Δύο Παρακλητικοί Κανόνες εις τον Όσιο Ιωάννη τον Ρώσσο τον Θαυματουργό

  1. Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου

  2. Ποίημα Δανιήλ Μοναχού – Και mp3

Παρακλητικός Κανών εις τον Όσιο Πατέρα ημών Ιωάννη τον Ρώσσο τον Θαυματουργό

Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

†Εορτάζεται στις 27 Μαίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς δεδεγμένος τῶν θαυμάτων τὴν χάριν, θαυματουργεῖς τοῖς εὐλαβῶς προσιοῦσι, τῇ ἱερᾷ πρεσβείᾳ σου ἑκάστοτε· ὅθεν τοὺς προστρέχοντας, τῷ σεπτῷ σου λειψάνῳ, ῥῦσαι πάσης θλίψεως, καὶ παθῶν καὶ κινδύνων, καὶ τῶν πταισμάτων αἴτει ἱλασμόν, ὦ Ἰωάννη, τοῖς σε μακαρίζουσι.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ κανὼν οὗ ἡ ἀκροστιχίς·
Χάριν νέμοις ἡμῖν Ἰωάννη. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Χαρίτων δοχεῖον τῶν θεϊκῶν, Πάτερ δεδειγμένος, χάριν αἴτει καὶ ἱλασμόν, ἡμῖν Ἰωάννη καὶ εἰρήνην, τοῖς εὐλαβῶς προσιοῦσι τῇ σκέπη σου.

Ἀπαύστως παρέχων τὰς δωρεάς, ὡς δεδοξασμένος, Ἰωάννη παρὰ Θεοῦ, σωμάτων θεράπευσον τοὺς πόνους, καὶ χαρμονῆς τὰς ψυχὰς ἡμῶν πλήρωσον.

Ῥυσθῆναι κινδύνων ὀδυνηρῶν, καὶ πάσης κακίας, καὶ στενώσεως χαλεπῆς, Χριστὸν ἐκδυσώπει Ἰωάννη, τοῦς τῷ σεπτῷ λειψάνῳ προσπίπτοντας.

Θεοτοκίον.
Ἰσχὺν οὐρανόθεν δίδου ἡμῖν, πατεῖν τοῦ δολίου, Θεοτόκε τὰς μηχανάς, καὶ βίον ἐνάρετον ἀνύειν, ὡς ἂν ζωῆς αἰωνίου μετάσχωμεν.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Νέον ἄστρον ἐφάνης, τῆς ἀληθοῦς πίστεως, ὅθεν τῷ φωτὶ Ἰωάννη, τῶν σῶν δεήσεων, σκότος ἀπέλασον, ἐπηρειῶν ὁλεθρίων, καὶ ὑγιείαν βράβευε, τοῖς σὲ γεραίρουσι.

Νοσημάτων παντοίων, καὶ συμφορῶν  Ἅγιε, καὶ τῶν ἐν τῷ βίῳ σκανδάλων, ἀτρώτους φύλαττε, τοὺς κεκτημένους σε, πρὸς τὸν Θεὸν μέγαν πρέσβυν, Ἰωάννη Ὅσιε, καὶ ἀντιλήπτορα.

Ἐξεχύθη πλουσίως, παρὰ Θεοῦ Ὅσιε, χάρις τῷ ἁγίῳ σου σκήνει· ὅθεν τοῖς χρήζουσι, βρύει ἑκάστοτε, τοὺς ποταμοὺς τῶν θαυμάτων, πᾶσαν κατακλύζοτας, δαιμόνων κάκωσιν.

Θεοτοκίον.
Μηδαμῶς Κόρη φλέξας, τὴν σὴν νηδὺν Ἂχραντε, ὅλος πῦρ ὑπάρχων ὁ Λόγος, ἐκ σοῦ σεσάρκωται· ὅθεν κατάφλεξον, τὴν ἐν ἐμοὶ ἁμαρτίαν, νοουμένοις ἄνθραξι, τῆς σῆς χρηστότητος

