Παρακλητικός Κανών εις τον Όσιο Ιωάννη τον Καλυβίτη ο δια Χριστόν πτωχός
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας
†Εορτάζεται στις 15 Ιανουαρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ παρόντα Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὴν τῶν Ἀγγέλων πολιτείαν ζηλώσας, ἀπὸ παιδὸς ἀκολουθήσας Κυρίῳ, ὑπερφυῶν χαρίτων κατηξίωσαι· ὅθεν καθικέτευε, πάσης ῥύεσθαι βλάβης, Ἰωάννη ὅσιε, τοὺς πιστῶς σε τιμῶντας, καὶ τὴν παροῦσαν σκέπε σου Μονήν, πάσης ἀνάγκης, καὶ ῥύμης τοῦ ὄφεως.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Χάριν ἐξαίτει ἡμῖν, ὦ Ἰωάννη. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Χριστὸν καθικέτευε ἐκτενῶς, πάτερ Ἰωάννη, ὑπὲρ πάντων τῶν εὐλαβῶς, τῇ σῇ προσιόντων προστασίᾳ, ὡς ἂν ῥυώμεθα πόνων καὶ θλίψεων.
Ἀσκήσεων ἄνθρακι λαμπρυνθείς, ἡμῶν τὰς καρδίας, καταλάμπρυνον μυστικῶς, ταῖς σαῖς φωτοφόροις ἱκεσίαις, καὶ τῶν παθῶν τὴν ἀχλὺν Πάτερ διασκόρπισον.
Ῥυσθεὶς προσπαθείας τῆς γεηρᾶς, ῥυσθῆναι δυσώπει, ἐμπαθείας με ψυχικῆς, καὶ δίδου ἰσχύν μοι Ἰωάννη, κατὰ παθῶν συνθλιβόντων με Ὅσιε.
Θεοτοκίον.
Ἱλέωσαι κόρη τὸν σὸν Υἱόν, καὶ πάντων Δεσπότην, παῤῥησίᾳ σου μητρικῇ, τοῖς πίστει καὶ πόθῳ προσιοῦσι, Θεογεννῆτορ τῇ σῇ ἀγαθότητι.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Νεκρωθεὶς τοῖς ἐν κόσμῳ ἐν τῷ Χριστῷ ἔζησας· ὅθεν καθ’ ἡμῶν τὴν μανίαν, τοῦ παναλάστορος, νέκρωσον Ὅσιε, τῇ ζωτικῇ σου πρεσβείᾳ, καὶ ζωὴν πρὸς κρείττονα, ἡμᾶς ὁδήγησον.
Ἐν τῇ σῇ προστασίᾳ ἡ σῇ Μονῇ γίνεται, πάτερ Ἰωάννη θεόφρον, καὶ πίστει κράζει σοι· πάσης κακώσεως, καὶ προσβολῆς τοῦ βελίαρ, ἀσινῆ με φύλαττε, τῇ ἀντιλήψει σου.
Ξένος κόσμου ἐδείχθης τῷ πρὸς Χριστὸν ἔρωτι· ὅθεν κοσμικῶν φρονημάτων, ξένωσον Ἅγιε, τὰς διανοίας ἡμῶν, καὶ διὰ βίου τελείου, τῷ Χριστῷ οἰκείωσαι, ἡμᾶς δεόμεθα.
Θεοτοκίον.
Ἀπειρόγαμε Κόρη Μῆτερ Θεοῦ ἄχραντε, τὴν καταισχυνθεῖσαν ψυχήν μου, τοῖς πλημμελήμασι, κάθαρον δέομαι, καὶ καθαρᾶς πολιτείας, δεῖξόν με τὸν δοῦλόν σου, ἐργάτην γνήσιον.
