Παρακλητικός Κανών εις τον Όσιο Ιωσήφ τον Υμνογράφο
Ποίημα Αποστόλου Παπαχρήστου
†Εορτάζεται στις 3 Απριλίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὸ τροπάριον·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῷ ὑμνογράφῳ Ἰωσὴφ νῦν προσδράμωμεν, οἱ ἐν δεινοῖς καὶ πειρασμοῖς κινδυνεύοντες, καὶ πρὸς αὐτὸν βοήσωμεν· παμμάκαρ Ἰωσήφ, σκέπε καὶ διάσωζε ἀπὸ πάσης ἀνάγκης, κακῶν ἡμᾶς καὶ θλίψεων καὶ αἱρέσεων πάντας, ταῖς πρὸς Θεὸν πρεσβείαις σου σοφέ, ἵνα ἐν πίστει ἀεί σε γεραίρομεν.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ἰωσήφ, δὸς μοι χάριν καὶ ῥῶσιν, Ἀποστόλῳ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἰάσεων πέλοντι τὴν πηγήν, Θεῷ τῷ ὑψίστῳ παριστάμενος Ἰωσήφ, ἰάσεις πάρασχου τοῖς σοῖς δούλοις, ταῖς πρὸς Αὐτὸν εὐπροσδέκτοις πρεσβείαις σου.
Ὡράθης ἀστὴρ ὥσπερ φαεινός, φωτίζων τὴν θείαν Ἐκκλησίαν τῷ σῷ φωτί· διὸ σκοτισθέντα με πταισμάτων, ὦ Ἰωσὴφ φωταγώγησον δέομαι.
Σωτῆρι τῶν ὅλων καὶ Ποιητῇ, καὶ πάντων Δεσπότῃ παριστάμενος Ἰωσήφ, Αὐτὸν οὖν δυσώπει πᾶσι δοῦναι, τὴν σωτηρίαν τοῖς δούλοις σου Ὅσιε.
Θεοτοκίον.
Ἡ πάναγνος Κόρη ἡ τὸν Θεόν, ἀσπόρως τεκοῦσα ῥῦσαι πάντας ἐκ πειρασμῶν, ἡμᾶς καὶ πταισμάτων τοὺς ἐν πίστει, Θεοῦ Μητέρα γινώσκοντας ἄχραντε.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Φοιτητάς σου ἐξ ὕψους νῦν ἐφορῶν Ἅγιε, δέχου ἀνυμνοῦντάς σοι Πάτερ καὶ ἀνακράζοντας· ῥῦσαι δεινῶν ἡμᾶς καὶ πάσης θλίψεως, ὅπως σὲ προστάτην ἅπαντες ἡμεῖς γινώσκομεν.
Δίδου κόσμῳ εἰρήνην ταῖς σαῖς εὐχαῖς Ὅσιε, παῦσον Ἐκκλησίας αἱρέσεις τε καὶ τὰ σκάνδαλα, ἵνα χαρᾶς πολλῆς πάντες πλησθέντες βοῶμεν· χαῖρε Ἰωσὴφ σοφέ, ἡ προστασία ἡμῶν.
Ὅλος Πάτερ δεδούλωμαι, τοῖς δεινοῖς δαίμοσιν, ὅλως τούτων παίγνιον γέγονα, καὶ περίγελως· διὸ ἐξάρπασόν με, σαῖς θερμαῖς ἱκεσίαις, Ἰωσὴφ Πατὴρ ἡμῶν, ἐκ τῶν χειρῶν αὐτῶν.
Θεοτοκίον.
Σῷζε πάντας Παρθένε, τοὺς Σοὶ πιστῶς κράζοντας· χαῖρε προστασία καὶ σκέπη, ἡμῶν καὶ καύχημα· χαῖρε ἀνόρθωσις, τῶν πεπτωκότων εἰς χάος· χαῖρε θρόνε πύρινε, τοῦ Παντοκράτορος.