Διάσωσον, ταῖς πρὸς Θεὸν ἱκεσίαις σου Ἰωάννη, πάσης βλάβης καὶ χαλεπῶν περιστάσεων, τοὺς τῇ θερμῇ σου προστρέχοντας προστασία.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος δ΄. Πρεσβεία θερμή.
Πρεσβείαν τὴν σήν, ὡς τεῖχος ἀπροσμάχητον, πλουτοῦντες ἀεὶ ῥαδίως ἐκτρεπόμεθα, τὰς καθ᾽ ἡμῶν τοῦ δράκοντος, προσβολὰς Ἰωάννη μακάριε, καὶ γαλήνης πληρούμενοι πολλῆς, τὴν σὴν πρὸς ἡμᾶς χάριν κηρύττομεν.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ὀδυνῶν καὶ κακώσεων, τοὺς τῷ σῷ λειψάνῳ Πάτερ προστρέχοντα, τῇ σῇ χάριτι ἀπάλλαξον, ὡς Θεοῦ θεράπων γνησιώτατος.

Ἰατρεῖον ἀδάπανον, ἡ σορός ὁρᾶται ἢ τοῦ λειψάνου σου· πᾶσαν νόσον θεραπεύει γάρ, καὶ παρέχει πᾶσι τὰ αἰτήματα.

Συμπαθῶς ἴδε Ἅγιε, τοὺς πιστῶς προσπίπτοντας τῷ λειψάνῳ σου, καὶ τὴν σὴν θερμὴν βοήθειαν, Ἰωάννη δίδου τοῖς αἰτοῦσί σε.

Θεοτοκίον.
Η ἀφράστως κυήσασα, τὸν Δημιουργὸν ἁπάσης τῆς κτίσεως, Θεοτόκε  ἀειπάρθενε, πάσης ἡμᾶς ῥῦσαι περιστάσεως.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Μέγας ἀρωγός, ἐκ Θεοῦ ἡμῖν δεδώρησαι· διὰ τοῦτο ἐν καιρῷ τῶν πειρασμῶν, Ἰωάννη τῇ πρεσβείᾳ σου προσφεύγομεν.

Ἰασαι ἡμῶν, ἀλγηδόνας τὰς τοῦ σώματος, Ἰωάννη καὶ τὰς νόσους τῶν ψυχῶν, ἐνεργείᾳ τῆς ἐν σοὶ οἰκούσης χάριτος.

Νέκρωσον ἐχθροῦ, τὰ βουλεύματα μακάριε, καὶ μανίαν καθ᾽ ἡμῶν τὴν χαλεπήν, ἐν εἰρήνῃ διεξάγων τὴν ζωὴν ἡμῶν.

Θεοτοκίον.
Ἲνα σου Ἀγνή, τὴν λαμπρὰν μεγαλοπρέπειαν, ἐν ἡμέρᾳ μεγαλύνω καὶ νυκτὶ τῶν ὑπούλων τοῦ ἐχθροῦ παγίδων ῥῦσαί με.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ὡς εἲδον, στῦλον φωτὸς οὐρανόθεν, οἱ πιστοὶ ἐν τῷ ἁγίῳ σου τάφῳ, ἐν εὐλαβείᾳ τὸ θεῖον σου σκῆνος, ἡγιασμένον σοφὲ ἀνεκόμισαν, ἐξ οὖ ἀεὶ ἁγιασμοῦ, δωρεὰς καὶ ἰάσεις καρπούμεθα.

Ἀγγέλων, συνὼν τοῖς δήμοις παμμάκαρ, πανταχοῦ τοὺς σὲ καλοῦντας προφθάνεις, καὶ βοηθείας ὀρέγεις τὴν χεῖρα, τοῖς ἐν κινδύνοις τελοῦσι καὶ θλίψεσι· διὸ σε πάντες οἱ πιστοί, ὡς προστάτην θερμὸν μακαρίζομεν.

Ναόν σου, τὸν ἱερὸν Ἰωάννη, ὡς ἀχείμαστον πλουτοῦντες λιμένα, ἐν τρικυμίαις καὶ ζάλαις τοῦ βίου, τούτῳ πιστῶς καταφεύγοντες Ὅσιε, ἐπισκοπῇ σου θαυμαστῇ, ποθουμένης γαλήνης πληρούμεθα.

Θεοτοκίον.
Ναμάτων, ζωοπαρόχων Παρθένε, ἀνεδείχθης ἀνεξάντλητος κρήνη, τετοκυῖα τὸν πάντων Δεσπότην· διὸ μοι βλῦσον ἐλέους καὶ χάριτος, ὕδωρ τὸ θεῖον μυστικῶς, ἵνα σβέσω παθῶν μου τὴν κάμινον.

