς νικῆσαι τὸν ἔχθιστον Ἰωάννη, Δομβοΐτα τῆς σιωπῆς καὶ νήψεως μάργαρον, Ἀγγέλων συνέστιε φωτοφόρων.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ἁμαρτιῶν ἀχθοφόρον θεόσοφε, ὁ ἑαυτὸν λογιζόμενος Ὅσιε, Δομβοῦς Ἰωάννη καλλώπισμα, ἁμαρτιῶν ἡμῶν ῥύπον ἀπόπλυνον, εὐχῶν σου πρὸς Κύριον νάμασι.

Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. στ΄, 17-33).
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο· καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας.Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε· ακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου. Χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ· κατὰ τὰ αὐτὰ γὰρ ἐποίουν τοῖς προφήταις οἱ πατέρες αὐτῶν. Πλὴν οὐαὶ ὑμῖν τοῖς πλουσίοις, ὅτι ἀπέχετε τὴν παράκλησιν ὑμῶν. Οὐαὶ ὑμῖν οἱ ἐμπεπλησμένοι, ὅτι πεινάσετε. Οὐαὶ ὑμῖν οἱ γελῶντες νῦν, ὅτι πενθήσετε καὶ κλαύσετε. Οὐαὶ ὅταν καλῶς ὑμᾶς εἴπωσι πάντες οἱ ἄνθρωποι· κατὰ τὰ αὐτὰ γὰρ ἐποίουν τοῖς ψευδοπροφήταις οἱ πατέρες αὐτῶν. Ἀλλὰ ὑμῖν λέγω τοῖς ἀκούουσιν· ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, εὐλογεῖτε τοὺς καταρωμένους ὑμῖν, προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς. Τῷ τύπτοντί σε ἐπὶ τὴν σιαγόνα πάρεχε καὶ τὴν ἄλλην, καὶ ἀπὸ τοῦ αἴροντός σου τὸ ἱμάτιον καὶ τὸν χιτῶνα μὴ κωλύσῃς. Παντὶ δὲ τῷ αἰτοῦντί σε δίδου, καὶ ἀπὸ τοῦ αἴροντος τὰ σὰ μὴ ἀπαίτει. Καὶ καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁμοίως. Καὶ εἰ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστί; Καὶ γὰρ οἱ ἁμαρτωλοὶ τοὺς ἀγαπῶντας αὐτοὺς ἀγαπῶσι. Καὶ ἐὰν ἀγαθοποιῆτε τοὺς ἀγαθοποιοῦντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστί; Καὶ γὰρ οἱ ἁμαρτωλοὶ τὸ αὐτὸ ποιοῦσι.

Δόξα.
Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Νήψεως διάκοσμε, τῆς ἡσυχίας κοσμῆτορ, σιωπῆς μυράλειπτρον, προσευχῆς συνέκδημε, καὶ ἀσκήσεως, ἀκραιφνοῦς πρόβολε, Πάτερ Ἰωάννη, Δομβοΐτα λογιώτατε, ἡμῖν ἱλέωσαι, σὲ τοῖς εὐλαβῶς μακαρίζουσι, Χριστὸν τὸν πανευΐλατον, συμπαθῆ καὶ ἄγαν οἰκτίρμονα, ἵνα τῆς ἐν πόλῳ, εὐκλείας τῆς σὺν σοὶ καὶ χαρμονῆς, ἀξιωθῶμεν θεόσοφε, ἀσκητῶν ἀρχέτυπον.

Σῶσον ὀ Θεός τὸν λαό σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Νικητὰς ἐν ταῖς μάχαις καθ’ ἡμέραν τοῦ βίου ἡμῖν ἀνάδειξον, τοὺς σὲ ὑμνολογοῦντας, ἐκθύμως Ἰωάννη, Δομβοΐτα πανόσιε, ὡς νικητὴν ἀκραιφνῆ, κατὰ τοῦ παλαμναίου.

Μύρῳ θείων εὐχῶν σου ῥᾶνον τοὺς προσιόντας σῇ θείᾳ χάριτι, ἀλάβαστρον εὐῶδες, εὐχῆς χαμαικοιτίας, σιωπῆς κατανύξεως, καὶ ἀπαθείας Μονήν, Δομβοῦς ὁ καθηδύνας.

Ἐργαστήριον θεῖον προσευχῆς Ἰωάννη καὶ ταπεινώσεως, ἀνάκτορον δυσώπει, Χριστὸν ὑπὲρ τῶν πίστει, προστρεχόντων σῇ χάριτι, σεμνείου τοῦ Σεραφείμ, τοῦ θείου κοσμιότης.

Θεοτοκίον.
Ἀειπάρθενε Μῆτερ Ἰωάννου πρεσβείαις τοῦ ταπεινόφρονος, ἡσυχαστοῦ σοῖς δούλοις, ὑπόδειξον τὴν τρίβον, ἀληθοῦς ταπεινώσεως, θεοτερποῦς σιωπῆς, εὐχῆς καὶ ἀπαθείας.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ξένων ἀγώνων, τοῖς χοϊκοῖς Ἰωάννη, ἐποφθεὶς ξύλου ἐπαπολαύεις, τῆς ζωῆς πρεσβεύων, ὑπὲρ ἡμῶν Κυρίῳ.

Ἰδεῖν τὴν δόξαν, τοῦ Ζωοδότου Κυρίου, καταξίωσον σὲ τοὺς ὑμνοῦντας, ἧσπερ Ἰωάννη, ὑπάρχεις κληρονόμος.