Διάσωσον, ἀπὸ δεινῶν καὶ κινδύνων σοὺς δούλους Πάτερ, ὅτι πάντες ὦ Ἰωσὴφ πρὸς σὲ καταφεύγομεν, ὡς στήριγμα πάντων καὶ προστασίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτην θερμὸν πλουτοῦμέν σε Πατὴρ ἡμῶν, κλεινὲ Ἰωσὴφ βοῶντες καθικέτευε, τὸν Θεὸν καὶ Κύριον, λυτρωθῆναι ἅπαντας ἐκ θλίψεων, καὶ ἐκ δεινῶν αἱρέσεων ἀεί, φυλάττεις γὰρ τοὺς τιμῶντάς σε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Μολυσμὸς ἐγὼ γέγονα, γῆς τε καὶ ἀέρος ταῖς ἁμαρτίαις μου· ὅθεν κάθαρόν με δέομαι, Ἰωσὴφ ταῖς θείαις ἱκεσίαις σου.
Ὅλος φῶς ἐχρημάτισας, ὅλος τῷ Θεῷ σοφὲ ἀνακείμενος· ὅθεν ὅλον με τοῖς πάθεσι, δουλωθέντα Πάτερ ἐλευθέρωσον.
Ἵνα τύχωμεν Ὅσιε, τῆς σῆς εὐφροσύνης πάντες ἱκέτευε, Ἰωσὴφ τὸν ὑπεράγαθον, δοῦναι τῶν πταισμάτων ἡμῖν ἄφεσιν.
Θεοτοκίον.
Χαρὰ πέφηνας πάναγνε, πᾶσι τὴν χαρὰν Χριστὸν κυήσασα· ὅθεν δέομαί Σου πλήρωσον, χαρᾶς αἰωνίου τὴν καρδίαν μου.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἄνεσις σοφέ, οὐχ ὑπάρχει τῇ καρδίᾳ μου, ἐξ ἀπείρων μου κακῶν καὶ δεινῶν· διὸ τὴν ἄνωθέν μοι, δὸς ἄνεσιν δέομαι.
Ῥῶσι τοῖς πιστοῖς, πᾶσι γέγονας Πατὴρ ἡμῶν, τῶν ψυχῶν αὐτοῖς ὁμοῦ καὶ σωμάτων, ὦ Ἰωσὴφ ἡμῶν, ἡ χαρὰ καὶ τὸ καύχημα.
Ἵλεων ἡμῖν, τὸν Κριτὴν Πάτερ ἀπέργασαι, ἐν τῇ ἐσχάτῃ ὥρᾳ Ὅσιε, ὅταν καθίσῃ κρίναι πάντας ὁ ἀδέκαστος.
Θεοτοκίον.
Νέον ὦ ἁγνή, τὸν Θεὸν ἡμῶν ἐγέννησας, ὥσπερ παιδίον Ὃν ἱκέτευε, παλαιωθέντα τῇ ἁμαρτίᾳ, καινουργῆσαί με.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Κινδύνοις, περιπεσὼν μακάριε, καὶ κακώσεσι ποικίλαις τοῦ βίου, καὶ ἐν δεινοῖς καὶ ἀνάγκαις ὑπάρχων, ἐν ἀπορίᾳ καὶ ζάλῃ συνέχομαι· ἀλλ’ εὕροιμί σε βοηθόν, Ἰωσὴφ καὶ προστάτην καὶ ῥύστην μου.
Ἀπόλλυμαι, ἐξ ἐμῆς ἀμελείας, καὶ τοῦ πλήθους τῶν πολλῶν μου πταισμάτων, καὶ ἐπὶ γῆς ὁ πολύμορφος ὄφις, ὥσπερ ἀνίατον βλέπει με Ὅσιε, καυχᾶται ἐπ’ ἐμοὶ σοφέ, Ἰωσήφ· διὸ πρόφθασον σῶσόν με.
Ἰάσεων, τῇ πηγῇ δεῦτε πάντες, τῇ Εἰκόνι τοῦ κλεινοῦ ὑμνογράφου, δράμωμεν νῦν οἱ ἐν νόσοις παντοίαις, καὶ ἀνιάτοις δεινῶς κινδυνεύοντες, καὶ κράξομεν ὦ Ἰωσήφ· σῶσον ἡμᾶς ταῖς πρεσβείαις σου.
Θεοτοκίον.