Διάσωσον, ταῖς πρὸς Θεὸν ἱκεσίαις σου Ἰωάννη, πάσης βλάβης καὶ χαλεπῶν περιστάσεων, τοὺς τῇ θερμῇ σου προστρέχοντας προστασίᾳ.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τῆν χαριτώνυμον κλῆσίν σου Ὅσιε, ἐπισφραγίζων τοῖς θείοις σου θαύμασι, χαρίτων τῶν θείων ἐνέργειαν, προσεφαπλοῖς τοῖς πιστῶς προσιοῦσι σοι· διὸ Ἰωάννη τιμῶμεν σε.

Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὀσίου αὐτοῦ.
Στίχος. Μακάριος ἀνὴρ ὃ φοβούμενος τὸν Κύριον…

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον
(Κέφ. ια΄. 27 – 30).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

Δόξα.
Ταῖς τοῦ σοῦ Ὅσίου πρεσβείαις, Ελεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ελεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Καὶ τὸ προσόμοιον.
Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.
Χάριν τὴν τοῦ Πνεύματος, τῇ καθαρᾷ πολιτείᾳ, κεκτημένος Ὅσιε, βοηθεῖς ἑκάστοτε τοῖς αἰτοῦσί σε, καὶ παθῶν κύματα, τῇ σῇ ἀντιλήψει, κατευνάζεις καὶ ἐν Πνεύματι, ψυχῆς καὶ σώματα, παύεις χαλεπὰ ἀῤῥωστῆματα· διὸ θερμῶς βοῶμεν σοι σκέπε Ἰωάννη καὶ φύλτατε, πάσης ἐπηρείας καὶ λύπης τε καὶ ζάλης ἀσινεῖς, τοῦ πονηροῦ κοσμοκράτορος, τοὺς σε μακαρίζοντας.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Η ἁγία σορός σου, ὡς ἁγίασμα θεῖον Ἁγίου Πνεύματος, ἀπαύστως ἁγιάζει, τοὺς πίστει προσιόντας, Ἰωάννη καὶ ψάλλοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Γνόντες Πάτερ τὴν χάριν, ἣν θεόθεν ἐκτήσω οἱ πόνοις στένοντες, προσπίπτουσιν ἐν πίστει, τῇ θείᾳ ἀρωγῇ σου, καὶ ταχέως λαμβάνουσιν, ἀπαλλαγὴν τῶν δεινῶν, θεόφρον Ἰωάννη.

Ἐξεπλάγησαν σφόδρα, οἱ πικρῶς ἐπελθόντες τῷ θείῳ σκήνει σου, ὡς ζῶν γὰρ τούτοις ὥφθης καὶ νῦν τῇ ζωτικῇ σου, ἀντιλήψει θανάτωσον, τὴν καθ᾽ ἡμῶν τοῦ ἐχθροῦ, μανίαν Ἰωάννη.

Θεοτοκίον.
Ῥάβδος ὥφθης Παρθένε, ὡς φησὶν Ἡσαΐας θεοβλαστούργητος· καὶ νῦν τῆς ἀοράτου, ῥοπῆς σου θείᾳ ῥάβδῳ, τοῦ βελίαρ κατάβαλε, τὰς καθ᾽ ἡμῶν μηχανάς, Ἁγνή Θεοκυῆτορ.

ᾨδὴ ζ΄. Τὀν Βασιλέα.
Ἀπὸ ποικίλων, ἀσθενειῶν Ἰωάννη, ἡμᾶς φύλαττε ἀτρώτους δυσωποῦμεν, ὡς ἡμῶν προστάτης, καὶ μέγας ἀντιλήπτωρ.

Σορός σου Πάτερ, ἡ ἱερὰ ἰατρεῖον, πᾶσι πρόκειται τοῖς πίστει προσιοῦσι· πᾶσι γὰρ παρέχει, ἰάσεις Ἰωάννη.

Ἴδε θεόφρον, τοὺς εὐλαβῶς προσιόντας, τῷ λειψάνῳ σου καὶ δίδου τούτοις Πάτερ, περὶ ῶν αἰτοῦνται, ὡς μιμητὴς Κυρίου.

Θεοτοκίον.
Μήτερ Κυρίου, καὶ ἀειπάρθενε κόρη, τὴν ταλαίπωρον θεράπευσον ψυχήν μου, τὴν ἀεὶ νοσοῦσαν, παθῶν ἐπικρατείᾳ.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ο μέγας Προκοπέων, ῥύστης καὶ προστάτης, καὶ τῆς Εὐβοίας ἁπάσης ἀγλάισμα, ῥύου ἡμᾶς ἐκ πάσης θλίψεως.

