Παρακλητικός Κανών εις τον Όσιο Ισίδωρο Πηλουσιώτη

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

† Εορτάζεται στις 4 Φεβρουαρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὸ ἐξῆς·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῷ κατασβέσαντι σαρκίου τὴν φλόγα, ἱδρώτων χεύμασι καὶ ῥείθροις δακρύων, καὶ παρεστῶτι βήματι τανῦν τοῦ Χριστοῦ, ἅπαντες προσπέσωμεν, ἐκβοῶντες· μὴ παύσῃ, ὅσιε Ἰσίδωρε, Πηλουσίου κοσμῆτορ, Αὐτῷ πρεσβεύειν πέμψαι δαψιλῶς, ἡμῖν τὸ μέγα, καὶ πλούσιον ἔλεος.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ἰσιδώρῳ προσπίπτῳ, τῷ Πηλουσίῳ, κλέει. Χ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἰσίδωρε κλέισμα μοναστῶν, μὴ παύσῃ πρεσβεύειν, τῷ Κυρίῳ ὑπὲρ ἡμῶν, τῶν πίστει τιμώντων τὴν σὴν μνήμην, ἐνσαρκωτὰ δωρημάτων τοῦ Πνεύματος.

Σοφώτατε Ὅσιε ὡς λαμπτήρ, ἐκ γῆς τῆς Νειλώας ἀνετέταλκας εὐκρινῶς, φωτίζων σκοτόμαιναν καρδίας, τῶν σὲ ὑμνούντων αὐγαῖς θείας χάριτος.

Ἰδεῖν τὸν Δεσπότην καὶ Λυτρωτήν, ἐν πόλει τῇ ἄνῳ, καταξίωσον ἀσκητά, Ἰσίδωρε πάντας ὡς πολίτης, τῆς οὐρανίου πατρίδος θειότατος.

Διδάσκων ἀζύγους καὶ νουθετῶν, σοῖς λόγοις πατέρων, ἀναδείχθης ὑπογραμμός, Ἰσίδωρε ὅθεν δυσωπῶ σε, ποιεῖν Χριστοῦ δίδαξόν με τὸ θέλημα.

Θεοτοκίον.
ᾨδὰς ἐξυφαίνοντες μυστικάς, ὑμνοῦμέν σε Μῆτερ, ἀσιγήτως ὡς τοῦ Θεοῦ, λαμπρὸν οἰκητήριον καὶ κόσμου, τοῦ μεγαλύνοντός σε παραμύθιον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ῥυπαρότητα τάχος ταῖς σαῖς ῥοαῖς ἔκπλυνον, λογισμῶν μου Πηλουσιῶτα θεῖε Ἰσίδωρε, ὁ τὴν ψυχὴν ἱεροῖς, ῥύπου καθάρας καμάτοις, προσευχαῖς καὶ ῥεύμασι, θείοις ἱδρώτων σου.

Ὡραιώθης τῷ κάλλει τῶν σῶν γραφῶν Ὅσιε, κάλαμε τοῦ Πνεύματος θεῖε, μάκαρ Ἰσίδωρε· διό σε νῦν δυσωπῶ, πρὸς τὴν σωτήριον γνῶσιν, ἴθυνόν με ὅπως σε, στέφω τοῖς ᾄσμασι.

Πολυτίμητον ὄντως πιστῷ λαῷ ἔλιπες, τοὺς ἐμψύχους λόγους σου Πάτερ σῶφρον Ἰσίδωρε, κληροδοσίαν τῷ νῦν, σὲ μεγαλύνοντι θείαις, σαῖς εὐχαῖς προστρέχοντι, βίου ἐν θλίψεσι.

Θεοτοκίον.
Ῥῦσαι πάντας ἐκ βλάβης τοῦ πονηροῦ Δέσποινα, τοῦ εἰς ἁμαρτίας ποντίσαι βόθυνον θέλοντος, τοὺς σοὺς οἰκέτας ἁγνή, ἵνα ὡς ῥῦστιν τιμῶσί σε, καὶ μεγαλύνουσι, τόκον τὸν θεῖόν σου.

