Παρακλητικός Κανών εις τον Όσιον Ισαάκ τον Σύρο Επίσκοπο Νινευί
Ποίημα Ιερομονάχου Αθανασίου Σιμωνοπετρίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας
†Εορτάζεται στις 28 Σεπτεμβρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ Τροπάρια·
Ἦχος δ΄ . Ὁ ὑψωθείς ἐν τῷ Σταυρῶ.
Τῆς μετανοίας τὴν χριστόῤῥειθρον γλῶτταν, τῆς κατανύξεως καὶ πένθους ἐργάτην, διδάσκαλον θεόπνευστον χοροῦ τῶν μοναστῶν, Ἰσαὰκ τὸν πάνσοφον, ἱκετεύσωμεν πόθῳ, ὅπως ἅπερ γέγραφεν ἐν τῇ βίβλῳ εἰς πρᾶξιν, μεταποιήσωμεν προθύμως ἀδελφοί, καὶ αἰωνίαν ζωήν, ἀπολαύσωμεν.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ἀββᾶ Ἰσαάκ, δὸς ἡμῖν εὐχὴν ἐν μετανοίᾳ.Ἀ(θανάσιος).
ᾨδὴ α΄. ῏Ηχος πλ.δ΄. ῾Υγρὰν διοδεύσας.
Ἀγγέλων πολίτευμα διελθών, διδάσκεις πανσόφως, τὸν ἀγῶνα κατὰ παθῶν, Ἀββᾶ Ἰσαὰκ τοῖς μελετῶσι, ἐν προσοχῇ θεοχάρακτον βίβλον σου.
Βαρύνει ἀμέλεια τὴν ψυχήν, Ἀββᾶ ἑκουσίως, καὶ σκοτίζει τὸν λογισμόν, ταῖς σαῖς ἱκεσίαις ἔγειρόν με, πρὸς ἐργασίαν σωτήριον δέομαι.
Βασίλισσα πέλει τῶν ἀρετῶν, ἡ θεία ἀγάπη, καὶ ὁ ἔρως πρὸς τὸν Θεόν, ὧν Πάτερ στερούμενος αἰτοῦμαι, ταῦτά μοι δοῦναι ἁγίαις πρεσβείαις σου.
Θεοτοκίον.
Ἀθάνατον ἔχων μου τὴν ψυχήν, οὐδόλως μοι μέλει, Θεοτόκε περὶ αὐτῆς, παρόντων φροντίζων οὐ μενόντων, ὅθεν βοῶ σοι ἀνάνηψιν δίδου μοι.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἰσαὰκ θεοφόρε καταγελῶν ἔλιπες, πάντα τὰ ἡδέα τοῦ κόσμου, κατὰ τὴν κλῆσίν σου, Θεὸν θηρώμενος, ὃν σχὼν ἐν μέσῃ καρδίᾳ, πάντοτε ἱκέτευε, ὑπὲρ τῶν δούλων σου.
Συνεχῶς ἁμαρτάνων, τὸν Ἰησοῦν Ὅσιε, τὸν γλυκὺν λυπῶ ἀναισθήτως ἐπιδεικνύμενος, θέλημα ὅπερ μου, εὐχαῖς σου σύντριψον πάτερ, καὶ πραῢν ἀνάδειξον, τὸν ἀνυπότακτον.
Ἀδεῶς μου τὸν βίον, ἐκδαπανῶ Ὅσιε, καὶ ἐν πρακτικῇ ἀθεΐᾳ διαπορεύομαι, ὅθεν τὴν αἴσθησιν, τῆς πανταχοῦ παρουσίας, τοῦ Δεσπότου δώρησαι, τὴν ἐγερτήριον.
Θεοτοκίον.
Ἀγνοτάτη καθ᾿ ὅλα, τὴν τοῦ Θεοῦ εἵλκυσας χάριν, Παναγία παρθένε, ἐγὼ δὲ κάλλος μου, ψυχῆς ἠμαύρωσα, παντοδαπαῖς αἰσχρουργίαις, ὧν με ῥῦσαι Δέσποινα, τῇ μεσιτείᾳ σου.
Διάσωσον, ἀπὸ παθῶν ψυχοφθόρων τοὺς σοὺς ἱκέτας, ὦ Ἀββᾶ Ἰσαὰκ ὡς ἰσάγγελος, καὶ λύτρωσαι ἡμᾶς δεινῆς, τυραννίας δαιμόνων.
Ἐπίβλεψον ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
῏Ηχος β΄. Πρεσβεία θερμή.