Ὑψόθεν βλέψον Πάτερ, ἐπὶ τοὺς ἐν πίστει, τῷ ἱερῷ σου λειψάνῳ προστρέχοντας, καὶ τὰ αἰτήματα τούτων πλήρου ἑκάστοτε.

Ὑμνοῦντές σου τὴν χάριν, πάτερ Ἰωάννη, τὴν σὴν ἀπαύστως αἰτοῦμεν ἀντίληψιν, ἣν ἀεὶ δίδου τοῖς πόθῳ, σε μακαρίζουσι.

Θεοτοκίον.
Ὑψώσασα τὸν νοῦν μου, ἐκ τῶν χαμαιζήλων, πτέρωσον τοῦτον ἀγάπη τῇ κρείττονι, ἵνα ὑμνῶ σε ἀπαύστως, ῶ Κοσμοσώτειρα.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν˙ τὴν ὄντως Θεοτόκον Σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Λύχνος εὐσεβείας νεοφανής, ἐκ Καππαδοκίας, ἀνεδείχθης ὡς ἀληθῶς, πάτερ Ἰωάννη, καὶ πάντας καταυγάζεις, θαυμάτων ταῖς ἀκτῖσιν, Ἀγίῳ Πνεύματι.

Ὅλος ἀνακείμενος τῷ Χριστῷ, ἤνεγκας προθύμως, τὴν δουλείαν τὴν χαλεπήν, καὶ ἐλευθερίᾳ, ζωῆς τῆς μακαρίας, καθεῖλες Ἰωάννη, ἐχθροῦ τὸ φρύαγμα.

Φῶς ἐν εἴδει στύλου ἀπ᾿ οὐρανῶν, λάμψαν τῷ σῷ τάφω, πᾶσιν ἔδειξεν ἐμφανῶς, τὴν ἐν τῷ σεπτῷ σου, λειψάνῳ θείαν χάριν, θεόφρον Ἰωάννη, Ἀγγέλων σύσκηνε.

Ἒχαιρε τὸ πάλαι τῇ σῇ σορῷ, ἡ Καππαδοκία νῦν δὲ χαίρει πνευματικῶς, τῷ ἡγιασμένῳ λειψάνῳ σου παμμάκαρ, ἡ Εὔβοια τρυφῶσα, τῶν θαυμασίων σου.

Πανταχοῦ ἐξέδραμεν ἀληθῶς, ἡ πλουσία χάρις, τῶν θαυμάτων σου τῶν πολλῶν· ὅθεν δίδου πᾶσι, τοῖς πίστει προσιοῦσι, τῷ θείῳ σου τεμένει, Πάτερ βοήθειαν.

Σκέπε πάσης βλάβης τε καὶ ὀργῆς, τὴν νῆσον Εὐβοίας, Ἰωάννη θαυματουργέ, καὶ τὴν εὐλογίαν, τὴν σὴν δίδου ἀπαύστως, ἁπάσῃ τῇ Ἑλλάδι, ὡς πλήρης χάριτος.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τῷ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχύ προκατάλαβε.
Ἐκ γῆς ὁ καλέσας σε, πρὸς οὐρανίους Μονάς, τηρεῖ καὶ μετὰ θάνατον ἀδιαλώβητον τὸ σκῆνος σοῦ Ὅσιε· σὺ γὰρ ἐν τῆ Ἀσία ὡς αἰχμάλωτος ἤχθης, ἔνθα καὶ ᾠκειώθης τῷ Χριστῷ Ἰωάννη, Αὐτὸν οὖν ἱκέτευε, σωθῆναι τὰς ψυχάς ἡμῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν το ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς προσπίπτοντας πιστῶς, πάτερ Ἰωάννη θεόφρον, τῇ σῇ ἁγίᾳ σορῷ, ἣν Θεὸς ἐδόξασε, θαυμάτων χάρισιν, ἀσινεῖς διαφύλαττε, ἐκ πάσης ἀνάγκης, νόσων ἐκλυτρούμενος ψυχῆς καὶ σώματος, δίδου δὲ τὴν σὴν προστασίαν, τοῖς ἐν τοῖς κινδύνοις τελοῦσιν, ὡς Θεοῦ θεράπων γνησιώτατος.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον.
Ἰωάννη χάριτος θείας με πλῆσον
Γεράσιμον σπεύδοντα τῇ ἀρωγῇ σου.