Ῥομφαίαν, τὴν κατ’ ἐμοῦ στρεφομένην, τοῦ δεινοῦ ἀρχεκάκου βελίαρ, πρόφθασον νῦν καὶ ἀπόστρεψον Κόρη, τὸν ὀλετῆρα αὐτοῦ ἡ κυήσασα, καὶ δεῖξόν με ὦ ἀγαθή, τῆς αὐτοῦ κακουργίας ἀπρόσβλητον.
Διάσωσον, ἀπὸ δεινῶν καὶ κινδύνων σοὺς δούλους Πάτερ, ὅτι πάντες ὦ Ἰωσὴφ πρὸς σὲ καταφεύγομεν, ὡς στήριγμα πάντων καὶ προστασίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προστασία τῶν σῶν ὑμνητῶν Πάτερ γέγονας, καὶ βοήθεια τῶν προστρεχόντων σοι πέφηνας, μὴ ἐλλίπῃς ἡμᾶς φρουρῶν παμμάκαρ Ἰωσήφ· ἀλλὰ δὸς ἠμῖν πρὸς τὸν Θεόν, ὡς σὺ ἐκραύγαζες Αὐτῷ, οὕτω καὶ νῦν βοᾶν ἡμᾶς σοφέ· τάχυνον ὡς οἰκτίρμων, καὶ σπεῦσον ὡς ἐλεήμων, εἰς τὴν βοήθειαν ἡμῶν, ὅτι δύνασαι βουλόμενος.
Προκείμενον.
Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Στίχος. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. 6, 17-22).
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ ᾿Ιησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ ῾Ιερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ· ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο, καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς Μαθητὰς αὐτοῦ, ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσι, καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Δόξα.
Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅλος ἐκ νεότητος, ἀνατεθεὶς τῷ Κυρίῳ, ὅλος ἐχρημάτισας, φῶς τῇ κατοικήσει ἐν σοὶ τοῦ Πνεύματος, Ἰωσὴφ πάντιμε, ὑμνογράφων κλέος, Ὀρθοδόξων ἐγκαλλώπισμα, ἡμῶν τὸ στήριγμα, σῶζε οὖν ἡμᾶς ταῖς πρεσβείαις σου, δεινῶν καῖ ἐξ αἱρέσεων, καὶ ἐχθρῶν ἀπείρων τὴν ποίμνην σου, ἵνα ὡς προστάτην, ὑμνῶμέν σε σοφὲ διηνεκῶς, καὶ ἐν ἡμέρᾳ τῆς Κρίσεως, βοηθόν σε ἔχωμεν.
Σῶσον ὀ Θεός τὸν λαό σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὡραιώθης παμμάκαρ ταῖς ὡραίου τῷ κάλλει Χριστοῦ μεθέξεσιν, ᾧ πρέσβευε ὡραίαν, τὴν δύσμορφον ψυχήν μου, ἀπεργάσαι κραυγάζοντα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Σὺ προστάτης μου πέλεις Ἰωσὴφ θεοφόρε σύ μου καὶ καύχημα, σὺ φύλαξ μου διώκτης, δαιμόνων τε καὶ πλάνης, ἐξ ὧν ῥῦσαί με κράζοντα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἵνα χαίρων θεόφρον ψυχικὴν καὶ τοῦ σώματος δός μοι ἴασιν, πολίτην Παραδέισου, ποιήσας με τοῦ ψάλλειν, σὺν σοὶ ὡς ἐκ σοῦ ἔμαθον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ναὸς Σὺ εἶ Παρθένε καὶ Θεοῦ Μήτηρ· ὅθεν ναόν με ποίησον, Τριάδος ὑπερθέου, ἐν πίστει μελῳδοῦντα, τῷ ναῷ Σου γηθόμενος· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἀπὸ σκανδάλων, ἀπὸ βελῶν τοῦ δολίου, πολεμήτορος Ἰωσὴφ τρισμάκαρ, ῥῦσαί με ὑμνοῦντα, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ποῦ νῦν προσδράμω, ποίαν παράκλησιν εὕρω ποῦ προσφύγω Ἰωσὴφ θεόφρον, εἰ μὴ πρὸς σὲ Χριστῷ, τῷ συνόντι εἰς αἰῶνας.
Τριαδικόν.