Ἀββᾶ Ἰσαάκ, διδάσκαλε θεώσεως, δακρύων κρουνούς, ἐν κατανύξει δώρησαι, ὅπως πλύνω Ὅσιε, τῆς ψυχῆς μου τὸν βόρβορον, καὶ σὲ δοξάζω ἀεί, ὡς σωτηρίας πρόξενον.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Κύνας Πάτερ ἐκδίωξον, τοὺς φιλομακέλλους κατασπαράξαι μου, τὴν καρδίαν ἀναμένοντας, καὶ ἀλλοτριῶσαι τοῦ Δεσπότου μου.
Δεδεμένον ἀφύκτως με, τοῖς πλημμελημάτων δεσμοῖς μακάριε, ἐλευθέρωσον σοῦ δέομαι, ἵνα πετασθῶ πρὸς τὰ οὐράνια.
Ὁ καιρός μου παρέρχεται, ἄκαρπος Ἀββᾶ μου καὶ τί γενήσομαι; σπεῦσον τόνωσον ἰσχύας μου, καὶ τῆς παραλύσεως ἐξέγειρον.
Θεοτοκίον.
Σοὶ προσπίπτω Πανάμωμε, τῇ διασῳζούσῃ τοὺς ἁμαρτάνοντας, καὶ Κυρίῳ ἐπιστρέφοντας, διὰ τῆς ἁγίας μεσιτείας σου.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἢδη ὁ καιρός, τῆς ζωῆς Ἀββᾶ συντέτμηται, καὶ ὡς ἡ ἄκαρπος συκῆ τὴν ἐκκοπήν, πτοοῦμαι σπεῦσον, ἐν ἐσχάτῃ ὥρᾳ σῶσόν με.
Μέγας ὁ ποιῶν, ἀγρυπνίαν λέγεις Ὅσιε, τοῖς ἀσωμάτοις ἁμιλλώμενος, διὸ ὑπνοῦντα, πρὸς ἐγρήγορσίν με ἔγειρον.
Ἲσχυσεν Ἀββᾶ, ἡ συνήθεια καὶ ἕλκει με, ὥσπερ δήμιος τὸ θῦμα πρὸς σφαγήν, ὅθεν βοῶ σοι· λογισμούς μου ἐξαλλοίωσον.
Θεοτοκίον.
Νοῦν μου Ἀγαθή, τὸν ἀκράτητον συμπέδησον, τῇ σωτηρίῳ μνήμῃ γλυκυτάτου Ἰησοῦ, ὅπως ἐκφύγω, τῆς δουλείας τοῦ ἀλάστορος.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Εὐλόγησον, τὴν μικράν μου Ὅσιε, λειτουργίαν ἣν προσάγω Κυρίῳ, καὶ τὸν πτωχόν, ὀβολὸν πλήθυνόν μου, εἰς ἑκατὸν ἀρετῆς τὰ νομίσματα, ἀκούει γὰρ τὴν σὴν εὐχήν, ὁ Δεσπότης πληρῶν τὰ αἰτήματα.
Ὑψώσας μου, λογισμὸν ἐκπέπτωκα, ὡσεὶ κέδρος ὑψηλὴ τοῦ Λιβάνου, σαῖς προσευχαῖς, Ἰσαὰκ θεοφόρε, ἐν ταπεινώσει τὸν βίον περάσαι με, ἀξίωσον καὶ ἐφεξῆς, τῷ Χριστῷ εὐαρέστως πορεύεσθαι.
Χαλίνωσον, ἀναιδές μου ὄρνεον, ὡς ἐκάλεσας νοὸς τὰς κινήσεις, σεπτὲ ᾿Αββᾶ, καὶ εὐχῇ τοῦτον θρέψον, ἵνα πτωμάτων μὴ θέλῃ τὴν σκύλευσιν, καὶ πότισόν με δαψιλῶς, τῇ πηγῇ τῶν δακρύων τρισόλβιε.
Θεοτοκίον.
Ἠνέῳξας, τοῖς ἀνθρώποις Δέσποινα, τῆς ζωῆς τῆς ἀληθοῦς θείαν θύραν, ἥν ὡς στενήν, ἀξιώσαις περάσαι, κἀμὲ τὸν ράθυμον σφόδρα πρεσβείαις σου, καθαίρουσα τὸ ὀπτικόν, τῆς ταλαίνης ψυχῆς μου ἐν δάκρυσι.
Διάσωσον, ἀπὸ παθῶν ψυχοφθόρων τοὺς σοὺς ἱκέτας, ὦ Ἀββᾶ Ἰσαὰκ ὡς ἰσάγγελος, καὶ λύτρωσαι ἡμᾶς δεινῆς, τυραννίας δαιμόνων.
Ἂχραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
῏Ηχος β΄. Προστασία τῶν χριστιανῶν.
