Παρακλητικός Κανών εις τον Όσιο και Θεοφόρο Κενδέαν τον Θαυματουργό

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

†Εορτάζεται στις 6 Οκτωβρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὸ ἐξῆς·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὑδὼρ ἐκβλύσας θαυμαστῶς ἐκ τῆς πέτρας, καὶ Ἰωνᾶν ὑπερφυῶς συναντήσας, τὸν σὸν Κενδέα, φίλτατον σοφόν ἀσκητήν, ὥφθης οἰκητήριον θεῖον τοῦ Παρακλήτου, ὅθεν σοὶ προσπίπτοντες ἀνακράζομεν· σβέσον, ταῖς ἐπομβρίαις τῆς σῆς ἀρωγῆς, τὸν τῆς ψυχῆς μου, ἐκκαίοντα τάραχον.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
ΚΕΝΔΕΑ, ΤΑΧΥΣ ΑΡΩΓΟΣ ΓΕΝΟΥ ΧΑΡΑΛΑΜΠΟΥΣ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Κενδέα πανόσιε ἀσκητά, λιτάς σου τὰς θείας, ὁ ταλαίπωρος ἐκζητῶν, κραυγάζω σοι τόνδε μοι τὸν ὕμνον, ὡς προσφορὰν ἱκετήριον πρόσδεξαι.

Ἑρπύζοντα ὄφιν ταῖς σαῖς εὐχαῖς, ἀπέλασον τάχος, Ὁσιώτατε ἀφ᾿ ἡμῶν ὁ βέλη αὐτοῦ τὰ ἰοβόλα ἐξοστρακίσας συντόνοις ἀσκήσεσι.

Ναὸν Παρακλήτου φωτοειδῆ, Κενδέα θεόφρον, κατεσκεύασας σεαυτόν, ἀόκνοις στερήσεσι καὶ πόνοις, διὸ καὶ χάριν θαυμάτων ἀπείληφας.

Θεοτοκίον.
Ἐκ σοῦ ἐγεννήθη Μῆτερ Θεοῦ, δρακί ὁ τὴν κτίσιν, περιέπων ὡς ἀληθῶς, Χριστὸς ὁ βουλόμενος θεῶσαι, καὶ ἀφθαρτῆσαι τὸ γένος τὸ βρότειον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀνελθὼν τὰς βαθμίδας τῶν ἀρετῶν, Ὅσιε, παῤῥησίαν εὗρες πρὸς Κτίστην, δοῦναι τοῖς σπεύδουσι, ταῖς ἱκεσίαις ταῖς σαῖς, Κενδέα λύσιν ἐκ πόνων, στεναγμῶν καὶ θλίψεων, Πάτερ πανεύφημε.

Τῆς ἐρήμου πολίτης ἀναδειχθεὶς ἄριστος, μέλιτι ἁγνείας ἐτράφης καὶ ταπεινώσεως, πάτερ Κενδέᾳ σεπτέ, οὗ καὶ ἀσμένως τρυγῆσαι, πάντας καταξίωσον τοὺς σοὶ προστρέχοντας.

Ἀγρυπνίαις νηστείαις καὶ προσευχῶν πλήθεσι, τῆς σαρκὸς ἐνέκρωσας πάθη, Πάτερ χαμαίζηλα, καὶ ἐτροπώσω ἐχθρόν, τὸν ῥᾳδιούργον γενναίως, ὅθεν τῆς φαυλότητος τούτου με λύτρωσαι.

Θεοτοκίον.
Χαλεπῶν νοσημάτων καὶ ζοφερῶν θλίψεων, ὦ θεοκυῆτορ Μαρία, ἔαρ σωτήριον, τοὺς ἐκζητοῦντας ἀεί, τὴν κραταιάν σου πρεσβείαν, ῥῦσαι καὶ ἀπάλλαξον τούτους δεόμεθα.