Διάσωσον ὦ Ἰωάννη θεόληπτε Καλυβῖτα, τῇ ἐνθέῳ πρὸς τὸν Χριστὸν παρακλήσει σου, πάσης ἀνάγκης τοὺς σπεύδοντας τῇ σῇ σκέπῃ.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Τῇ σῇ πρὸς Θεὸν πρεσβείᾳ καταφεύγοντες, παθῶν χαλεπῶν, τὴν λύτρωσιν λαμβάνομεν, Ἰωάννη ὅσιε, διὰ τοῦτο πόθῳ βοῶμέν σοι· μὴ διαλίπῃς ἀπαύστως φρουρεῖν, ἡμᾶς τῶν βελῶν τοῦ πολεμήτορος.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἰατρεύειν ἑκάστοτε, πάθη ψυχικὰ καὶ νόσους τοῦ σώματος, μὴ ἐλλίπῃς ἡμῶν Ὅσιε, τῶν εἰλικρινῶς μακαριζόντων σε.
Τὴν σὴν ποίμνην διάσωζε, τὴν στηριζομένην τῇ ἀντιλήψει σου, Ἰωάννη παμμακάριστε, πάσης περιστάσεως καὶ θλίψεως.
Ἐκ παγίδων τοῦ ὄφεως, καὶ ἐκ συνοχῆς παθῶν ἀμαυρώσεως, ἀσινεῖς ἡμᾶς διάσωζε, πάτερ Ἰωάννη τῇ σῇ χάριτι.
Θεοτοκίον.
Ἰησοῦν τὸν παντάνακτα, ὃν ὑπερφυῶς Παρθένε ἐκύησας, ὡς Υἱόν σου καθικέτευε, θείας Βασιλείας ἀξιῶσαί με.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἤνυσας καλῶς, Πάτερ δρόμον τῆς ἀσκήσεως· ὅθεν δίδου ἡμῖν δύναμιν ἀεί, διανύειν τὴν ὁδὸν τὴν ἄνω φέρουσαν.
Μέγας ἀρωγός, καὶ προπύργιον καὶ στήριγμα, ἀνεδείχθης τῆς παρούσης σου Μονῆς, Ἰωάννη ἣν ἀπαύστως περιφύλαττε.
Ἴασαι ἡμῶν, τὰς ψυχάς τε καὶ τὰ σώματα, Ἰωάννη Καλυβῖτα θαυμαστέ, καὶ πταισμάτων ἡμῖν αἴτει τὴν συγχώρησιν.
Θεοτοκίον.
Νόμῳ τοῦ Θεοῦ, θεαρέστως πολιτεύεσθαι, Θεοτόκε ἐνδυνάμωσον ἡμᾶς, ὡς ἂν πάσης ἀνομίας λυτρωθείημεν.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὡς ξένος, πρὸ τῶν πυλῶν τῶν γονέων, καὶ ἀγνώριστος βιώσας παμμάκαρ, τὰς οὐρανίους διάνοιξον πύλας, ταῖς πρὸς Θεόν σου πρεσβείαις δεόμεθα, τοῖς τῆς ὁσίας σου ζωῆς, Ἰωάννη τιμῶσι τὰ σκάμματα.
Ἰλύος, φθοροποιῶν παθημάτων, Ἰωάννη Καλυβῖτα θεόφρον, τῶν πρεσβειῶν σου ἀπόπλυνον ῥείθροις, τὰς μολυνθείσας ψυχὰς ἡμῶν Ἅγιε, καὶ μετανοίας πρὸς ὁδόν, τὴν ζωὴν ἡμῶν Πάτερ κυβέρνησον.
Ὡς ἔχων, πρὸς τὸν Χριστὸν παῤῥησίαν, ὃν ἐκ βρέφους ἠκολούθησας Πάτερ, ὑπὲρ τῆς Μάνδρας σου ταύτης δυσώπει, ὡς ἂν ἐνάρετον βίον διάγωμεν, ἐν ὁμονοίᾳ ἀληθεῖ, καὶ σκανδάλων τὴν ῥύμην ἐκφύγωμεν.
Θεοτοκίον.
Ἀγγέλων, ἁγιωτέρα ὑπάρχεις, ἀσυγκρίτως ὡς τεκοῦσα ἀφράστως, τὸν ἐν Ἁγίοις πανάγιον Λόγον, ἀναπαυόμενον Κόρη πανάχραντε· διὸ ἁγίασον κἀμέ, καὶ ψυχῇ καὶ καρδίᾳ καὶ σώματι.