Τῇ σῇ βίβλῳ ἐδίδαξας ἄπειρα, μοναστῶν καὶ μιγάδων συστήματα, ὅθεν Πάτερ, εὐγνωμοσύνης δέχου τὰς φωνάς, Ἀββᾶ Ἰσαὰκ καὶ πρὸς παθῶν, τὴν ἐκκοπὴν δίδου ἡμῖν, πατρικὴν εὐλογίαν σου, ὅπως κεκαθαρμένοι, ζήσωμεν ἐν Κυρίῳ, καὶ συναφθῶμεν μυστικῶς, εἰς αἰῶνα ἀτελεύτητον.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὑτοῦ.
Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Ματθαῖον
(Κεφ. ια΄ 27-30).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.
Δόξα.
Ταῖς τοῦ σοῦ Ὀσίου πρεσβείαις ᾿Ελεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἰσαὰκ μακάριε, τῶν ἀσκητῶν μέγα κλέος, ἱσταμένων στήριγμα, πεπτωκότων ἔγερσις, καὶ διδάσκαλε, τῶν ποθούντων κάθαρσιν, καὶ μετὰ Κυρίου, τὴν σωτήριον συνένωσιν, σὲ ἱκετεύομεν, δὸς ἡμῖν εὐχῶν σου βοήθειαν, καὶ σκεύη τιμιώτατα, ἀπὸ ἀναξίων ἐξάγαγε· ὅπως εὐγνωμόνως, τιμῶμέν σου τὴν μνήμην τὴν σεπτήν, καὶ τὸν Δεσπότην δοξάζωμεν, σὲ ὑπερδοξάσαντα.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Παῖδες ἑβραίων.
Νῆψιν Ἀββᾶ χαρίσαις πᾶσι, τοῖς τὴν βίβλον σου, ἐκ πόθου μελετῶσι, καὶ ποθοῦσι τὸν σὸν, μιμεῖσθαι θεῖον βίον, ὅπως εὐχὴν κτησώμεθα, ἐν γνησίᾳ μετανοίᾳ.
Εὗρες τὸν θεῖον Μαργαρίτην, δι᾿ ὅν πέπρακες, τὸν ἅπαντά σου βίον, καὶ πλουτήσας Ἀββᾶ, τῇ ἀρετῶν ἀσκήσει, ταύτας ἡμῖν ὡς φρόνιμος οἰκονόμος, μεταδοίης.
Νέκρωσον φρόνημα τοῦ κόσμου, ὦ θνησίζωε, ἐκ τῆς ἡμῶν καρδίας, καὶ τὴν μνήμην ἀεί, θανάτου ἐγκαινίσαις, ὅπως Χριστῷ συζήσωμεν, Ἰσαὰκ εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Μόνη ὑπάρχεις σωτηρία, Παναμώμητε ἐλπὶς ἀπηλπισμένων, διὸ πρόσχες κἀμοῦ, φωνῆς ἀπηλπισμένου, καὶ δωρεὰν παράσχου μοι, Παραδείσου θεῖον κλῆρον.
ᾨδὴ η΄. Τὸν ἐν ὄρει.
Ἐλεήμων ὡς ἔχων τὴν καρδίαν, πάντας ἤθελες, σωθῆναι ἐν Κυρίῳ, διὸ καῦσιν τὴν σήν, μετάδος μοι ὦ Πάτερ, τῷ ἐψυγμένῳ πάθεσι, καὶ παντοίαις ἁμαρτίαις.
Τρέμω Πάτερ τὴν τελευταίαν ὥραν, τῆς ἐτάσεως, ὡς φύλλον ἐξ ἀνέμου, ἔνδυσόν με γυμνόν, ἐσθῆτι τῇ τοῦ γάμου, μήπως τοῦ Δείπνου μέτοχος, κἀγὼ γένωμαι εὐχαῖς σου.
Ἀγγελός τις ὡς σεσωματωμένος, καὶ ἀσκήσεως, ὢν λύχνος φωτοφόρος, δίδαξόν με πῶς δεῖ, Θεῷ εὐαρεστῆσαι, καὶ μὴ ἀκάρπως δόλιχον, μοναζόντων διατρέξω.
Θεοτοκίον.
Νίκην δίδου ἀεὶ κατὰ ἐχθρῶν μου, Παναμώμητε, σαῖς θείαις ἱκεσίαις, ἵνα μὴ δι᾿ ἐμέ, βλασφημηθῇ Υἱός σου, Χριστὸς ὃν περ δοξάζομεν, οἱ πιστοὶ εἰς τοὺς αἰῶνας.