Διάσωσον ἀπὸ παντοίων κινδύνων, πάτερ Κενδέα, τοὺς ἐν πίστει σῇ ἀρωγῇ προστρέχοντας, Ὅσιε, καὶ ᾄδοντας μνήμην σου τὴν ἁγίαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καί τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ὁσίων κρηπὶς καὶ ἔνθεον ὡράισμα, πιστῶν γλυκασμὲ Κενδέα καὶ προπύργιον, παρασχεῖν ἱκέτευε εἰρηναῖον βίον καὶ μάστιγα, τήν τοῦ πολέμου δίωξον ταχύ, τὸν μόνον τοῦ σύμπαντος Εἰρήναρχον.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὑπὲρ φύσιν ἡσκήτευσας, ἐν ἐρήμῳ πάτερ Κενδέα ἔνθεε, κατατρύχων τὸ σὸν βρότειον, σῶμα κακουχίαις καὶ στερήσεσι.

Σηπεδόνα μοῦ ξήρανον, τῆς ψυχῆς Κενδέα καὶ ἀπογνώσεως, κατεχούσης μὲ ἐξάρπασον, ἀσκητὰ Αὐγόρου ἐνθεώτατε.

Ἀπολαύοντες πάντοτε, τῆς σῆς μεσιτεία, Κενδέα ὅσιε, τὸν Θεὸν ἡμῶν δοξάζομεν, τὸν πλουσίως σε ἀντιδοξάσαντα.

Θεοτοκίον.
Ῥῶσιν δίδου τοῖς δούλοις σοῦ, τοῖς ὡς πρέσβυν ἔνθερμον σὲ γινώσκουσι, Θεοτόκε ὑμνοάνασσα, ῥόδον ὑφηλίου ἀφυλλάκανθον.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὤφθη Σιλωάμ, κολυμβήθρα ὦ πανόσιε, ἡ ἐν Κύπρῳ θεία μάνδρα σου παθῶν, δαψιλῶς πᾶσι προχέουσα ἰάματα.

Γέρας ἀσκητῶν, Ἰορδάνου καὶ πολύκρουνε, ἰαμάτων θεοδώρητε πηγή, πᾶσαν νόσον, ὦ Κενδέα μου ἐκκάθαρον.

Ὅρμος γαληνός, ἀνεδείχθης τῶν ἐν κλύδωσι καὶ παντοίαις τρικυμίαις ναυτικῶν, ὦ Κενδέα, ναυσιπόρων τὸ πηδάλιον.

Θεοτοκίον.
Σώφρονος ζωῆς, τὴν ὁδὸν ἡμῖν ὑπόδειξον, Θεοτόκε σωφροσύνης ἡ πηγή, καὶ ἁγνείας θεοτύπωτον ἐκτύπωμα.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Γηθόμενος, τὸν υἱόν τοῦ δράκοντος ἐθεράπευσας Κενδέα ταχέως, τὸ πονηρὸν ἐξ αὐτοῦ ἐκδιώκων, πνεῦμα ὑφ’ οὗ συνεχῶς κατετρύχετο, διὸ καὶ νῦν ἡμᾶς βελῶν, ἀπαλλάττεις τοῦ πλάνου ἀλάστορος.

Ἐκύκλωσαν, ὥσπερ θῆρες ἅρπαγες, τὴν ψυχήν μου τὰ ὀλέθρια πάθη, καὶ πρός τὸν ᾄδην ὠθοῦσι μοι Πάτερ, ἀλλὰ θαῤῥῶ τῇ στεῤῥᾷ μεσιτείᾳ σου, σπεῦσον οὖν κράζω καὶ ταχύ, ἐξ αὐτοῦ ὦ Κενδέα με λύτρωσαι.

Νοῦν σώφρονα, θεϊκῶν ἐλλάμψεων, πλήρη δώρησαι κἀμοὶ σῷ ἱκέτῃ, πάτερ Κενδέα ἐρήμου πολῖτα, ὁ τὰς ὀρέξεις μαράνας τοῦ σώματος, σκληραγωγίᾳ προσευχῇ, χαυμενίᾳ καὶ νήψει, ὑπέρλαμπρε.

Θεοτοκίον.
Ὀρέγεσθαι, βιοτῆς τῆς κρείττονος, καταξίωσον σὸν δείλαιον δοῦλον, Μῆτερ ἁγία φωτόκλωνον κλῆμα, τὸν βότρυν πέπειρον φέρον τὸν Κύριον, ὃν ἀνυμνοῦντες ἐσαεί, σὲ ἐν ὕμνοις φαιδροῖς μεγαλύνομεν.