Κατεύθυνον, πρὸς ἀπαθείας λιμένας πνευματοφόρε, τοὺς τιμῶντας πανευλαβῶς σὲ μάκαρ Ἰσίδωρε, ἀῤῥήτου σοφίας ὡς θεῖον σκεῦος.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ἡ χάρις τοῦ Πνεύματος, κινήσασα τὴν χεῖρά σου, πρὸς θείας γραφὰς ἀνέδειξε Ἰσίδωρε, σὲ Πατέρων ἔκτυπον, Πηλουσίον ἔμπνουν θησαύρισμα· διὸ βοῶ σοι· δίδαξον κἀμὲ ὁδὸν τὴν σωτήριον πορεύεσθαι.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὀκνηρίας ἐκδίωξον, ἀφ’ ἡμῶν ζοφώδη ἀχλὺν Ἰσίδωρε, ὁ ἀόκνως ἐργαζόμενος, τοῦ Χριστοῦ τὸν λόγον τὸν σωτήριον.

Στερεώματι πίστεως, σὲ ὡς φωτοφόρον Χριστὸς ἐνέθετο, σέλας ὅσιε Ἰσίδωρε, τὰς ψυχὰς ἡμῶν φωτίζον λόγοις σου.

Πηλουσίου ὡράισμα, ὄρους καὶ Αἰγύπτου βλαστὲ θεόφυτε, μετανοίας τρίβον δεῖξόν μοι, τὴν πρὸς οὐρανίους θόλους ἄγουσαν.

Θεοτοκίον.
Ἰαμάτων ἐπίσταξαι, ὄμβρους Θεομῆτορ ἐπὶ τοὺς δούλους σου, τοὺς πυρέσσοντας ἑκάστοτε, καὶ ἐκδεχομένους τὴν σὴν εὔνοιαν.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Πλοῦτον τὸν φθαρτόν, πάτερ Ὅσιε ἀπέλιπες, καὶ πτωχείαν ἐπεπόθησας Χριστοῦ, ἧς τὸν πόθον καὶ ἡμῖν θεόφρον ἄναψον.

Τεῖχος ἀρετῶν, ἀῤῥαγέστατον Ἰσίδωρε, περιτείχισον τοὺς σπεύδοντας εἰς σέ, τῇ δυνάμει τῆς ἐνθέρμου προστασίας σου.

Ὡς τῶν μοναστῶν, καλλονὴν ἐγκωμιάζων σε, δυσωπῶ σε τῆς σαρκός μου σαῖς λιταῖς, καταπάτησον χαμαίζηλον τὸ φρόνημα.

Θεοτοκίον.
Τόμον τῆς Χριστοῦ, εὐσπλαγχνίας σε χρυσόδετον, καὶ ἀρχεῖον θεοσδότων ἀρετῶν, σὲ κατέγνωμεν Μητρόθεε πανύμνητε.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὡς ἄμπελον, ἀρετῶν κυπρίζουσα, καὶ ἐρήμου εὐθαλέστατα φοῖνιξ, καρποὺς ἐξήνθησας θείων σου λόγων, ὑπὲρ τὸ μέλι ἡδίστους Ἰσίδωρε, βροτοῖς προσάγοντας ταχύ, γλυκασμὸν τοῖς προστάτην σε ἔχουσι.

Πυρίμορφον, ἀληθῶς ὡς ἄνθρακα, ἡ τοῦ Πνεύματος ἀνέδειξε χάρις, σὲ τὸν πιμπρῶντα Ἰσίδωρε ὄφιν, δεινὸν καὶ φλέγοντα πάθη δυσίατα· ὅθεν κραυγάζω σοι κἀμοῦ· ἁμαρτίας κατάφλεξον φρύγανα.

Ἠρίστευσας, ἐν ἀγώνων σκάμμασι, καὶ τὸν δόλιον ἐπάλαισας τάχος, ἐχθρὸν συντόνοις Ἰσίδωρε πόνοις· διὸ κἀμὲ δυσωπῶ σε κραταίωσον, καταπατῆσαι μηχανάς, τοῦ δεινῶς πολεμοῦντός με δαίμονος.

