Παρακλητικός Κανών εις τον Αρτίως Εκλαμψάντα Όσιον και Θεοφόρον Πατέρα ημών Ιωσήφ τον Ησυχαστήν
Ποίημα Γέροντος Ιωσήφ Μοναχού του Βατοπαιδινού
†Εορτάζεται στις 16 Αυγούστου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ παρόντα τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ.
Ἡσυχαστῶν ὑπογραμμὸς καὶ ἀκρότης, καὶ νηπτικῆς διαγωγῆς ὁ ἐργάτης, ὁ ἐν ὁσίοις ἄριστος καὶ μέγας ἀσκητής, φύλαττε τὰ τέκνα σου ἀπὸ πάσης ἀνάγκης, Ἰωσὴφ Πατὴρ ἡμῶν, δυσωποῦμεν μὴ παύσῃ, ὑπὲρ ἡμῶν πρεσβεύων ἐκτενῶς, πρὸς τὸν Δεσπότην, εὑρεῖν ἡμᾶς ἔλεος.
Δόξα Πατρί…
Ἕτερον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἀσκήσει τὸ πρότερον καταδαμάσας σαρκός, τὸ φρόνημα ὕψωσας ἐκ τῶν γηΐνων τὸν νοῦν, Πατὴρ ἡμῶν Ὅσιε. Ἔγνως τῇ θεωρίᾳ, σεσωσμένων τοὺς δήμους, ἔδειξας τοῖς ποθοῦσι σωτηρίας τὴν τρίβον, διὸ καὶ τοὺς τιμῶντάς σου νῦν, τὴν μνήμην διάσωζε.
Καὶ νῦν …
Ἦχος ὁ αὐτός. Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ.
Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ψάλλομεν τὸν Κανόνα.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ποικίλαις ὀχλούμενος συμφοραῖς, πρὸς σὲ καταφεύγω, συμπαθέστατε Ἰωσήφ, δεόμενος Πάτερ μου εὐχαῖς σου, τῶν λυπηρῶν καὶ κακούντων με λύτρωσαι.
Ψυχήν μου ἀλόγων ἡ προσβολή, Ἰωσὴφ Πατήρ μου, ἐκταράττει διηνεκῶς· εἰρήνευσον ταύτην τῇ γαλήνῃ, τῆς πρὸς Θεὸν εὐπροσδέκτου πρεσβείας σου.
Παθῶν μου τὰ πλήθη τὰ πονηρά, καταθλίβουσί με, τὸν ὑπεύθυνον προφανῶς· κατάπαυσον ταῦτα τῇ δυνάμει, σῶν συμπαθῶν πρεσβειῶν Ὁσιώτατε.
Θεοτοκίον.
Παντάνασσα πύλη ἡ τοῦ Θεοῦ, ἄνοιξόν μοι σπλάγχνα, ὡς ἡ Μήτηρ τοῦ Λυτρωτοῦ, καὶ ῥῦσαί με πάσης ἐπηρείας, τῶν πολεμούντων ἐχθρῶν τῇ πρεσβείᾳ σου.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Οὐρανίας ἁψῖδας, σὺ ἁρπαγεὶς ἔφθασας, καὶ φωτὶ ἀΰλῳ ηὐγάσθης, ὅλος λαμπόμενος, καὶ κατεμάρανας, τὴν τῆς σαρκὸς δυναστείαν, καὶ πρὸς πλάτος ὕψωσας, τῆς ἀπαθείας τὸν νοῦν.
Ῥαντισμῷ τῶν δακρύων, τὸ ἐμπαθὲς ἔσβεσας· ὅθεν τῇ θερμῇ σου πρεσβείᾳ, πόθῳ ὑμνοῦντάς σου, ἡμᾶς δεόμεθα τὴν ἱερὰν Πάτερ μνήμην, λύτρωσαι κακώσεως, πάσης ἐχθρῶν προσβολῆς.
Χειμαζόμενοι σάλῳ, ἁμαρτιῶν Ἅγιε, λυτρωθῆναι τούτων αἰτοῦμεν, καὶ δυσχερῶν παθῶν· πρὸς θεῖον ζῆλον τε, καὶ ἀρετῶν ἐπιδόσεις, βαίνειν ἱκεσίαις σου ἡμᾶς ἐνίσχυον.