Χαιρετισμοί εις τον Όσιο Πατέρα ημών Ιωάννη τον Ρώσσο τον Θαυματουργό

Εγκώμια εις τον Όσιο Πατέρα ημών Ιωάννη τον Ρώσσο τον Θαυματουργό

Βίος Αγίου Ιωάννου του Ρώσσου

Παρακλητικός Κανών εις τον Όσιο Ιωάννη τον Ρώσσο

Ποίημα Δανιήλ Μοναχού

Πατήστε το Play για να ακούσετε την Παράκληση

†Εορτάζεται στις 27 Μαίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα Τροπάρια˙

Ἦχος δ΄. Τῆ Θεοτόκῳ ἐκτενῶς.
Τῷ Ἰωάννη οἱ πιστοὶ νῦν προσδράμωμεν, οἱ ἐν δεινοῖς καὶ συμφοραῖς, καὶ προσπέσωμεν, ἒν εὐσεβείᾳ κράζοντες, ἐκ βάθους ψυχῆς Ὅσιε, βοήθησον, ἐφ’ ἡμῖν σοῖς ἱκέταις, πρόφθασον καὶ λύτρωσαι τῆς παρούσης ἀνάγκης μὴ παραβλέψεις δέησιν οἰκτρὰν τῶν προσφευγόντων τῇ σκέπη σου, Ἅγιε.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανῶν.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Δειναῖς πιεζόμενος συμφοραῖς, πρὸς σὲ έπιῤῥίπτω, καὶ τὸ σῶμα καὶ τὴν ψυχὴν δεόμενός σου, ὅσιε Πάτερ, ἐκ λυπηρῶν καὶ δεινῶν με λυτρώσασθαι.

Σαρκὸς με τοῦ κλύδωνος προσβολή, μάκαρ Ἰωάννη, ἐκταράττει διηνεκῶς, εἰρήνευσον Πάτερ, τῇ γαλήνη, ταῖς τοῦ Θεοῦ συμπαθέσι πρεσβείαις σου.

Δαιμόνων τὰ στίφη τὰ πονηρά, καταπολεμοῦσι, τὸν σὸν δοῦλον ἀνηλεῶς, κατάλυσον τούτους τῇ δυνάμει, τῇ τοῦ Σταυροῦ φιλανθρώποις πρεσβείαις σου.

Θεοτοκίον.
Παρθένε, ἡ πύλη ἡ τοῦ Θεοῦ, ἀνοίξων μοι πύλην, εὐσπλαγχνίας καὶ ἐκ πυλῶν, τῆς θανατηφόρου ἁμαρτίας, τῇ μητρικὴ παῤῥησία σου ῥῦσαι με.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Πονηρίας ἀνθρώπων ὀδυνηρῶν πάντοτε, ἀπειλὰς πνεόντων δυσφήμως, σὺ με διάσωσον, τὴν αὑτῶν θηριώδη μανίαν διασκεδάσας, εὐσεβῶν τὸ στήριγμα, Πάτερ πανένδοξε.

Εὐτρεπίσας πανσόφως τὸ τῆς ψυχῆς οἴκημα, καὶ διαφερόντως κοσμήσας θεομακάριστε, χάριν τοῦ Πνεύματος εἰσδεδεγμένος ὡράθης, καὶ φωτὸς πληρέστατος, ὡς στῦλος πύρινος.

Θεοτοκίον.
Καθαρᾶς παρθενίας ἀποπεσών, Πάναγνε, ὅλως ἐμολύνθην τῷ πάθει, τῆς ἀσωτίας μου ἢ τετοκυίᾳ κριτήν, ἁμαρτανόντων ἀνθρώπων, πάσης κατακρίσεως, Παρθένε, σῶσον με.

Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου, Θεοφόρε, τοὺς ἐν πίστει εἰλικρινεῖ πρὸς Σε καταφεύγοντας, ὡς ἕτοιμον βοηθὸν ἐν ἀνάγκαις.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τα ἄνω ζητῶν.
Προστάτης θερμὸς καὶ πύργος ἀπροσμάχητος, ἐδείχθης, σοφέ, τοῖς πίστει ἐκβοῶσι σοι, καὶ σεπτῶς κραυγάζουν, Θεοφόρε Ἰωάννη, πρόφθασον καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἀεὶ τῇ Τριάδι παριστάμενος.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἰαμάτων χαρίσματα, τῷ σεπτῷ τεμένει σου οἱ προσφεύγοντες, ἀρυόμεθα εὐφρόσυνα, καὶ δοξάζομεν σε θαυματόβρυτε.