Θεοτοκίον.
Λιμένα σε, οἱ πιστοὶ ἀχείμαστον, ἐν δεινοῖς οἱ θαλαττεύοντες βίου, Θεοκυῆτορ κατέγνωμεν πάντες, ἀναβοῶντες ἀνθρώπων διάσωσμα, ἐκ τρικυμὶς συμφορῶν, τὸν οἰκέτην σου σῷον ἀνάγαγε.

Κατεύθυνον πρὸς ἀπαθείας λιμένας πνευματοφόρε, τοὺς τιμῶντας πανευλαβῶς σὲ μάκαρ Ἰσίδωρε, ἀῤῥήτου σοφίας ὡς θεῖον σκεῦος.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προστατεύειν τῶν εἰλικρινῶς προσιόντων σοι, καὶ τῶν σῶν οἰκετῶν θεραπεύειν νοσήματα, μὴ ἐλλίπῃς ὡς ἰατὴρ Ἰσίδωρε, ταχὺς καὶ πρεσβευτὴς πρὸς τὸν Θεὸν ταχινός, ἵνα κράζομεν· πρόφθασον, Πηλουσίου σεμνότης, καὶ ῥῦσαι βλάβης τοῦ παμβεβήλου τοὺς πιστῶς, εὐφημοῦντάς σε σοφώτατε.

Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. στ΄, 17-21)
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος πολὺς μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ, καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἱ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτός, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ, ἔλεγεν· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Δοξα.
Ταῖς τοῦ σοῦ Οσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Κόπασον τὸν τάραχον, τοῦ χοϊκοῦ μου σαρκίου, καὶ τὸν σάλον πράυνον, τῆς ψυχῆς Ἰσίδωρε πανσεβάσμιε, ἀσκητῶν πρόβολε, καὶ Πατέρων δόξα, Πηλουσίου ὄρους καύχημα, καὶ θείου Πνεύματος πάγχρυσε γραφίς, ἵνα σπεύδων σοι ἐν βίου περιστάσεσι, καὶ δεινοῖς εὑρίσκω ἀντίληψιν, ὕμνοις δὲ σὴν μνήμην, τὴν θείαν καταστέφω ἱεροῖς, καὶ αἶνον πέμπω τῷ Κτίσαντι, σὲ τῷ κραταιώσαντι.

Σῶσον ὀ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὄμβροις θείων σου λόγων καὶ χαρίτων κατάρδευσον ὁσιώτατε, Ἰσίδωρε ψυχήν μου, τὴν ἀπεξηραμμένην, τοῦ βλαστῆσαι σεμνότητος, καὶ μετανοίας καρπόν, πολὺν πνευματοφόρε.

Ὑφειμένους τῷ πλήθει τῶν πταισμάτων Ἰσίδωρε παμμακάριστε, καὶ τοὺς κατεστιγμένους, ἀμέτροις ἀνομίαις, τῆς πρεσβείαις σου ἴασαι, φαρμάκῳ τῷ μυστικῷ, ἐρήμου ὑφηγῆτορ.

Σωφροσύνης ἀκρότης ἐγκρατείας πυξίον καὶ γνώμων νήψεως, Ἰσίδωρε θεόφρον, ἀνάδειξον σοφίας, καὶ συνέσεως πρότυπα, τοὺς ἐκζητοῦντας θερμῶς, τὰς πρὸς Θεὸν λιτάς σου.

Θεοτοκίον.
Ἰατὴρ ἀσθενούντων καὶ ἀκέστωρ στενόντων ὑπάρχεις πάναγνε, Κυρία Θεοτόκε· διὸ θανατηφόρα, ἱκετεύω σε ἴασαι, ψυχῆς μου πάθη ταχύ, τὰ κατατρύχοντά με.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὁ πλούτῳ λόγων, τὴν Ἐκκλησίαν κοσμήσας, τῶν σοφῶν σου πλουτεῖν θεοφόρε, τοὺς σὲ ἀνυμνοῦντας, ἀξίωσον ἐν πόλῳ.