Θεοτοκίον.
Ἱκετεύω Παρθένε, ὁ ταπεινὸς δοῦλός σου, μὴ ἐγκαταλίπῃς με Μῆτερ, παθῶν στενώσεσι, καταθλιβόμενον, ἀλλὰ τῇ σῇ προμηθείᾳ, εὐμενῶς πρὸς θεῖόν με, φόβον ὁδήγησον.
Διάσωσον, ἀπὸ κινδύνων τὰ τέκνα σου θεῖε Πάτερ, τὰ ἐν πίστει τε καὶ στοργῇ πρὸς σὲ καταφεύγοντα, δωρούμενος τούτοις σὴν προστασίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησιν καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Προστάτης θερμός, καὶ ἄριστος ὑπέρμαχος, ἐδείχθης ἡμῖν, τοῖς πόθῳ ἐκβοῶσί σοι, καὶ πιστῶς καλοῦσί σε· Ἰωσὴφ πατὴρ ἡμῶν πρόφθασον, καὶ τῶν δεινῶν ἀπάλλαξον ἡμᾶς, ἀπαύστως Κυρίῳ παριστάμενος.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὁ φιλόθεος τρόπος σου, τῶν σωμάτων παύει τὰ ἀῤῥωστήματα, τῶν ψυχῶν λύει τὰ κύματα, τῇ ἐν σοὶ οἰκούσῃ θείᾳ Χάριτι.
Φωτισμὸν θεῖον, ἄνεσιν, τοῖς ἐν ἀσθενείαις καὶ ρῶσιν δώρησαι, καὶ τὴν ἄφεσιν τοῖς πταίουσιν, ταῖς σεπταῖς εὐχαῖς σου Πάτερ χάρισαι.
Ἰαμάτων χαρίσματα, τῷ σεπτῷ τεμένει σου οἱ προσπίπτοντες ἀρυόμεθα χαρμόσυνα, καὶ δοξάζομέν σου τὴν συμπάθειαν.
Διαβὰς δι᾿ ἀσκήσεως, τῆς σαρκὸς τὰ πάθη τῇ θεωρίᾳ σου, εἴσω γέγονας θεόληπτε, τοῦ φωτὸς τοῦ θείου ὡς ἐπόθησας.
Θεοτοκίον.
Οἶκος γέγονας, Ἄχραντε, τοῦ Θεοῦ τῶν ὅλων ὡς ἀειπάρθενος· θεῖον ὅθεν ἐναπέδειξας, τὸν σὸν δοῦλον σκεῦος θείᾳ Χάριτι.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Φύλαξον ἡμᾶς, τῇ πρεσβείᾳ σου Πατὴρ ἡμῶν, καὶ παῤῥησίᾳ σου πρὸς Κύριον, πικρῶς ἡμᾶς νῦν, τὸν πειράζοντα κατάβαλε.
Δώρησαι ἡμῖν, τῇ πρεσβεία σου Μακάριε, φωτισμὸν καὶ ἀπολύτρωσιν, ἐπεμβαινόντων, ἐκ παντοίων περιστάσεων.
Πλήρωσον ἡμῶν, τὰς αἰτήσεις τῶν τιμώντων σου, τὸ μνημόσυνον τὸ ἅγιον, Πάτερ θεόφρον, Ἰωσὴφ θεοειδέστατε.
Θεοτοκίον.
Στήριγμα στεῤῥόν, σωτηρίας τε βεβαίωσιν, κεκτημένοι σε Παντάνασσα, ἐκ δυσχερείας, πάσης Κόρη ἐκλυτρούμεθα.
ᾨδὴ ϛ΄. Ἱλάσθητί μοι Σωτήρ.
Ἐγένοντο ψαλμικῶς, αἱ ἁμαρτίαι μου Ὅσιε, ὡσεὶ φορτίον βαρύ, ἐμὲ ἀποπνίγουσαι· ῥῦσαί με θεόληπτε, ταῖς σαῖς ἱκεσίαις, τῇ ἀρίστῃ παῤῥησίᾳ σου.