Καππαδοκῶν συστήματα, καὶ τῶν Προκοπέων πλήθη τὰ εὐλαβῆ, ἀντιλήπτορα γινώσκουσι, καὶ προστάτην πάντες εὐφημοῦσι σε.

Διαβὰς ἀνδρικώτατα, νέφος τῆς σαρκὸς σου διὰ τῆς πράξεως, εἵσω γέγονας ἀοίδιμε, τοῦ φωτὸς τοῦ θείου, ὡς ἐπόθησας.

Θεοτοκίον.
Οἶκος γέγονας, ἄχραντε, τοῦ Θεοῦ τῶν ὅλων ὣς Ἀειπάρθενος οἶκον ὅθεν με ἀνάδειξον, ἀρετῶν ἐνθέων, θεῖα χάριτι.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Φρούρησον ἡμᾶς ταῖς πρεσβείαις σου, μακάριε, καὶ τῷ βραχίονί σου τῷ κραταιῶ, πικροὺς δαίμονας κατάβαλε, ὑπερθαύμαστε.

Δώρησαι ἡμῖν, τὴν ὑγείαν δεομένοις σου, καὶ τῆς ψυχῆς καὶ τοῦ σώματος ἀεί, καὶ τὴν μυρόπνοον ῥῶσιν, πάτερ πανόλβιε.

Ἴασαι λαὸν προσδραμόντα σοι, θαυμάσιε καὶ λοιμικῆς νόσου καὶ πυρετῶν, καὶ ἀλγηδόνων παντοίων ὅλως διάσωσον.

Θεοτοκίον.
Χαίρει ἐπὶ σοί, Θεοτόκε, κτίσις ἅπασα, τῶν Ἀγγέλων τὰ συστήματα, καὶ τῶν ἀνθρώπων γλῶσσαι πᾶσαι δοξάζουσι.

ᾨδὴ στ΄. Την δέησιν ἐκχεῶ.
Θαυμάτων σε, θησαυρὸν ἐπίσταμαι, καὶ πηγὴν τῶν ἀγαθῶν, Ἰωάννη ἀῤῥωστιῶν, ἰατρεύοντα πάθη, καὶ ἐνεργείας δαιμόνων ἐλαύνοντα καὶ δέομαι σωθῆναι νῦν, ἐκ φθορᾶς με κακῶν, χαριτώνυμε.

Προστάτην σε, τῶν πτωχῶν κηρύττομεν, καὶ φρουρὸν Καππαδοκίας ἀπᾴσῃς, τῶν πειρασμῶν διαλύοντα ὄχλον, καὶ δυσσεβῶν ἐπηρείας διώκοντα, καὶ πάντας νῦν τοὺς εὐσεβεῖς, τῶν δεινῶν λυτρωθῆναι δεόμεθα.

Λιμένα σε ἐν κινδύνοις ἔχομεν, καὶ ἐν θλίψεσι προστάτην, παμμάκαρ, καὶ παντελῆ συμφορῶν σωτηρίαν, καὶ ποταμὸν δωρεῶν ἀνεξάντλητον, καὶ βρύσιν εὐεργεσιῶν, καὶ πηγὴν ἰαμάτων ἀέναον.

Θεοτοκίον.
Ἀγκάλαις σου καὶ μαστοῖς, ὦ Δέσποινα, τῷ Υἰῷ σου μεσιτεύουσι δεῖξον, σοῖς τέκνοις τὰ ἐκείνου Παρθένε, σταυρὸν καὶ λόγχην καὶ σπόγγον καὶ κάλαμον, οὕτως δι’ ἱλέωσον αὐτόν, ἐφ’ ἡμῖν τοῖς πολλὰ ἁμαρτήμασι.

Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους, ἀθλοφόρε, τοὺς ἐν πίστει εἰλικρινεῖ πρὸς σε καταφεύγοντας, ὡς ἕτοιμον βοηθὸν ἐν ἀνάγκαις.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον άνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὣς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον. Ἦχος β΄.
Προστασία τῶν χριστιανῶν ἀκαταίσχυντε, μεσιτείᾳ πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἄλλα πρόφθασον ὣς ἀγαθῇ, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι- Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἢ προστατεύουσα ἀεί, Θεοτόκε τῶν τιμώντων σε.

Καὶ εὐθὺς τὸ προκείμενο
Τίμιος ἐναντίον Κυρίου ὃ θάνατος τοῦ ὁσίου αὑτοῦ.

Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. στ, 17-23)

Τῷ καιρῶ ἐκείνῳ ἔστη ὃ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο· καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε· ακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου. Χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Δόξα.
Ταῖς τοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἦχος β΄. Όλην ἀποθέμενοι.
Μὴ ἀποστερήσῃς με, τῆς σὴς θερμῆς προστασίας, Ἰωάννη ὅσιε, ἄλλα θραῦσον δέομαι τῇ ἰσχύϊ σου, θράση τὰ ἀνίσχυρα, καὶ τὰ τοξεύματα, τῶν δαιμόνων τὰ ἀνέλπιστα, νόσων ἀπάλλαξον, καὶ πειρατηρίων καὶ θλίψεων, καὶ πάντας ἐλευθέρωσον, τῶν σατανικῶν ἐπιθέσεων, ἵνα σε γεραίρω, καὶ πόθῳ ἀνυμνῶ καὶ προσκυνῶ, καὶ μεγαλύνω σου, Ἅγιε, ἔργα τὰ θεάρεστα.

Σῶσον ὁ Θεὸς τὸν λαό σου…….

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τὴν ψυχὴν θυμηδίας, καὶ χαρὰς ἀπᾴσῃς ἀνάδειξον ἔμπλεω, θεόφρον Ἰωάννη, τῶν σὲ θερμῶς ὑμνούντων, καὶ βοᾶν ἀεὶ δίδαξον, Ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

Λαμπρυνθεὶς τῷ σῶ πάθει, σκοτισθέντα με ἁμαρτήμασι λάμπρυνον, τὸν πόθῳ προσιόντα, τῷ σῶ σεπτῷ λειψάνῳ, καὶ κραυγάζειν άξίωσον, Ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

Πειρασμῶν καὶ κινδύνων, καὶ ἀνάγκης καὶ θλίψεως ἐλευθέρωσον, καὶ βλάβης τῶν δαιμόνων, τοὺς σὴ σεπτῇ θαῤῥοῦντας, καὶ ἐν πίστει κραυγάζοντας. Ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Τῶν ἀνθρώπων ὁ πλάστης, ἐν γαστρὶ σου σκηνώσας, θεοχαρίτωτε, ἁπάντων προστασίαν, τῶν ζάλαις κλονουμένων, καὶ βοώντων ἀξίωσον. Ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν βασιλέα τῶν οὐρανῶν.
Τοῖς ποντουμένοις, βιωτικαῖς τρικυμίαις, χεῖρα δίδου, παμμάκαρ, ὑμνοῦσι, καὶ ὑπερυψοῦσι, Χριστὸν εἰς τοὺς αἰῶνας.

Τῷ σῶν λειψάνων, τῶν εὐαγῶν ἁπτομένους, εὐωδίας πλήρωσον θείας, Κύριον ὑμνοῦντες, πιστῶς εἰς τοὺς αἰῶνας.

Τοὺς δεομένους, ἐκτενῶς Θεοφόρε, καὶ τὴν χάριν αἰτοῦντας προσδέχου, καὶ δοξολογούντας, Θεὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.
Τῶν μολυσμάτων μου τὴν καρδίαν, Παρθένε, μετανοίας καθάρισον νίπτροις, ἵνα σε δοξάζω, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ’. Κυρίως Θεοτόκον.
Ἀστέρα Ἰωάννη, σὲ σημειοφόρον ὁμολογοῦμεν ἡμῖν φῶς αὐγάζοντα, οἱ εὐσεβεῖς ὀρθοδόξως Χριστῷ λατρεύοντες.

Ἐν σάλῳ θεοφόρε, τοῖς κυματουμένοις, πολλῶν κακῶν σοῖς ἱκέταις βοήθησον, διασκεδάζων τὰ βέλη τοῦ πολεμήτορος.

Τὴν δέησιν μου δέξαι, τοῦ ταπεινωθέντος καὶ χαλεπῶν, θεοφόρε, κακώσεων, καὶ ἁμαρτίαις με λύτρωσαι.

