Παρακλητικός Κανών εις τον Όσιο Ισίδωρο Κρήτης συν τα τέκνα αυτού Γεώργιο και Ειρήνη

†Εορτάζονται στις 18 Οκτωβρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὸ τροπάριον·

 Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Χαριτοβρύτοις τῶν ἁγίων λειψάνοις, Ἱερομάρτυρος κλεινοῦ Ἰσιδώρου, καὶ Γεωργίου μάκαρος Εἰρήνης σεμνῆς, δεῦτε προσεπλάσωμεν, εὐλαβῶς προσκυνοῦντες, χάριν τε καὶ ἔλεος ἐξ αὐτῶν ἐκζητοῦντες, καὶ ἐν κινδύνοις θείαν ἀρωγήν, ἵνα βοῶμεν· τριὰς χαῖρε πάντιμε.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ἰσίδωρε, βοήθει μοι, ἱκετηρίως κράζω. Ἰω.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἰσίδωρε κράζω βοήθει μοι, καὶ ἱκετηρίως, ἀναπέμπω σμικρὰν ᾠδήν, ὅπως μὲ λυτρώσῃς μυστολέκτα, ἐκ τῶν παθῶν καὶ δεινῶν ἐν οἷς πέπτωκα.

Στυγνάζω τὴν ὄψιν καὶ κατηφῶ, ἐκ τῆς ψυχολέθρου, ῥαθυμίας· διὸ βοῶ· τὴν παραμυθίαν δώρησαί μοι, καὶ ψυχικὴν εὐρωστίαν Ἰσίδωρε.

Ἰάσεων χείμαῤῥον κρουνηδόν, τὸ σεπτόν σου σκῆνος, ἀναβρύει ξενοπρεπῶς· διὸ εὐλαβῶς αὐτῷ προσπίπτω, καὶ ἀρωγήν σου αἰτοῦμαι Ἰσίδωρε.

Θεοτοκίον.
Δυνάμεων Θρόνων καὶ Χερουβείμ, Σεραφεὶμ Ἀγγέλων, Ἀρχαγγέλων Ἐξουσιῶν, τῶν Κυριοτήτων καὶ Ἀρχῶν τε, τιμιωτέραν ἁγνὴν μεγαλύνομεν.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὠτειλὴν τῆς ψυχῆς μου καὶ τὴν δεινὴν κάκωσιν, τῇ θαυματουργῷ σου πρεσβείᾳ, τάχα θεράπευσον, ὅτι πελάζεις δισσῶς, ὡς ἱερεὺς καὶ ὡς Μάρτυς, τῷ Χριστῷ μακάριε, Πάτερ Ἰσίδωρε.

Ῥυπαρίαν παθῶν μου καὶ λογισμῶν βλάσφημον, μὲ καταποντίζει εἰς λάκκον, πάλιν κολάσεως· διὸ τὴν χεῖρα τὴν σήν, ὡς συμπαθὴς ἔκτεινόν μοι, καὶ εἰς φῶς ἀνάγαγε, Μάρτυς ἱκέτην σου.

Εἰρηναία σου κλῆσις νύμφη Χριστοῦ πάνσεμνε, ἐν τῇ Ἐκκλησίᾳ μηνύει, τὸν πολυπόθητον, τοῦ Παρακλήτου καρπόν, κατὰ τὸν Παῦλον εἰρήνην, ἣν ποθῷ δοθῆναί μοι, Μάρτυς πρεσβείαις σου.

Θεοτοκίον.
Βιοτεύων ἀσώτως τὰς ἐντολὰς Δέσποινα, τοῦ Εὐαγγελίου ὁ τάλας, πᾶσας ἠγνόησα· διὸ λιτάς σου αἰτῶ, τὰς μητρικὰς πρὸς Υἱόν σου, τοῦ λοιποῦ πορεύεσθαι, τρίβον σωτήριον.