Νοός μου τὸ ἀσθενές, ὡς θησαυρὸς ἀντιλήψεως, Πατὴρ ἡμῶν Ἰωσήφ, προφθάσας ἰάτρευσον· δώρησαι τὴν χάριν σου, ὅπως εὐαρέστως, τῷ Κυρίῳ διατίθεμαι.
Κατεύνασον τῶν παθῶν, τὰς καταιγίδας Πατὴρ ἡμῶν, κινδύνους ἐκ πονηροῦ, καὶ πάσης κακώσεως, τῶν πίστει τιμώντων σε, ταῖς πρὸς τὸν Δεσπότην, εὐπροσδέκτοις ἱκεσίαις σου.
Θεοτοκίον.
Χρεωστικῶς τῷ ναῷ, τῷ ἱερῷ σου προσέρχομαι, καὶ ὡς ἱκέτης οἰκτρός, παρίσταμαι Δέσποινα· τὰ δάκρυα δέξαι μου, ὡς τῆς χήρας τότε, τὰ λεπτὰ Χριστὸς ὁ Κύριος.
Διάσωσον, ἀπὸ κινδύνων τὰ τέκνα σου θεῖε Πάτερ, τὰ ἐν πίστει τε καὶ στοργῇ πρὸς σὲ καταφεύγοντα, δωρούμενος τούτοις σὴν προστασίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἲτησιν καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν χριστιανῶν.
Σὺ ἐφάνης ὡς ἀστὴρ παμφαέστατος, καὶ μεσίτης φοιτητῶν σου ἀκοίμητος, καταυγάζων τοὺς ἐν βάθει σκοτείας τῶν παθῶν, αὐτῶν πέλων ὁδηγὸς ἀπλανής, τῶν μοναζόντων ἀρχηγός, τῶν πιστῶς δεομένων σου· βράβευσον θείαν Χάριν, ἣν εἴληφας ἐκ Κυρίου, ὡς συμπαθέστατος Πατήρ, Ἰωσὴφ τῶν ἀνυμνούντων σε.
Καὶ εὐθὺς τὸ Προκείμενον. Ἦχος δ΄.
Τίμιος ἐναντίον Κυριου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ. (τρίς).
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.
Εὐαγελίον.
Ἐκ τοῦ κατὰ Ματθαῖον
(Κεφ. ια´ 27 – 30).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰμὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγνώσκει, εἰμὴ ὁ Υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς, καὶ μάθετε ἀπ᾿ ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ· καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστι.
Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὄκνον ἀπωσάμενος, καὶ τὴν δεινὴν ἀκηδίαν, ἀόκνως τὴν φέρουσαν, εἰς ζωὴν αἰώνιον τρίβον ὥδευσας, τὸν πολὺν κάματον, καὶ βαρὺν καύσωνα, τὸν ἐν ταύτῃ θείῳ ἔρωτι, ἀποκρουσάμενος· ὅθεν ὡς πρηστῆρι τοῦ βίου σου, τῷ φέγγει τὸν μισόκαλον, δαίμονα κατέκαυσας Ὅσιε, ὡς οὕτως αὐτός σοι, σαφῶς διωμολόγησε φανείς· οὗ τῆς κακίας πρεσβείαις σου, σῶσον τοὺς ὑμνοῦντάς σε.
Σῶσον ὁ Θεός, τὸν λαόν σου…
Κύριε, ἐλέησον ιβ´ (δωδεκάκις).
Καὶ τὰς λοιπὰς ᾨδὰς τοῦ Κανόνος.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τὴν ψυχὴν θυμηδίας, καὶ χαρᾶς τῆς ἐνθέου σὺ δεῖξον ἔμπλεον, ὦ Ἰωσὴφ θεόφρον, τῶν σὲ παρακαλούντων, καὶ εὑρεῖν τούτους δίδαξον, τὴν τῆς εὐχῆς χαρμονήν, καθὼς σὺ ταύτην ἔσχες.
Πειρασμῶν καὶ κινδύνων, καὶ δαιμόνων μανίας ἡμᾶς ἐκλύτρωσαι, καὶ πάσης ἀσθενείας, τοὺς ἐπὶ σοὶ θαρροῦντας, τοῦ βοᾶν σοι ἑκάστοτε· Τῆς προσευχῆς ἐμμονῇ, χαρίτωσον σὰ τέκνα.