Ὁ ἄναρχος, Πατὴρ Υἱὸς καὶ τὸ Πνεῦμα, ταῖς λιταῖς Ἰωσὴφ τοῦ ὑμνογράφου, σῶσόν με ὑμνοῦντα, Σὲ Σῶτερ εἰς αἰῶνας.
Θεοτοκίον.
Σὺ νέκρωσις ᾅδου, Σὺ σκέπη τοῦ κόσμου, Σὺ νυμφὼν εἶ ὁλόφωτος Παρθένε, σῶσόν με ὑμνοῦντα, Σὲ Κόρη εἰς αἰῶνας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Τί δῶρόν σοι προσάξω, ἀνθ’ ὧν μοι ἐδωρήσω, ᾀσμάτων σῶν Ἰωσήφ, τῶν ὠθούντων με, πρὸς κατανύξεως τρόπους καὶ θεῖον ἔρωτα.
Οἱ Ἅγιοι ἰδόντες, ἐν οὐρανοῖς ἐλθόντα, οἱ ὑπὸ σοῦ ὑμνηθέντες ὑπήντησαν, σὲ Ἰωσὴφ μεθ’ ὧν σκέπε καὶ φρούρει ἅπαντας.
Λιταῖς σου Ἐκκλησία, ὁμόνοιαν εἰρήνην, τῇ οἰκουμένῃ καὶ βίου διόρθωσιν, ὦ Ἰωσὴφ δὸς τοῖς πίστει σοὶ καταφεύγουσιν.
Θεοτοκίον.
Ὑμνῶ Σε ἀσιγήτως, ἐν πίστει μεγαλύνω, τὰ μεγαλεῖά Σου Κόρη ὥς μοι ὑπέδειξεν, ὁ Ἰωσὴφ μεθ’ οὗ σῷζε πάντας πανύμνητε.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Λύραν παναρμόνιον τοῦ Πατρός, Υἱοῦ τὴν κινύραν, καὶ τοῦ Πνεύματος τὸνα ὐλόν, Ἰωσὴφ τὸν θεῖον, ὡς μύστην τῆς Τριάδος, καὶ ὑμνογράφον πάντες, ὕμνοις τιμήσωμεν.
Χαίροις τῆς Τριάδος ὁ λατρευτής, καὶ τῆς Ἐκκλησίας, Ἰωσὴφ ὁ καθηγητής· χαίροις μοναζόντων, ἀστὴρ καὶ ὑμνογράφων, ὁ πρύτανις σοφίας, τῆς θείας ἔμπλεως.
Σκέπε Πάτερ Ὅσιε Ἰωσήφ, τοὺς ἐν ἐξορίαις, ἐν κινδύνοις καὶ φυλακαῖς, σῷζε ἀνιάτων, πληθὺν καὶ ἐκ δαιμόνων, δεινῶς ἐνοχλουμένους, θείαις πρεσβείαις σου.
Χαίροις Σικελίας γόνος λαμπρός, καὶ βασιλευούσης, ὁ ἀσύλητος θησαυρός· χαίροις Ἐκκλησίας, τὸ καύχημα τὸ μέγα, ὦ Ἰωσὴφ τρισμάκαρ, σκέπε τοὺς δούλους σου.
Χαίροις Ὀρθοδόξων ἡ ἀστραπή, καὶ τῶν κακοδόξων, καθαιρέτης καὶ ὀλετήρ· χαίροις τῶν Εἰκόνων, ὑπέρμαχος διώκτης, εἰκονομάχων χαῖρε, ὦ Ἰωσὴφ σοφέ.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντες, σοὶ προσπίπτομεν θερμῶς, Πάτερ Ἰωσὴφ οἱ κινδύνοις, καὶ ἁμαρτίαις πολλαῖς, δεινῶς βυθιζόμενοι καὶ οἱ ὀχλούμενοι, ἐκ δαιμόνων καὶ ἄῤῥωστοι, ἀνίατοι ὄντες, πάντες οἱ ἐν θλίψεσι, καὶ ἐκβοῶμέν σοι· δὸς ἡμῖν ἑκάστῳ τὴν λύσιν, καὶ ἐκ δεξιῶν Χριστοῦ στῆναι, πάντας καταξίωσον ἀοίδιμε.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.