Διάσωσον, ἱερομάρτυς Ἰσίδωρε σὺν τοῖς τέκνοις, τοὺς ἐν πίστει ὑμῖν προστρέχοντας Ἅγιε, ἀπὸ παντοίων, κινδύνων καὶ νοσημάτων.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Μαρτύρων Χριστοῦ, τρισάριθμον παράταξιν, τῆς Κρήτης βλαστούς, ἐνθέως μακαρίζομεν, ἐξ αὐτῶν αἰτούμενοι, ταχινὴν ἀντίληψιν κράζοντες· μὴ ἐπιλάθου πάντιμε τριάς, τῶν πίστει καὶ πόθῳ γεραιρόντων σε.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Οἰκοφθόρως ἐβίωσα, καὶ περιουσίαν μου ἐδαπάνησα· διὸ ἔλεος προσέρχομαι, ἐκζητῆσαι Μάρτυς εἰς τὸν οἶκόν σου.

Ἡδυπάθειαν σώματος, καὶ ψυχῆς Ἰσίδωρε τὸ ἀκόλαστον, νῦν χαλίνωσον ἱκέτου σου, ταῖς ἡνίαις θείων χαρισμάτων σου.

Θεοσέπτωρ Ἰσίδωρε, μετὰ τῶν τεκνίων σου Χριστῷ πρέσβευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν, πάντων τῶν ὐμνούντων τὰ σὰ θαύματα.

Θεοτοκίον.
Ἐξεφαίδρυνας ἄνθρωπον, τῇ σεπτῇ γεννήσει σου ἀπειρόγαμε, ἀλλ’ ὡς ἄσωτος ἐῤῥύπωσα, τῆς ψυχῆς στολὴν τὴν θεοΰφαντον.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἴσχυσον ψυχή, ταῖς λιταῖς Ἱερομάρτυρος, καὶ ταῖς πρεσβείαις παίδων θεοφιλῶν, καὶ ἀγωνίζου πλουτοῦσα, τούτους ὡς πάτρωνας.

Μύρον κενωθέν, ἐκ ταμείων θείου Πνεύματος, ὀστὰ ἐκάλυψέ σου κροκοβαφῆ· ὅθεν ὀσμῆς εὐωδίας, ψυχήν μου πλήρωσον.

Ὄλβιόν ἐστι, τὸ οἰκεῖν ὁμοῦ ὡς ἔλεγεν, προφητάναξ πάλαι τοὺς ἀδελφούς, ἐξ ὧν δοθῆναί μοι πνεῦμα, αὐτῷ φιλάδελφον.

Θεοτοκίον.
Ἴασαι πληγάς, τῆς ψυχῆς ἐκ παραβάσεως, καὶ παθημάτων ἕλκη τὰ ἀλγεινά, τῇ μητρικῇ σου φροντίδι, χρωμένη Δέσποινα.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἰάσεων, κρουνηδὸν τὰ νάματα, ἡ σορὸς τῶν Ἀθλητῶν ἀναβλύζει· ὅθεν πιστοί, τῶν σωμάτων τὰ ἄλγη, καὶ τὰ νοσήματα λούσωμεν ἅπαντες, νευρώσεις δὲ τὰς ψυχικάς, τῇ ῥοῇ τῶν θαυμάτων ἐκπλύνωμεν.

Κυμάτων, βιοτικῶν τὸν κλύδωνα, καὶ τὴν θύελλαν παθῶν ἀκαθάρτων, νῦν Ἀθληταί, κατευνάσατε τάχει, ταῖς θερμοτάταις πρεσβείαις πρὸς Κύριον, Ἰσίδωρε θαυματουργέ, καὶ Εἰρήνη σεμνὴ καὶ Γεώργιε.

Ἐρχόμενοι, λογισμοὶ μὲ ῥίπτουσιν, εἰς τὸ βάραθρον δεινῆς ἀπωλείας, ὅπου ἐκεῖ, ὁ ἀκοίμητος σκώληξ, καὶ ὁ τριγμὸς τῶν ὀδόντων φοβίζει με· διὸ καὶ ἠχηρῶς βοῶ· ἐπιθέσεις ἐχθροῦ διασκέδασον.

Θεοτοκίον.
Τὸν μόνον, ἐκ τοῦ Πατρὸς ἀμήτορα, καὶ ἀπάτορα ἐκ σοῦ Θεὸν Λόγον, Μῆτερ ἁγνή, Παναγία δυσώπει, τῇ μητρικῇ νῦν χρωμένῃ πρεσβείᾳ σου, πρὸς Κύριον σου καὶ Υἱόν, ὐπὲρ πάντων ἠμῶν τῶν τιμώντων σε.

