Παρακλητικός Κανών εις τον Όσιον και Θεοφόρον Πατέρα ημών Ιωάννην τον Κουκουζέλην
Ποίημα Πρωτοπρεσβυτέρου τοῦ Οἰκουμενικοῦ Θρόνου Δρος Θ. Στυλιανοῦ Μακρῆ
†Εορτάζεται στις 1 Οκτωβρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ παρόντα τροπάρια·
Ἧχος δ΄. Ὁ Ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν τοῦ Κυρίου ὑμνητὴν Ἰωάννην τὸν Κουκουζέλην, γεραρῶμεν ἐν πόθῳ, οὗτος γὰρ μέγας Ὅσιος ἐφάνη Αὑτοῦ, τοῖς ἐν Ἄθω ὡς ὁμότροπος, μονασταῖς ἐν παλαίσμασιν, καὶ Ἀγγέλων τάξεσιν, κατὰ τὴν ὑμνωδίαν, ἁμιλλητὴρ σαφῶς ὡς ἀηδών, τοῦ ἀθλοθέτου, Χριστοῦ ὁ μακάριος.
Δόξα.
Ἦχος γ΄ . Θείας πίστεως.
Ὡς μυρίπνοον μετεφυτεύθης εἰς Παράδεισον, ἄνθος θεόφρον, ἐκ τοῦ Ἄθω, Ἰωάννη μακάριε, τὴν εὐωδίαν ἐκπέμπον τοῦ Πνεύματος, τοῖς ἀνυμνοῦσί σε πόθῳ καὶ κράζουσι· πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ψάλλομεν τὸν παρόντα κανόνα, οὗ ἡ ἀκροστιχίς·
ΤΟΥΣ ΔΟΞΑΖΟΝΤΑΣ ΣΕ ΑΝΤΙΔΟΞΑΣΟΝ ΚΥΡΙΕ. Σ(τυλιανοῦ)
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Τὸν μέγαν ἐν Ἄθω συναθλητήν, Ὁσίοις πατρᾶσιν, Ἰωάννην τὸν θαυμαστόν, δεῦτε μακαρίσωμεν πρεσβείαν, ὑπὲρ ἡμῶν τὴν ἐκείνου αἰτούμενοι.
Ὁ ὕμνοις εὐφράνας ὦτα Χριστοῦ, τούτοις μὴ ἐλλίπῃς, τὰς δεήσεις ἐπιμειγνύς, τὰς ὑπὲρ ἡμῶν τῶν ἱκετῶν σου, καὶ ὑμνητῶν Ἰωάννη μακάριε.
Ὑμνήτωρ Κυρίου καὶ τῆς Μητρός, Αὑτοῦ τῆς Παρθένου, καὶ Ἁγίων Πάντων φανείς, πάτερ Ἰωάννη δίδαξόν με, πῶς δεῖ με ψάλλειν Χριστῷ τῷ Δεσπότῃ μου.
Θεοτοκίον.
Σωσίβροτος πέλουσα κιβωτός, ῥῦσαί με παθῶν μου, τῶν καθάπερ κατακλυσμός, καταποντιζόντων με Παρθένε, εἰς ἁμαρτίας ἀπέλπιδα ἄβυσσον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Δαπανήσας ἀσώτως, εἰς ἡδονὰς Ἅγιε, τὴν ἐμοὶ δοθεῖσαν πατρῷαν, ἀγάπην κράζω σοι· εἰς ἑαυτὸν τοῦ ἐλθεῖν, καὶ ἐπιστρέψαι εἰς οἶκον, τοῦ Θεοῦ βοήθησον, τῷ ὑμνολόγῳ σου.
Ὁ φυγὼν βασιλέως, ψυχοβλαβῆ ἔπαινον, καὶ καταφυγὼν ἐν τῷ Ἄθω, βόσκειν ἐρίφια, πρέσβευε πάτερ Χριστῷ, μὴ εἰς μερίδα ἐρίφων, ἀλλ’ ἐν δεξιᾷ Αὑτοῦ, συναριθμῆσαί με.
Ξενωθεὶς τῶν ῥεόντων καὶ χθαμαλῶν Ὅσιε, πάτερ τὸν Χριστὸν ᾠκειώθης, καὶ τὸν Παράδεισον, ᾤκησας οὕτως σεμνέ, οὗπερ τυχεῖν Ἰωάννη, διὰ τῆς πρεσβείας σου, κἀμὲ ἀξίωσον.
Θεοτοκίον.
Ἀλλαξάμενος βρῶσιν, τὴν ἀληθῆ Δέσποινα, ἀντὶ ἡδονῆς πινακίου, λιμῷ ἀπόλλυμαι, διὸ ψιχίοις ἐκ σοῦ, πίπτουσι θείου ἐλέους, σπεύδω ὡς κυνάριον, τοῦ χορτασθῆναί με.