ᾨδὴ θ΄. ᾿Εξέστη ἐπὶ τούτῳ.
Οὐράνιον ὡς μάννα σαὶ διδαχαί, καὶ ποτὸν ὡς ἐκ πέτρας γνωρίζονται τοῖς μονασταῖς, ὧν καταγλυκαίνουσι δαψιλῶς, καρδίας καὶ συντείνουσιν, εἰς τὸν ἐν Χριστῷ ἀνακαινισμόν, οὗ Ἰσαὰκ θεόφρον, ἡμᾶς καταξιώσαις, τοὺς ἐντρυφῶντας τοῖς πυξίοις σου.
Ἰᾶσαι πρακτικώτατε ἰατρέ, ψυχοφθόρων παθῶν ἀναγνώστας σου καὶ τὰς πληγάς, ἐν ἐλαίῳ πίονι θαυμαστῶς, καθαίρεις ἐξ ὧν ἔμαθες, ὢν ἐν τῇ ἐρήμῳ Ἀββᾶ σοφέ, διὸ ἀντίμισθόν σοι, τὸν ὕμνον τοῦτον δέχου, ὃν εὐγνωμόνως ἀναμέλπομεν.
Ἀέρα ἧττον ἔπνεις τοῦ Ἰησοῦ, Ἰσαὰκ ὅθεν τούτῳ συγγέγονας, ἐξ οὗ τὸ πᾶν, ρῆμα ἀπεξήντλησας καὶ γραφαῖς, ἡμῖν κλῆρον παρέδωκας, ὑπὲρ πλοῦτον πρόσκαιρον καὶ φθαρτόν, δι᾿ οὗ υἱοὺς γενέσθαι, τῆς θείας Βασιλείας, τοὺς σὲ γεραίροντας ἀξίωσον.
Θεοτοκίον.
Ἀκένωτος ὑπάρχουσα ποταμός, τῶν χαρίτων τοῦ Πνεύματος Δέσποινα, δίδου ἡμῖν, τοῖς ἀνευφημοῦσί σε ἐκ ψυχῆς, τὸ ὕδωρ τὸ σωτήριον, καὶ τῆς Βασιλείας ἀναψυχήν, πρεσβεύουσα Κυρίῳ, σὺν ᾿Ισαὰκ τῷ μύστῃ, καὶ λατρευτῇ σου Θεονύμφευτε.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Σύρος ὢν τὸ γένος τὸ σαρκικόν, ἄγγελος Κυρίου, ἀνεδείχθης ὦ Ἰσαάκ, σάλπιγγι ἀγάπης, μετάνοιαν κηρύττων, καὶ σωτηρίας τρίβον, εὐθύνων λόγοις σου.
Ἀρχιερωσύνης τὸν στολισμόν, πόθῳ ἡσυχίας, καταλέλοιπας Ἰσαάκ, καὶ ἐπενεδύθης, τοῦ Πνεύματος τὴν Χάριν, δι᾿ ἧς τοὺς πεπτωκότας, ἐγείρεις πάνσοφε.
Μοναστῶν παιδεύεις Ἀββᾶ χορούς, δίαυλον βαδίζειν, ἐν ἀσκήσει καθαρτικῇ, καὶ Χριστὸν διώκειν, πάσῃ ψυχῆς δυνάμει, τὸν πλοῦτον Βασιλείας, διδόντα ἄφθονον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τῷ πυρὶ τῆς ἀγάπης ὁλοκαυτούμενος, ἀντὶ σώματος πνεῦμά σου ὥσπερ σφάγιον, ἀνενενέγκας τῷ Θεῷ φιλοσοφώτατε, τὰ βαθέα παρ’ Αὐτοῦ, ἐμυήθης Ἰσαάκ, καὶ ὥσπερ στόμα τι θεῖον, ἐκληροδότησας Πάτερ, ἡμῖν τὴν βίβλον σου.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
῏Ηχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σε.
Νέας Διαθήκης Ἰσαάκ, τὸν ἐγκαινισμὸν τῆς καρδίας σοφῶς διδάσκοντα, δεῦτε εὐφημήσωμεν, καθικετεύοντες· τῶν ῥευμάτων τοῦ Πνεύματος, ἀξίωσον Πάτερ, πάντας τοὺς τὴν βίβλον σου, ἀναγινώσκοντας, ὅπως ἐν καρποῖς μετανοίας, ἴδωμεν προσώπου Κυρίου, κάλλος τὸ ἀμήχανον πρεσβείαις σου.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Στίχοι·
Σφάττειν πονηροὺς υἱοὺς τῇ κατανύξει,
Ἀββᾶ Ἰσαάκ, ἀξίωσον σοὺς δούλους.