Ὑπὲρ τῶν πίστει, ἐπιτελούντων σὴν μνήμην, γόνε πάντιμε Ἀλεξανδρείας, καὶ φωστὴρ ἀζύγων, ἱλέωσαι τὸν Κτίστην.

Κερδῆσαι μόνον, Χριστὸν παμμάκαρ ποθήσας, τὰ τοῦ κόσμου ἡγήσω σκιώδη, ἃ καὶ σὸν ἱκέτην, ἀξίωσον μισῆσαι.

Θεοτοκίον.
Λῦσον δεσμούς μου, τῆς ἁμαρτίας Παρθένε, τοὺς οἰκτρῶς με δουλοῦντας ἐν βίῳ, καὶ πρὸς εὐνομίας, κατεύθυνόν με τρίβους.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Εὑρὼν τῶν σῶν ἀτρύτων, ἐν τοῖς θείοις δόμοις, καμάτων πάτερ Ἰσίδωρε ἔπαθλα, τῶν σὲ τιμώντων κατ’ ἄμφω ὑγίειαν αἴτησαι.

Ἐξάλειψον τὰ πλήθη, τῶν ἀγνοημάτων, ταῖς σαῖς θερμαῖς πρὸς Θεὸν παρακλήσεσιν, ἡμῶν Ἰσίδωρε κάλαμε θεοκίνητε.

Ἰσίδωρε θεόφρον, βλάστημα Αἰγύπτου, καὶ συμπολῖτα τῶν ἄνω δυνάμεων, ὑπὲρ ἡμῶν ἐκδυσώπει, τὸν πολυεύσπλαγχνον.

Θεοτοκίον.
Χρυσάκτινε λυχνία, κεχαριτωμένη, τὸν ἐσβεσμένον μου λύχνον διάναψον, καὶ φῶς συνέσεως δεῖξον, κἀμὲ λαμπρότατον.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τῆς Ἀλεξανδρείας κλεινὸς βλαστός, ἄνθος εὐσεβείας, καὶ συνέσεως μυριστόν, εὐωδία λόγων, τῶν σῶν πιστῶν ἡδύνεις, Ἰσίδωρε παμμάκαρ, σὲ τοὺς γεραίροντας.

Μολυσμοὺς ἐκπλύνας τοὺς τῆς σαρκός, χεύμασι δακρύων, καὶ τοῦ Πνεύματος καθαρόν, γεγονὼς δοχεῖον, κιρνᾶς πιστοὺς ἀφθόνως, τῆς σωτηρίας πόμα, σῶφρον Ἰσίδωρε.

Χαίροις μοναζόντων ἡ καλλονή· χαίροις ἱερέων, θεοσόφων ἡ κορυφή· χαίροις Πηλουσίου, τοῦ Ὄρους μυροθήκη, καὶ Ἐκκλησίας πάσης, κῦδος Ἰσίδωρε.

Δῶρον τῷ Κυρίῳ προσενεγκών, τῶν κατορθωμάτων, τὴν πλημμύραν σου ἀσκητά, εἴληφας ἐξ ὕψους, ἀντίδωρον παρέχειν, τὰς σωτηρίους δόσεις, πᾶσιν Ἰσίδωρε.

Χαίροις τῆς ἐρήμου φῶς τηλαυγές· χαίροις Πηλουσίου, ὄρους ἄνθος ἡδυτερπές· χαίροις ὁ ἀρδεύων, τοῖς ὀχετοῖς χαρίτων, καὶ ὄμβροις τῶν σῶν λόγων, πάντας Ἰσίδωρε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Γέρας, Ὀρθοδόξων τιμαλφές, Ἐκκλησίας ἄσειστον βάθρον, καὶ οὐρανόμηκες, πύργε θείας γνώσεως ἡμᾶς ἀνάψυξον, ἐν ἀνάγκαις τοὺς πέλοντας, δειναῖς ἀλγηδόσι, λοιμικοῖς νοσήμασι, καὶ δυσμενείᾳ ἐχθροῦ, ἵνα, γηθοσύνως τιμῶμεν, σὲ καὶ ἀναπέμπομεν δόξαν, σὲ τῷ κραταιώσαντι Ἰσίδωρε.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Πηγή και η Ακολουθία του Οσίου