Διάσωσον, ἐκ πειρασμῶν τοὺς ἱκέτας σου Ἰωάννη Κουκουζέλη, ταῖς πρὸς Θεὸν λιταῖς σου ἰώμενος, ψυχῶν ἀῤῥωστίας τε καὶ σωμάτων.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Ἐν Ἄθω καλῶς, ἀθλήσας ταπεινώσει σου, καθεῖλες ὀφρύν, τὴν ἐπηρμένην δαίμονος, καὶ ὡς νίκης ἔπαθλον, ἀφθαρσίας ἔλαβες στέφανον, παρὰ ἀνάκτων Ἄνακτος Χριστοῦ, σεμνὲ Ἰωάννη ἀξιάγαστε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ζωπυρῆσαι μετάνοιαν, ζωηρῷ σπινθῆρι τοῦ θείου ἔρωτος, συνδραμὼν πάτερ βοήθει μοι, ἵνα καύσω πάθη τὰ φλογόεντα.
Ὁρμισθῆναι εἰς εὔδιον, οἰκτιρμῶν λιμένα τοῦ Ζωοδότου μου, καθοδήγησόν με Ἅγιε, οἰακοστροφίᾳ τῆς καρδίας μου.
Νηχομένους ἐν θλίψεσι, τοὺς ἐν τῷ πελάγει τῆς ἀπογνώσεως, τοῦ πνιγῆναι κινδυνεύοντας, Ἰωάννη σῷζε ταῖς πρεσβείαις σου.
Θεοτοκίον.
Τὸν ταφρεύοντα βάραθρον, ἀπωλείας κόσμῳ ἀντικωλύσασα, τῆς ἀνθρώπων ἐπιμέλησαι, σωτηρίας πάντων Ἀειπάρθενε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἄρδευσον ἐμήν, τὴν καρδίαν ὥσπερ ἄρουραν, καθάρσεώς μου δάκρυσιν ἀγαθέ, πρὸς ἀρετῶν εὐκαρπίαν καὶ δρέψιν Ἅγιε.
Σέλατος Χριστοῦ, ἀνεσπέρου τὰς ἀκτίνας μοι, διὰ πρεσβείας ἔλλαμψον ὡς ἀστήρ, ἐν οὐρανίῳ θεότιμε στερεώματι.
Σκέδασον ἐμοῦ, τοὺς ἀκαίρους καὶ ἀτάκτους τε, καὶ ἀκαθάρτους Ἅγιε λογισμούς, τοὺς τὴν καρδίαν μου πάτερ καταμολύνοντας.
Θεοτοκίον.
Ἔρεβος Ἁγνή, φιληδόνου ἁμαρτίας μου, κατακαλύπτον Πάναγνε τὴν ψυχήν, τοῦ σὲ ἱκέτου διάλυσον Ἀειπάρθενε.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἀκέσιμον, ἰοβόλου δήγματος, τοῦ ἐχθραίνοντός με ὄφεως Πάτερ, ὡς ἰατρὸς ἐν πρεσβείαις θεράπων, παρασκευάσας μακάριε φάρμακον, εἰς ῥῶσιν δός μοι τοῦ πιεῖν, καὶ ὑγιείαν ψυχῆς τε καὶ σώματος.
Νεμέσεως, καὶ δικαίας κρίσεως, ἐπ’ ἐμὲ καὶ καταδίκης βεβαίας, ἔρχεται ὥρα διὸ καὶ νῦν σπεύδω, τῆς συνηγόρου σου ὑπερασπίσεως, τυχεῖν ἐν βήματι κριτοῦ, ἀδεκάστου θεόφρον αἰτήσασθαι.
Τῷ Πνεύματι, δίδαξόν με πάντιμε, πῶς στοιχῆσαι τῷ Ἁγίῳ ὡς μέγας, ὑφηγητὴς Ἰωάννη καὶ ἵστωρ, τῆς θεωρίας καὶ πράξεως ἄριστος, περὶ τὰ θεῖά τε σοφός, καὶ διδάσκαλος ὄντως πολύπειρος.
Θεοτοκίον.
Ἰάτρευσον, τὸ νοσοῦν σαρκίον μου, καὶ ψυχήν μου ἀσθενοῦσαν Παρθένε, μετασκευάζουσα τὴν ἀῤῥωστίαν, εἰς εὐῤῥωστίαν Σεμνὴ καὶ ἐγείρουσα, ἀπὸ κακώσεως στρωμνῆς, τὸν ἐκ σοῦ τὴν ὑγιείαν προσμένοντα.