Διάσωσον ὦ Ἰωάννη θεόληπτε Καλυβῖτα, τῇ ἐνθέῳ πρὸς τὸν Χριστὸν παρακλήσει σου, πάσης ἀνάγκης τοὺς σπεύδοντας τῇ σῇ σκέπῃ.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς ἐν καλύβῃ στενώσας τὸ σῶμά σου, πρὸς πλατυσμὸν Παραδείσου ἐσκήνωσας· διό με στενούμενον πάθεσι, πρὸς ἀπαθείας τὸ πλάτος ὁδήγησον, πάτερ Ἰωάννη πρεσβείαις σου.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. 6, 17-22).
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ· ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο, καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς Μαθητὰς αὐτοῦ, ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσι, καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅλην σου τὴν ἔφεσιν, ἀπὸ παιδὸς τῷ Κυρίῳ, Πάτερ ἀναθέμενος, βίον τὸν ἰσάγγελον ἐπεπόθησας· διὸ νῦν Ὅσιε, ἐν φωτὶ ἀύλῳ, σὺν Ἀγγέλοις εὐφραινόμενος, ἀπαύστως πρέσβευε, πάσης ἐκλυτροῦσθαι κακώσεως, καὶ πειρασμῶν καὶ θλίψεων, καὶ ἀῤῥωστημάτων ἑκάστοτε, τοὺς τῇ σῇ Εἰκόνι προσπίπτοντες σοφὲ πανευλαβῶς, ὦ Ἰωάννη μακάριε, καὶ σὲ μακαρίζοντας.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ναὸς ἔμψυχος ὤφθης τοῦ Χριστοῦ ἐν καλύβῃ ἐνδιαιτώμενος· διὸ φωτὸς δοχεῖα, ἀμέμπτῳ πολιτείᾳ, Ἰωάννη ἀνάδειξον, ταῖς ἱκεσίαις ταῖς σαῖς, τοὺς σὲ ὑμνολογοῦντας.
Νόμου θείου μελέτῃ ἀπαθείας τὴν χάριν Πάτερ ἐπλούτησας· διὸ παθῶν κακίας, καὶ πάσης προσπαθείας, γεηρᾶς ἀπολύτωσαι, ὦ Καλυβῖτα σοφέ, τοὺς σὲ ὑμνολογοῦντας.
Ἡ ἁγία Μονή σου ὡς νοσσία προστρέχει Πάτερ τῇ σκέπῃ σου, ἣν πάσης ἐπηρείας, καὶ βλάβης καὶ μανίας, τοῦ πικροῦ πολεμήτορος, ὦ Ἰωάννη ἀεί, ἀπήμαντον συντήρει.
Θεοτοκίον.
Γεγονυῖα Παρθένε τοῦ τῶν ὅλων Δεσπότου θεῖον ἀνάκτορον, ταμεῖον τῆς αὐτοῦ με, ἀύλου ἐνεργείας, Θεοτόκε ἀνάδειξον, διὰ ζωῆς καθαρᾶς, καὶ βίου ἐναρέτου.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἐκ τῶν σκανδάλων, τοῦ πονηροῦ Ἰωάννη, διαφύλαττε ἡμᾶς ἀπεριτρέπτους, τῇ σῇ ἀοράτῳ, ἐπιστασίᾳ Πάτερ.
Ῥάβδῳ ἀύλῳ, τῆς προστασίας σου Πάτερ, τὴν παροῦσάν σου ποίμνην ἀεὶ ὁδήγει, πρὸς τῆς ἀπαθείας, ἀειθαλεῖς λειμῶνας.
Ἄλυπον βίον, δίδου ἡμῖν Ἰωάννη, καὶ ἀπάλλαξον κακίστης ῥαθυμίας, τοὺς πρὸς τὸν Σωτῆρα, μεσίτην σε πλουτοῦντας.
Θεοτοκίον.