Αἴτησις καί τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Μονοτρόπων τῶν ἐν τῇ ἐρήμῳ ἀγλάισμα, καὶ φωστὴρ ἀκτημοσύνης θεόσοφε, μὴ παρίδῃς ὡς συμπαθὴς ἡμῶν τὰς προσευχάς, καὶ τοὺς, ἐκ βάθους στεναγμούς, τῶν βοώντων· ἑκάστοτε, πάτερ σοφὲ Κενδέα, προπύργιον εὐλαβείας, καὶ ἀρετῆς πάντας ἡμᾶς, ἐκ κινδύνων ἀπολύτρωσαι.

Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχος. Τὶ ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν.

Εὐαγγέλιον,
κατὰ Λουκᾶν
(Κεφ. στ΄ 17 – 23).
Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολύ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καί τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπό τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο· καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε· ακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου. Χαρῆτε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ· κατά τὰ αὐτὰ γὰρ ἐποίουν τοῖς προφήταις οἱ πατέρες αὐτῶν.

Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Τῶν σεπτῶν ἀγώνων σου, ἐλαίῳ φαίδρυνον πάντων, νοῦν τε καὶ διάνοιαν, Ἀμμοχώστου τίμιον ἐνδιαίτημα, ἕλκη καὶ μώλωπας, τῆς ψυχῆς κάθαρον, καὶ σωμάτων τὰ νοσήματα, ἴασαι τάχιστα, τὰ ὀδυνηρὰ καὶ δυσφόρητα, Κενδέα θεόφρον, ὡς χάριν εἰληφὼς παρὰ Θεοῦ, μονῆς σεπτῆς σου θησαύρισμα καὶ Κυπρίων καύχημα.

Σῶσον, ὁ Θεός, τὸν λαὸν Σου….

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὑετίζουσα κόσμον, ἡ θερμή σοῦ πρεσβείᾳ Κενδέα ἔνδοξε, ὡς ζῳογόνος δρόσος, καὶ νᾶμα σωτηρίας, ἄρδει τοὺς προσπελάζοντας, τῇ Ἱερᾷ σου Μονῇ, ὡράισμα Κυπρίων.

Χαρισμάτων ταμεῖον, θεϊκῶν ἀνεδείχθης, Κενδέα ὅθεν σοι, προσφεύγοντες ἀπαύστως, οἱ στένοντες ἐν πόνοις, δυσφορήτοις κραυγάζομεν, ἀκέστωρ πέλεις ἡμῶν, ταχύτατος θεόφρον.

Ἀνυποίστους ἀγῶνας, ἐν τῇ Πάφῳ τρισμάκαρ Κενδέα ἤνεγκας, ἐν τε τῷ σπηλαίῳ, ὡς ἄυλος βιώσας, τὸν μισόκαλον ᾔσχυνας, καὶ νῦν ἐν πόλῳ οἰκῶν, ὑπὲρ ἡμῶν πρεσβεύεις.

Θεοτοκίον.
Ῥὠμαλαίους τῇ πίστει, Μητροπάρθενε κόρη, ἡμᾶς ἀνάδειξον, τοὺς τὰ πεπυρωμένα, τοῦ ἀντιχρίστου βέλη, εὐθαρσῶς ἀποκρούοντας, καὶ τὸν Υἱόν σου ὀρθρῶς, ὑμνοῦντας καθ᾽ ἑκάστην.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἀμέμπτου βίου, θεοειδεῖς ἀναβάσεις, καθυπόδειξον ἡμῖν πάτερ Κενδέα, ὁ δι’ ἐγκρατείας, ἀρθεὶς πρὸς ὕψος θεῖον.

Λάμψας ὡς σέλας, φωτοειδὲς ἐν τῇ Κύπρῳ, πρὸς οὐράνια μετῴκησας Κενδέα, δώματα φωτίζων, ἡμῶν τὴν ἀγνωσίαν.