Διάσωσον, ἱερομάρτυς Ἰσίδωρε σὺν τοῖς τέκνοις, τοὺς ἐν πίστει ὑμῖν προστρέχοντας Ἅγιε, ἀπὸ παντοίων, κινδύνων καὶ νοσημάτων.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Παραδόξῳ τρόπῳ ἐκ τῆς γῆς ἀνεφάνησαν, Ἰσιδώρου καὶ τοῦ Γεωργίου Εἰρήνης τε, εὐωδίας τῆς πνευματικῆς τὰ ἔμπλεα ὀστά· διὸ ἔσπευσα ὁ ἐνδεής, εἰς τὴν προσκύνησιν αὐτῶν, ἐκβοῶν πρὸς τοὺς Μάρτυρας· ῥάνατε παναγίου, τοῦ Πνεύματος εὐωδίαν, εἰς τὴν ψυχὴν τοῦ ταπεινῶς, ὑμῶν μέλποντος τὰ θαύματα.

Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὀ Κύριος.

Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. κα΄ 12-19).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπὸ τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων, καὶ συγγενῶν, καὶ φίλων, καὶ ἀδελφῶν· καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.

Δόξα.
Ταῖς τῶν Ἀθλοφόρων πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἔγραφεν ὁ κάλαμος, τοῦ Προφητάνακτος πάλαι, τῶν δικαίων λείψανα, διασώζει Κύριος ἀδιάφθορα, τούτου ἄρτι ἡ πρόῤῥησις, ἐπὶ Ἀθλοφόρους, ἐπληρώθη ἐμφανέστατα, ὅτε ἐκόμισαν, ἐκ σκιᾶς τοῦ τάφου σκηνώματα, κλεινοῦ Ἱερομάρτυρος, καὶ Παιδομαρτύρων ἃ σέβομεν. Ταῦτα προσκυνοῦμεν, δεχόμενοι χαρίτων πλησμονήν, οἱ εὐλαβῶς ἀνακράζοντες· χαῖρε Τριὰς πάντιμε.

Σῶσον ὀ Θεός, τὸν λαό σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἡ χάρις τοῦ Παρακλήτου πρὸ τῆς ὁμολογίας καθαρωτάταις ψυχαῖς, ἐσκήνωσε μαρτύρων, Εἰρήνης Ἰσιδώρου, Γεωργίου τοῦ μάκαρος· διὸ τὰ σκήνη αὐτῶν, ἡμᾶς νῦν εὐλογοῦσιν.

Ῥωμαλέᾳ σου γνώμῃ καὶ Σταυροῦ τῇ δυνάμει ἀγαρηνῶν τὰς βουλάς, ἐσκέδαζες τρισμάκαρ· διὸ καὶ διαθέσεις, ἀρχεκάκου διάλυσον, ἵνα κἀγὼ ἐκβοῶ· ἡ δόξα τῷ Κυρίῳ.

Ἰσχὺν καὶ προστασίαν ἐναντίον δαιμόνων καὶ λογισμῶν τοῦ ἐχθροῦ, ἡ τριὰς παρέχει, ἐνδόξων Ἀθλοφόρων, τοῖς βοῶσι καὶ ψάλλουσι· χαῖρε Μαρτύρων Χριστοῦ, τριὰς ἠ πανολβία.

Θεοτοκίον.
ᾨδικῶς σὲ Παρθένε ὁ πανάθλιος παῖς Σου πῶς ἀνυμνῆσαι τολμῶ; ἢ πῶς τῇ σῇ Εἰκόνι, θαρσέω προσκυνῆσαι, ὁ ταλαίπωρος δοῦλός σου; ἀλλ’ ὦ Παρθένε ἁγνή, τὸν πόθον μὴ παρίδῃς.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Σωματικάς τε, καὶ ψυχικὰς ἀλγηδόνας, τῇ προσψαύσει τῶν παντίμων λειψάνων, τῶν τριῶν Μαρτύρων, Χριστέ μου ἐκδιώκεις.

Καθαρτικῇ, κατὰ παθῶν θεία δόσις, ἐχαρίσθη οὐρανόθεν σοι Μάρτυς· διὸ ἐξαιτοῦμεν, τὰς χάριτας πλουσίως.