Θεοτοκίον.
Ἐλπίδα σωτηρίας, τῶν ἐκπεπτωκότων αἱ γενεαί, Θεοτόκε, γιγνώσκουσαι, διὰ παντὸς ὁμοφρόνως σε μακαρίζουσιν.

Εἶτα ἀσπαζομένων τῶν προσκυνητῶν τὸ τοῦ Ὁσίου λείψανον, ψάλλομεν τὰ παρόντα πρὸς τό.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ  παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν  ὄντως Θεοτόκον Σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τοὺς συναθροισθέντας τὸ σῷ ναῷ, ἀοράτων πάντας, ὁρατῶν τε ἐπιβουλῆς, ἡμᾶς τυραννούντων δεόμεθα ῥυσθῆναι, ὑπὸ τὴν σὴν αἰγίδα θερμῶς προσφεύγοντας.

Τὰ πεπυρωμένα βέλη ἐχθροῦ, βροτοκτόνου, πάτερ, ἀπομάκρυνον ἀφ’ ἡμῶν, ταῖς πρὸς τὴν Τριάδα, θερμαῖς σου ἱκεσίαις, ὅπως ῥυσθέντες τούτων, σὲ μεγαλύνωμεν.

Τὸν ἀστέρα πάντες τὸν φαεινόν, τὸν ἐκ Προκοπίου, ἀπαστράψαντα νοητώς, ὁσίων τὸ κλέος, καὶ Καππαδοκῶν δόξαν, τὸν θεῖον Ἰωάνην ὕμνοις τιμήσωμεν.

Αἴτησαι εἰρήνην παρὰ θεοῦ, πνευμάτων γαλήνην, μέχρι τέλους ὑπομονὴν, ψυχῶν σωτηρίαν, ἡμῖν τοῖς σοῖς ἱκέταις, τοῖς εὐφημοῦσι πόθῳ τὰ σὰ θαυμάσια.

Πᾶσαι τῶν Ἀγγέλων αἳ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ήμάς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριᾶς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν  ὡς  εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαὸς Σου, πάντες ἔργα χειρῶν Σου  καὶ  τὸ  ὄνομα Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν  περιστάσεων· Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ἐκ γῆς ὁ καλέσάς σε, πρὸς οὐρανίους Μονάς, τηρεῖ καὶ μετὰ θάνατον ἀδιαλώβητον τὸ σκῆνος σοῦ Ὅσιε, σὺ γὰρ ἐν τῇ Άσία ὡς αἰχμάλωτος ἤχθης, ἔνθα καὶ ᾠκειώθης τῷ Χριστῷ Ἰωάννη, Αὐτὸν οὖν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. ΄Ότε ἐκ τοῦ ξύλου σε νεκρόν.
Δεῦτε προσκυνήσωμεν, πιστοῖ, καὶ μετ’ εὐλαβείας καὶ πόθου κατασπαζόμενοι, λείψανον περίσεπτον καὶ πανυπέρτιμον, Ἰωάννου θεόφρονος, ἁγνίσωμεν χείλη, ὄμματα καὶ μέτωπα, καὶ ἱκετεύσωμεν, ὅπως καὶ ἡμᾶς ἀξιώσῃ, τέλους σωτηρίου καὶ θείου, ταῖς αὐτοῦ πρὸς Κύριον δεήσεσιν.

Ἄνω τῶν Ἀγγέλων τοῖς χοροῖς, καὶ τῶν ἀθλοφόρων τοῖς δήμοις, ἡ σὴ ἅγια ψυχή, τέρπεται μακάριε, καὶ συναγάλλεται καὶ ὁσίων τοῖς πλήθεσι, χοροῖς προφητῶν τε, καὶ ἱεραρχῶν ὁμοῦ τοῖς θείοις τάγμασι κάτω δὲ τὸ πάνσεπτον σῶμα, ὕμνοις καὶ ᾠδαῖς ἐπαξίως, ὑφ’ ἡμῶν τιμώμενον δοξάζεται

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

 

Χαιρετισμοί εις τον Άγιον Ένδοξον Ιωάννη τον Ρώσον

Εγκώμια εις τον Άγιον Ένδοξον Ιωάννη τον Ρώσον

Βίος Αγίου Ιωάννου του Ρώσσου

Πηγή mp3