Διάσωσον, ἐκ πειρασμῶν τοὺς ἱκέτας σου Ἰωάννη Κουκουζέλη, ταῖς πρὸς Θεὸν λιταῖς σου ἰώμενος, ψυχῶν ἀῤῥωστίας τε καὶ σωμάτων.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τὴν τοῦ Πατρὸς ἐνυπόστατον δύναμιν, Πατροφαῆ Θεὸν Λόγον καὶ ἔνσαρκον, Σοφίαν Χριστὸν ὁσιώτατε, ὡς ἀηδὼν γλυκυτάτῃ σου ἅγιε, φωνῇ Ἰωάννη ἐξύμνησας.
Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου καὶ τὸ Προκείμενον·
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. στ΄ 17-22)
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ· ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο, καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς Μαθητὰς αὐτοῦ, ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσι, καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅτε εἰς τὴν χεῖρά σου, παρὰ Μητρὸς τῆς Παρθένου, ἔλαβες τὸ νόμισμα, τὸ χρυσοῦν οὐκ ἔκρυψας, εἰς γῆν ἔνδοξε, ἀλλ’ εὐθὺς ἔσπευσας, πολυπλασιάσαι, τοῦτο πάτερ καὶ ἀπέδωκας, αὖθις ὡς φρόνιμος, δοῦλος κἀγαθὸς τῷ Δεσπότῃ σου, διὸ καὶ σὲ κατέστησεν, οὗτος ἐπιστάτην βαθύπλουτον, μάκαρ Ἰωάννη, ἐπὶ πολλῶν χαρίτων καὶ Αὑτοῦ, τῆς Βασιλείας αἰώνιον, κληρονόμον Ὅσιε.
Σῶσον, ὁ Θεός, τὸν λαόν σου…
ᾨδὴ ζ ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Δεδοικὼς μὴ τὸν Κτίστην, τοῦ παντὸς παροργίσω καὶ ἀπολέσω ψυχήν, διὰ τὰ πταίσματά μου, προστρέχω Ἰωάννη, ἐπὶ σοὶ ἐκδεχόμενος, διὰ πρεσβείας τῆς σῆς, ἐμὴν τὴν σωτηρίαν.
Οἰκτιρμῶν καὶ ἐλέους, τοὺς κρουνοὺς ἄνοιξόν μοι τοῦ Ἰησοῦ λιπαρῶν, ὡς ἄν με κατακλύσῃ, καθάρσεως ὁ θεῖος, ὑετὸς καὶ ἀφέσεως, ἀμπλακημάτων πολλῶν, θεόφρον Ἰωάννη.
Ξηραλοίφει με πάτερ, προσπαλαῖσαι ἀσάρκοις ἐπιθυμοῦντα ἐχθροῖς, καὶ ἐν τῷ παγκρατίῳ, τοῦ πνεύματος ἐκείνων, κρατιστεύσαντα δεῖξόν με, ὡς παιδοτρίβης πιστῶν, ἀοίδιμε ὑπάρχων.
Θεοτοκίον.
Ἀκροθίνιον πάντων τῶν Ἁγίων ὑπάρχεις, τὰ δευτερεῖα Ἁγνή, κατέχουσα Τριάδος, βροτῶν τε τα πρωτεῖα, ὡς τεκοῦσα τὸν Κύριον, ᾦ ἐλεῆσαι ἡμᾶς, πρεσβεύουσα μὴ παύσῃ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Σβέσον τὴν φλόγα, καθικετεύω σε Πάτερ, φιληδόνων παθῶν μου ὀμβρίῳ, ὕδατι θαυμάτων, τῶν σῶν καὶ χάριτός σου.
Ὁ ὡραΐσας δι’ ἀρετῶν τὴν ψυχήν σου τὴν δυσείμονα, Πάτερ μορφήν μου, πρέσβευε Κυρίῳ, πταισμάτων ἀπεκδῦσαι.
Νουθέτησόν με, ὑποδεικνύς Ἰωάννη Κουκουζέλη, ὁδὸν μετανοίας καὶ εὐθεῖαν τρίβον τῆς νήψεως θεόφρον.
Θεοτοκίον.
Καθεύδοντά με, ἔγειρον Μῆτερ ἐξ ὕπνου ἁμαρτίας, πρὸς δοξολογίαν τοῦ ἐκ σοῦ τεχθέντος, παρθένε Θεοτόκε.
ᾨδὴ θ ΄. Κυρίως Θεοτόκον.
Ὑπὲρ τῶν σὲ ὑμνούντων, πάτερ Ἰωάννη, καθικετεύων ἀεὶ μὴ ἐλλίπῃς Χριστόν, τὸν παρεχόμενον κόσμῳ τὸ μέγα ἔλεος.