Ἀπεγνωσμένῳ, ἐκ τῶν πολλῶν μου σφαλμάτων, μετανοίας τρίβους δεῖξον μοι Κενδέα, ὁ τὸ πλοῖον πάλαι, ἐκ δύνῃς διασώσας.

Θεοτοκίον.
Μεμολυσμένον, τῇ ῥυπαρὰ ἁμαρτίᾳ, ἀποκάθαρον τοῖς νίπτροις μετανοίας, Πάναγνε σὸν δοῦλον, εὐλογημένη Μῆτερ.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Πταισμάτων μοῦ τὰ πλήθη, πρεσβείαις σου Κενδέα, λῦσον ὁ σχίσας παθῶν τὸ χειρόγραφον, ὑπομονῇ διακρίσει, εὐχῇ καὶ δάκρυσι.

Ὁδήγει οὐρανόθεν, πρὸς εὔδιον λιμένα, τοὺς ἀνυμνοῦντας Κενδέα σὴν ἄσκησιν, καὶ πολιτείαν τὴν θείαν, ἀνευφημοῦντας σου.

Ὑφάπλωσον, Κενδέα, τὴν χάριν σου καὶ σκέπε, τὴν σὴν ἁγίαν Μονὴν ἐκ τοῦ δράκοντος, τῶν πειρασμῶν τῶν κυκλούντων αὐτὴν ἑκάστοτε.

Θεοτοκίον.
Σοφοί τὸ ὃν σοὶ θαῦμα, οὐ δύνανται νοῆσαι, Ἁγνὴ δι’ οὗ ἐθεώθη ὁ ἄνθρωπος, καὶ ὁ παράδεισος πάλιν πᾶσιν ἡνέῳκται.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις ὁ τὴν ἴασιν θαυμαστῶς, νεύματι σοῦ μόνῳ, δός τοῦ ἄρχοντος τῷ υἱῷ, χαίροις ὁ ἰθύνας ἐκ μέσου κλυδωνίου, τὸ πλοῖον ὦ Κενδέα πρὸς ὅρμον ἄκλυστον.

Ἰορδάνου ἔρημον ταῖς ῥοαῖς, ἤδρευσας δακρύων, ὦ Κενδέα θαυματουργέ, καὶ Κυπρίων χθόνα ἡγίασας ἀγῶσιν, ὑπερφυέσι, λύχνε τῆς θείας χάριτος.

Στῦλος ἀνεδείχθης μοναζουσῶν, προστατεύων πᾶσαν, τὴν σὴν μάνδρα ἐκ πειρασμῶν, θλίψεων καὶ νόσων, Κενδέα θεῖε πάτερ, ἀγλάισμα τῆς Κύπρου περιφανέστατον.

Βίον κατησπάσω μοναχικόν, καὶ θαυματουργίας, ἠξιώθης ἐπιτελεῖν, ἐραστὰ ἐρήμου ἀεὶ καὶ μετὰ πότμον, πανόσιε Κενδέα, Κύπρου θησαύρισμα.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ἁγιάσας ἀγῶσιν Ἰορδάνοιυ τὴν ἔρήμον, καὶ τῆς νήσου Κύπρου τὴν χθόνα, ἐξαιρέτοις παλαίσμασι, κατηύγασας ὡς ἄστρον ἀπλανές, τὰ σύμπαντα διὸ καὶ τὴν πληθύν τῶν θαυμάτων σοι ὁρῶντος, Κενδέα θεοφόρε, ἀνακράζομεν· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοὺ πᾶσιν ἰάματα.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Πάντων προστατεύεις.
Πάντων τῶν τιμώντων τὴν σεπτήν, μνήμην σου πολῖτα ἐρήμου, Κενδέα ὅσιε, φοῖνιξ ἀγλαόκαρπε ἀσκητικῶν ἀρετῶν, καὶ δοχεῖον τῆς χάριτος, χρυσοῦν τὰς αἰτήσεις, τάχιστα ἐκπλήρωσαι ταῖς πρὸς Θεόν σου λιταῖς, ἵνα ὡς ἀκέστορα θεῖον, ῥύστην ἀρωγὸν καὶ προστάτην, σὲ ἐν συμφοραῖς ἀεὶ κατέχωμεν.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Πηγή

Βίος