Σκοτισμῷ παντὸς πάθους, ἁμαρτήμασιν ὄντα με νῦν αἰχμάλωτον, ἐκλάμπρυνόν με Πάτερ, σοὶ πόθῳ προσιόντα, καὶ κραυγάζειν ἀξίωσον· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογηγὸς εἶ.
Θεοτοκίον.
Τῶν ἀνθρώπων ὁ Πλάστης, ἐν γαστρί σου σκηνώσας Κόρη Παντάνασσα, ἁπάντων προστασίαν, τῶν ζάλαις κλονουμένων, καὶ βοώντων ἀνέδειξεν· Τῆς μητρικῆς σου στοργῆς, ἀξίωσον καὶ σκέπης.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τοὺς βοηθείας, τῆς παρὰ σοῦ δεομένους, μὴ παρίδῃς Θεόφρον αἰτοῦντας, καὶ ἐπιζητοῦντας, τὴν θείαν σου πρεσβείαν.
Τῆς συμπαθείας, τὸ δαψιλὲς ἀποδίδως, τοῖς πιστῶς αἰτοῦσί σε Πατήρ μου, καὶ ἀνευφημοῦσι τὸν ἔγκλειστόν σου βίον.
Τὰ σὰ τεκνία, ὦ Ἰωσὴφ θεομάκαρ, ἐκ κινδύνων θλίψεων καὶ πόνων, σαῖς πρὸς τὸν Σωτῆρα, ἀπάλλαξον πρεσβείαις.
Θεοτοκίον.
Ἐκ σοῦ ἐτέχθη, ὁ γεννηθεὶς πρὸ αἰώνων, καθὼς γέγραπται ἐκ τοῦ Πατρὸς ἀῤῥεύστως, σώζων Θεοτόκε, τοὺς σὲ ὑπερυψοῦντας.
ᾨδὴ θ´. Κυρίως Θεοτόκον.
Ῥοήν μου τῶν δακρύων, μὴ ἀποποιήσῃς, ὡς συμπαθέστατος Πάτερ γενόμενος, καὶ κατανύξεως κτᾶσθαι, χάριν ἀξίωσον.
Ἰσχὺς καὶ θεραπεία, τῆς ἐξ ἀπροσεξίας, καὶ χαλεπῆς συνηθείας θεράπων γενοῦ, τραυματισθείσης ψυχῆς μου, ἵνα δοξάζω σε.
Εὐχαῖς σου τὰς σειράς μου, τῶν πταισμάτων λύσον, καὶ τὰ χειρόγραφα Πάτερ διάῤῥηξον, τοῦ τῇ ἁγίᾳ σου σκέπῃ, Πάτερ προσφεύγοντος.
Θεοτοκίον.
Κυρία, μή με δείξῃς, ἐπίχαρμα δαιμόνων, ἐν τῇ τῆς κρίσεως ὥρᾳ Παντάνασσα, ἀλλ᾿ εὐμενῶς τὸν Υἱόν σου, ἵλεον δεῖξόν μοι.
Καὶ εὐθύς, τὸ·
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν· τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Δόξῃ Θεοφόρε ὁσιακῇ, παρεστὼς τῷ θρόνῳ τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, μέμνησο τῶν πόθῳ τὴν μνήμην σου τελοῦσι, ὦ Ἰωσὴφ Παμμάκαρ, θεῖε Πατὴρ ἡμῶν.
Τοὺς ἀνευφημοῦντάς σου εὐλαβῶς, ἱεροὺς ἀγῶνας καὶ τοὺς κόπους τοῦ ἐγκλεισμοῦ, τοὺς ἐν ἡσυχίᾳ, καὶ μνήμην σου τελοῦντας, ὦ Ἰωσὴφ τρισμάκαρ, σῶζε πρεσβείαις σου.
Αἴτησαι εἰρήνην παρὰ Θεοῦ, πειρασμῶν γαλήνην, μέχρι τέλους ὑπομονήν, ψυχῶν σωτηρίαν, ἡμῖν τοῖς σὲ τιμῶσι, καὶ προσδοκῶσι Πάτερ, τὴν σὴν βοήθειαν.