Ῥυπαίνων καθ’ ἑκάστην, Ὅσιε, ἡμέραν, ἐν ἁμαρτίαις ποικίλαις στολὴν τῆς ψυχῆς, ἐκδυσωπῶ σε πρεσβεύειν Χριστῷ καθᾶραί με.
Ἰστάμενος τρισμάκαρ, θύραζε καὶ κρούων, ὥσπερ ἐπαίτης σοὶ κράζω ἐμοὶ τῷ πτωχῷ, θύραν ἐλεημοσύνης εὐθέως ἄνοιξον.
Δόξα.
Τριαδικόν.
Ἐνοίκησόν μοι Πάτερ, Ἄναρχε Θεέ μου, σὺν Πνεύματί Σου Ἁγίῳ καὶ Λόγῳ Υἱῷ, κατὰ τὴν ἄκτιστον χάριν οὐ καθ’ ὑπόστασιν.
Καὶ νῦν.
Θεοτοκίον.
Σωτῆρα ἡ τεκοῦσα, σῶσόν με Παρθένε, ἐπικρατοῦντα δεικνῦσά με φαύλων παθῶν, ὅτι εἰς σὲ ἀνεθέμην πᾶσαν ἐλπίδα μου.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαῖροις μελῳδίας ὁ λειτουργός, χαίροις Ἰωάννη Κουκουζέλη, ὁ τὸν Χριστόν, τέρπων καὶ δοξάζων, σὺν ταῖς ἐπουρανίαις, χορείαις ἀσωμάτων, αἷς συνημμίλησαι.
Χαίροις ὑμνογράφων ὀ βοηθός, μελουργῶν τὸ κλέος, χαίροις ᾆσμα τριαδικόν, χαίροις προσῳδία, Πατρὸς ἐπουρανίου, χαίροις ὁ αἶνος Λόγου, καὶ Θείου Πνεύματος.
Χαίροις Ἄθω σέβας καὶ μοναστῶν, ἰθυντὴρ καὶ πρέσβυς, ἐν Κυρίῳ τῶν νηπτικῶς, Ὅσιε ἀθλούντων, χαίροις ὁ ἀντιλήπτωρ, θεόφρον Ἰωάννη, τῶν ὑμνητόρων σου.
Μέλεσιν ἐνθέοις καὶ λογικοῖς, τὸν ἀδιαιρέτως, μελιζόμενον τοῖς πιστοῖς, πάτερ Θεὸν Λόγον, ἐξύμνησας δοξάζων, ὑφ’ Οὗ ἀντεδοξάσθης, ἐνδόξως ἅγιε.
Νήψει καὶ νηστείᾳ καὶ προσευχῇ, τῷ ἁγιωνύμῳ, ὄρει δέδωκας ἐπὶ σοί, Ὅσιε καυχᾶσθαι, καὶ τὴν θεοπρεπῆ σου, κηρύττειν πολιτείαν, ἐν κόσμῳ πάντοτε.
Φύλαττε καὶ σκέπε τὸ ἱερόν, παρεκκλήσιόν σου, Ἰωάννη σὺν τῷ σεπτῷ, Ναῷ τοῦ ἁγίου, καὶ θείου Ἀλεξάνδρου, ἐν τῇ Ἀλεξανδρείᾳ, πόλει ἀοίδιμε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ παρὸν Ἀπολυτίκιον. Ἦχος γ΄ . Θείας πίστεως.
Ὡς μυρίπνοον μετεφυτεύθης εἰς Παράδεισον, ἄνθος θεόφρον, ἐκ τοῦ Ἄθω, Ἰωάννη μακάριε, τὴν εὐωδίαν ἐκπέμπον τοῦ Πνεύματος, τοῖς ἀνυμνοῦσί σε πόθῳ καὶ κράζουσι· Πάτερ ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Εἶτα ἐκτενὴς καὶ ἐν τῇ ἀπολύσει τὸ παρόν·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάσας τῆς σαρκὸς τὰς ἡδονάς, καὶ τὴν ματαιότητα κόσμου ὡς ἀπωσάμενος, πάτερ ἀξιάγαστε ψυχὴν ἀνέωσας, καὶ δυσί σου ταῖς πτέρυγξιν, ἐπέπτω ἀδείμως, πρὸς τὰ ἐπουράνια, ὡς ἄλλος ἄγγελος, ὄντως τοῦ Θεοῦ ὃν μὴ παύσῃ, θεῖε Κουκουζέλη πρεσβεύειν, ὑπὲρ τῶν ὑμνούντων σε ἑκάστοτε.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Ἀσμένως τῷ ὑμνήσαντι σὲ πάτερ Ἰωάννη
χρυσοῦν ἀντίδος τάλαντον τὸ τῆς ὑμνογραφίας.