Στήριξον Κόρη, τὴν κλονουμένην ψυχήν μου, ταῖς τοῦ ὄφεως ἀπαύστοις ἀντιπνοίαις, ἀῤῥαγεῖ ἐν πέτρᾳ, τῶν θείων προσταγμάτων.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰάτρευσον τὸ ἄλγος, Πάτερ τῆς ψυχῆς μου, καὶ τοῦ νοός μου τὸ σκότος ἀπέλασον, ταῖς φωτοφόροις πρεσβείαις σου πρὸς τὸν Κύριον.
Μονήν σου τὴν ἁγίαν, σκέπε Ἰωάννη, ἐκ πειρασμῶν καὶ δεινῶν περιστάσεων, καὶ δίδου ταύτῃ ἀπαύστως τὴν εὐλογίαν σου.
Ὁσίως βιοτεύσας, πάτερ Ἰωάννη, ἐν ὁσιότητι πάσῃ ἐνίσχυσον, ἡμᾶς ἀνύειν τὸν βίον ἵνα ὑμνῶμέν σε.
Θεοτοκίον.
Ὑπέρτερον τὸν νοῦν μου, λογισμῶν ἀτόπων, δεῖξον Παρθένε καὶ τοῦτον ἀνύψωσον, πρὸς οὐρανίους ἐννοίας ἵνα δοξάσω σε.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ἔρωτι τῷ θείῳ ἀπὸ παιδὸς τρωθεὶς Ἰωάννη, ἠκολούθησας τῷ Χριστῷ, καὶ δραμὼν σπουδαίως, Μονῇ τῶν Ἀκοιμήτων, ἰσάγγελος ἐδείχθης, τῇ πολιτείᾳ σου.
Τοῦ ἐχθροῦ πατήσας τὰς μηχανάς, πρὸ πυλῶν γονέων, ἐν καλύβῃ τῇ πενιχρᾷ, ὡς πτωχὸς καὶ ξένος διήνυσας τὸν βίον καὶ δόξης Ἰωάννη, ἀφράστου ἔτυχες.
Θάμβει συνεσχέθη μήτηρ ἡ σῇ, ὅτε ταύτῃ Πάτερ ἐν τῷ τέλει τῆς σῆς ζωῆς, ἐμφανῶς ἐγνώσθης καὶ δάκρυσι καὶ ὕμνοις, ἤνεσεν Ἰωάννη, τὴν πολιτείαν σου.
Χαίροις ἐγκρατείας στήλη λαμπρά, καὶ τῆς ἀπαθείας, Ἰωάννη ἔμπνους λειμών· χαίροις Καλυβῖτα ὁ ξένῃ πολιτείᾳ, αἰσχύνας τοῦ βελίαρ, τὰ μηχανήματα.
Χαίροις τῆς Μονῆς σου ταύτης φρουρὸς καὶ θεῖος προστάτης, καὶ μεσίτης πρὸς τὸν Χριστόν, ἣν φρούρει καὶ σκέπε ἐκ πάσης δυσχερείας, παμμάκαρ Ἰωάννη, τῇ ἀντιλήψει σου.
Δίδου Καλυβῖτα ὡς συμπαθής, ταύτῃ σου τῇ ποίμνῃ, πᾶσαν δόσιν ἀπὸ Θεοῦ, ὡς ἂν ἐναρέτως ἀνύσωμεν τὸν βίον καὶ δόξης οὐρανίου, ἀξιωθείημεν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Κλῆσιν, τὴν φερώνυμον πλουτῶν, πάτερ Ἰωάννη θεόφρον, ἀξιοθαύμαστε, χάριν ἡμῖν ἄνωθεν δίδου σωτήριον, καὶ παθῶν ἀπολύτρωσιν καὶ πάσης ἀνάγκης, ἀσινῆ διάσωζε ταύτην τὴν Μάνδραν σου, πίστει, πρὸς τὴν σὴν προστασίαν, ὅλῃ ἀφορῶσαν καρδίᾳ, καὶ σεμνυνομένην τῇ πρεσβείᾳ σου.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.