Ὡς τῶν Πατέρων, τῶν νηπτικῶν νέον εὖχος, σὲ τιμῶντες λαμπρῶς Ἰωάννη, σπεύδομεν λιταῖς σου, προς Κύριον ἐνθέρμοις.

Θεοτοκίον.
Συνέτισόν με, καὶ δίδαξόν με Παρθένε, τοῦ ποιεῖν ἐντολὰς τοῦ Υἱοῦ Σου, τὰς σωτηριώδεις, Κυρία Θεοτόκε.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Οὐρανοδρόμον δεῖξον, πᾶσιν Ἰωάννη, πορείαν τοῖς εὐλαβῶς σε γεραίρουσιν, ὡς ὁδοδείκτην μερόπων πρὸς βίον κρείττονα.

Νάματων ζωηῤῥύτων, κρήνην Ἰωάννη, καὶ βρύσιν ἁγιασμοῦ τὴν πολύῤῥυτον, ἄνοιξον πᾶσιν εὐχαῖς σου πρὸς τὸν πανάγαθον.

Χαρίτων Ἰωάννη, οὐρανίων σκεῦος, χαρᾶς ἀλήκτου ψυχὰς πάντως ἔμπλησον, τῶν ἀνυμνούντων σοὺς πόνους στεῤῥᾶς ἀσκήσεως.

Θεοτοκίον.
Μετὰ τοῦ Ἰωάννου, τοῦ λογιωτάτου, καὶ θειοτάτου Ὁσίου Μητρόθεε, ἡμῖν Σὸν Τόκον ἱλέωσαι τὸν Θεάνθρωπον.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Ἰωάννη ὁ ἀφανῶς, ἐν Δομβῷ ἀσκήσας, χαριτώνυμε καὶ ὀφθείς, θεαυγῶν Ὁσίων, ἀγλάϊσμα τὸ νέον, ἐν χρόνοις τοῖς ἐσχάτοις, Πάτερ θειότατε.

Τῆς Θεοῦ σοφίας καὶ ἀρετῆς, ἔμψυχον ταμεῖον, Ἰωάννη καὶ προσευχῆς, μέλαθρον ἀόκνου, ἡμᾶς Θεὸν σοφίσαι, δυσώπει τοὺς ἀσόφους, Πάτερ ἱκέτας σου.

Χαίροις ὑπερόπτα τῶν γεηρῶν, πάντων Ἰωάννη, τῶν ῥεόντων καὶ τῶν φθαρτῶν, χαίροις τῶν ἀΰλων, καὶ τῶν ἐπουρανίων, ὁ ζηλωτὴς Ὁσίων, ἔμπνουν ὑπόδειγμα.

Τῆς Μονῆς τοῦ μάκαρος Σεραφείμ, οἰκιστὴν τὸν θεῖον, Ἰωάννην τὸν θαυμαστόν, Δομβοΐτην μόνον, προσκαρτερεῖν Κυρίῳ, τὸν θέλοντα ἐν βίῳ, ᾄσμασι στέψωμεν.

Σιωπῆς τὸν νέον καθηγητήν, ἡσυχίας μύστην, ὑφηγήτορα προσευχῆς, καὶ τῆς ἀπαθείας, τὸν πρύτανιν εν ὕμνοις, εὐήχοις Ἰωάννην, ἐγκωμιάσωμεν.

Χαίροις ταπεινώσεως ἀηδών, ὥσπερ ἀχθοφόρος, προεστῶτι ὁ συστηθείς, Πάτερ τοῦ σεμνείου, Ὁσίου Μελετίου, τρισμάκαρ Ἰωάννη, ἄρτι φιλόσοφε.

Πάσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Δομβοΐτην Πατέρα τὸν χαριτώνυμον, ὡς ὑπερόπτην ῥεόντων, καὶ ἀκλινῆ ζηλωτήν, τῶν ἀῤῥεύστων Ἰωάννην εὐφημήσωμεν, λόγιον πάντες ἀσκητήν, σιωπῆς τὸν ἐραστήν, καὶ σύνοικον ἡσυχίας, βοῶντες· ἔμπορε χρόνου, σοφὲ Χριστὸν ἡμῖν ἱλέωσαι.

Ἔτερον. Ὅμοιον.
Σεραφεὶμ τοῦ Ὁσίου Πατρὸς ὁμόζηλον, τὸν ἐν ἐσχάτοις τοῖς χρόνοις, ἀδιαλείπτῳ εὐχῇ, σιωπῇ ἐξαγορᾷ τοῦ χρόνου μέλψωμεν, καὶ φυλακῇ αὐτοῦ νοός, Ἰωάννην ἀφανῶς, βιώσαντα ἐκβοῶντες· εὐχῆς καὶ νήψεως κέρας, ἡμῖν εὐμένιζε τὸν Ὕψιστον.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Τὸν ἐν ἀφανείᾳ σιωπῇ, καὶ εὐχῇ ἀόκνῳ τὸν βίον, ἐν τῇ Μονῇ Σεραφείμ, τοῦ σεπτοῦ ἀσκήσαντα, ἐγκωμιάζοντες, Ἰωάννην τὸν Ὅσιον, βοήσωμεν πόθῳ· Πάτερ χαριτώνυμε, Χριστὸν ἱκέτευε, δοῦναι τοῖς πιστῶς σε τιμῶσι, δύναμιν ψυχῆς θριαμβεῦσαι, γένος τῶν βροτῶν ἀεὶ πτερνίζοντα.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.