Ῥοὴν δακρύων, καὶ στεναγμοὺς μὴ παρίδῃς, ταλαιπώρου οἰκέτου σου μάκαρ· ἀλλ’ ἐνίσχυσόν με, τῇ χάριτι ἣν ἔχεις.

Θεοτοκίον.
Ἄνασσα πέλεις, Χριστιανῶν ἣν τὰ γένη, μακαρίζομεν πάντα ἐνθέως, ὡς τῇ συγγενῇ σου, προεῖπας Θεοτόκε.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ζαχρείως τῆς ὁδοῦ μου, ὦ Ἱερομάρτυς, ἣν μέλλω βαίνειν ὀ τάλας ὑπάρχω ἐγώ· διὸ σοὶ σπεύδω γνωρῖσαί μοι, θεῖον θέλημα.

Ὡς μύσται τῆς Τριάδος, Μάρτυρες αἰτεῖσθε, τὴν ψυχικὴν σωτηρίαν τιμώντων ὑμᾶς· διὸ μολπὰς γηθοσύνους, νῦν ἀναμέλπομεν.

Ἰσίδωρε θεόφρον, Γεώργιε τρισμάκαρ, καὶ καλλιμάρτυς Εἰρήνη ὡς δύο λεπτά, τῆς χηρευούσης ἐκείνης, τὸν ὕμνον δέξασθε.

Θεοτοκίον.
Ὡραῖον παρὰ πάντας, γόνους τῶν ἀνθρώπων, ὃν σὺ ἐκύησας ξένως καὶ Λόγον Θεοῦ, σὺν τῇ τριάδι Μαρτύρων, Κόρη ἱκέτευε.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τῶν Μαρτύρων ἡ τριφεγγής, σύνοδος ἀστέρων, ἠ φωτίζουσα ἰλαρῶς, τῶν πιστῶν τὰς φρένας, φωτὶ τοῦ μαρτυρίου, Χριστοῦ τὴν Ἐκκλησίαν, ἠ σελαγίζουσα.

ᾌσμασι καὶ ὕμνοις ἀθλητικοῖς, πράξεσιν ἐνθέοις, ἰσαγγέλῳ δὲ βιοτῇ, ἀξίως τριάδα, Μαρτύρων πανενδόξων, χορεῖαι Ὀρθοδόξων, δεῦτε τιμήσωμεν.

Ἱερέων δόξαν καὶ καλλονήν, καὶ τῶν Ἀθλοφόρων, τὴν περίδοξον χαρμονήν, τοῦ Εὐαγγελίου, φιλότιμον ἐργάτην, Ἰσίδωρον τὸν θεῖον, νῦν μεγαλύνωμεν.

Ῥῶσιν καὶ ὑγιείαν πνευματικήν, ὡς κρουνὸς πηγάζει, τῶν λειψάνων θήκη σεπτή, σοφοῦ Ἰσιδώρου, καὶ μάρτυρος Εἰρήνης, κλεινοῦ δὲ Γεωργίου, οὓς μακαρίζομεν.

Εὐθαλῶς ἐβλάστησαν ἐν τῇ γῇ, τῆς μεγαλονήσου, μαρτυρίου τρία φυτά, ἀθλήσεως πάλαι, τοῖς ῥείθροις ποτισθέντα, σκιᾷ δὲ νῦν θαυμάτων, Κρήτην δροσίζοντα.

Τὴν μνήμην τιμῶμεν χαρμονικῶς, τοῦ ἰερωτάτου, Ἰσιδώρου καὶ Ἀθλητοῦ, καὶ Παιδομαρτύρων, Εἰρήνης τῆς παρθένου, καὶ θείου Γεωργίου, τοῦ γενναιόφρονος.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ἴδε, τριλαμπῆ ἀστερισμόν, ἐν τῷ Ἐκκλησίας αἰθέρι, ὦ παροδῖτα ζωῆς, λάμπρυνον διάνοιαν, φωτὶ ἀθλήσεως, Ἰσιδώρου τοῦ μάκαρος, παρθένου Εἰρήνης, θείου Γεωργίου τε, τοῦ ἀνδρειόφρονος· τούτους ὠς ὁρόσημα ἔχε, βίου δὲ φαιδροὺς ὀδοδείκτας, κάλλη Παραδείσου τοὺς δεικνύοντας.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.