Χαίροις ἡ τοῦ Ἄθωνος καλλονή, χαίροις μοναζόντων, ὁ σοφώτατος ἰατρός, χαίροις ἡσυχίας, τὸ πρότυπον τὸ θεῖον, καὶ φύλαξ ἀκριβείας, τῆς παραδόσεως.
Τοῦ Εὐαγγελισμοῦ τῆς Θεοτόκου.
Νῦν εὐαγγελίζεται Γαβριήλ, τὸ χαῖρε κραυγάζων μετὰ δέους τῇ Μαριάμ· ὢ τοῦ ξένου τρόπου! ἐν μήτρᾳ γὰρ ἀχράντῳ, συνείληπται ὁ Πλάστης, σῴζων ὃν ἔπλασε.
Τῆς Τιμίας Ζώνης τῆς Θεοτόκου.
Ζώνη πολυτίμητε τῆς Ἁγνῆς, πηγὴ τῶν θαυμάτων, καὶ χαρίτων ὁ θησαυρός, σῶσον τοὺς σοὺς δούλους, ἀπὸ παντοίας βλάβης, ὡς τῆς ζωῆς τὸ σκεῦος, σὺ περιζώσασα.
Τῶν θαυματουργῶν Εἰκόνων.
Τὰς σεπτὰς εἰκόνας σου προσκυνῶ, τὴν Παραμυθίαν, Βηματάρισσαν τὴν σεπτήν, τὴν Ἀντιφωνοῦσαν, τὴν Πυροβοληθεῖσαν, τὴν θείαν Ἐσφαγμένην, Ἐλαιοβρύτιντε.
Παναγίας τῆς Παντανάσσης.
Θρόνος χρηματίσασα τοῦ Θεοῦ, θρόνῳ καθημένη ἐν εἰκόνι σου τῇ σεπτῇ, σκέπεις τὴν σὴν ποίμνην, κινδύνων πολυτρόπων, Παντάνασσα ὑμνοῦσαν τὰ μεγαλεῖά σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν
.Καὶ ψάλλεται τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου τῆς ἡμέρας, ἡ τὸ παρὸν τοῦ Ὁσίου Ἰωσήφ.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τοῦ Ἄθωνος βλάστημα καὶ μοναστῶν καλλονή, ἀσκήσεως πρόμαχος καὶ ἡσυχίας λιμήν, ἐδείχθης Πατὴρ ἡμῶν, ἔδειξας βιοτῇ σου, τοὺς τῆς Χάριτος τρόπους, ἔσωσας τῇ εὐχῇ σου τοὺς πιστῶς σε αἰτοῦντας· διὸ πρέσβευε τῷ Κυρίῳ, Ἰωσὴφ Πατὴρ ἡμῶν Ὅσιε.
Δόξα. Καὶ νῦν.
Ἀπολυτίκιον Παναγίας Παντανάσσης. Ὅμοιον.
Εἰκὼν χαριτόβρυτε τῆς Παντανάσσης σεπτή, τοὺς πόθῳ τὴν χάριν σου ἐπιζητοῦντας θερμῶς, περίσῳζε Δέσποινα. Λῦσον τὰς περιστάσεις τῶν εἰς σὲ προστρεχόντων, φρούρησον τὴν σὴν ποίμνην ἐκ παντοίων κινδύνων, τὴν ἐπικαλουμένην ἀεὶ τὴν σὴν ἀντίληψιν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Σπεῦσον ἐξελοῦ με πειρασμῶν, Ἰωσὴφ φιλότεκνε Πάτερ, καθικετέυω σε, μάτην γὰρ κεκίνηνται οἱ πολεμοῦντες δεινῶς, κατ᾿ ἐμοῦ πικροὶ δαίμονες, ζητοῦντες ἁρπάσαι, τὴν ψυχὴν τοῦ δούλου σου, ὥσπερ στρουθίον οἰκτρόν· μή με ὑπερίδῃς εἰς τέλος· γνώτωσαν δὲ μᾶλλον Θεόφρον, ὅτι σύ μου πέλεις καταφύγιον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μήτερ τοῦ Θεοῦ· φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.
Δίστιχον·
Πατήρ μου Πανόσιε, ὕμνον προσδέχου,
Ὃν Ἰωσήφ σοι, ἐκ καρδίας προσφέρει.