Παρακλητικός Κανών εις τον Όσιο Κλήμη τον εν τω Όρει του Σαγματά Ασκήσαντα

†Εορτάζεται στις 26 Ιανουαρίου

Εῦλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὂτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὀνομα τὸ ἅγιον αὐτοῦ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

καὶ τὰ παρόντα τροπάρια·

Ἦχος δ’`. Ὁ ὑψωθείς.
Τῷ τοῦ Χριστοῦ ὁσιωτάτῳ προσδράμωμεν, οἱ νόσοις χαλεπαῖς κατακείμενοι, ἐν κατανύξει κραυγάζοντες ἐκ βάθους ψυχῆς, Ἅγιε βοήθησον, Κλήμης Πατήρ θεόφρων, σπεῦσον ἐξελοῦ ἡμᾶς τῆς δεινῆς ἀσθενείας, μή ἐγκαταλείπῃς ἡμᾶς, τούς προσκυνοῦντας τήν πάντιμον Κάραν σου.

Δόξα.
Οἱ ὑπ’` ὀδυνῶν χαλεπῶν κατεχόμενοι καί ἀσθενείαις καί συμφοραῖς κατατρυχόμενοι, μετά κλαυθμῶν στενάζοντες ἐκ βάθους ψυχῆς, δράμωμεν δακρύοντες, θεοφόρου τῆ κάρα, κράζοντες ἐκ πίστεως: ἰατρέ τῶν νοσούντων, ταῖς σαῖς πρεσβείαις μάκαρ πρός Θεόν, ῥῦσαι ἡμᾶς πολυτρόπων κακώσεων.

Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμεν ποτέ, Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ανάξιοι˙ ειμή γάρ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο, ἐκ τοσούτων κινδύνων; Τίς δε διεφύλαξεν ἕως νῦν ἐλευθέρους; οὑκ ἀποστῶμεν Δέσποινα ἐκ σου˙ σούς γας δούλους σῴζεις ἀεί ἐκ παντοίων δεινῶν.

Εἶτα ὁ Ν’ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών

Ἦχος πλ. δ’`. ᾨδῇ ἀ`. Ὑγράν διοδεύσας.
Νόσῳ συνεχόμενος χαλεπή, πρός σε καταφεύγω, τήν ὑγείαν ἐπιζητῶν, ὦ πάτερ θεόφρων Κλήμης, ταχύς νῦν ἰατρός ἐπιφάνηθι.

Πειρασμῶν κλονοῦσι μοι προσβολαί, δεινῆς ἀθυμίας, ἐμπιπλώσαι μου τήν ψυχήν, γαλήνην παράσχου ὁσιώτατε πάτερ, τῷ τῆ θεία κάρα σου πίστει προστρέχοντι.

Χριστόν τόν Σωτῆρα, πάτερ σοφέ, δυσώπει ἀπαύστως λυτρωθῆναι με τῶν δεινῶν, σύ γάρ νῦν προσφεύγω παμμάκαρ θεόφρων, πνεῦμα ἐντείνω καί διάνοιαν.

Θεοτοκίον.
Νοσοῦντα τό σῶμα καί τήν ψυχήν, ἐπισκοπῆς θείας καί προνοίας τῆς παρά σου, ἀξίωσον μόνη Θεομήτωρ, ὡς ἀγαθή ἀγαθοῦ τε λοχεύτρια.

ᾨδῇ γ`. Σύ εἰ τό στερέωμα.
Σύ ἡμῶν βοήθεια, ὦ Κλήμης θεόφρων μακάριε, σύ ἰατρός παθῶν ἀνιάτων, καί δεινῶν ἀπολύτρωσις.

Κάρα σου ἡ πάνσεπτος, πηγάζει ἀφθόνως τά θαύματα, πᾶσι πιστοῖς, τοῖς προσκαλουμένοις, εἰς παθῶν ἀπολύτρωσις.

Ξένα καί παράδοξα, βλύζουσι θαύματα ἔνδοξε, κᾶρας τῆς σής, τοῖς πιστῶς αἰτοῦσι, τήν θερμήν σου ἀντίληψιν.

Θεοτοκίον.
Δός ἡμῖν βοήθεια, ταῖς ἱκεσίαις σου Πάναγνε, τάς προσβολάς ἀποκρουομένη, τῶν δεινῶν περιστάσεων.

Διάσωσον ἐκ νοσημάτων τούς δούλους σου Πάτερ, ὅτι πίστει μετά Θεόν εἰς σε καταφεύγομεν, τήν Κάραν σου προσκυνοῦντες ἐκ πόθου.

Ἐπίβλεψον ἐν εὐμενεία πανύμνητε Θεοτόκε ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Αἴτησις καί τό κάθισμα.
Ἦχος β’. Πρεσβεία θερμή.
Νοσοῦντας ἡμᾶς, καί πίστει καταφεύγοντας, πρός σκέπην τήν σήν Κλήμης` πάτερ μακάριε, ἴασαι ταχέως δεόμεθα, ὡς ἰατρός πανάριστος` καί ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἐκ πόθου τήν Κάραν γεραίροντας.

ᾨδῇ δ’`. Εἰσακήκοα Κύριε.
Τούς θορύβους τοῦ βίου μου, Ὅσιε κόπασον ταῖς πρεσβείαις σου, καί τόν κλύδωνα κατεύνασον, τῶν παθῶν ψυχῆς καί τοῦ σαρκίου μου.

Ὁ Χριστός ὀν ἐπόθησα, καί δι’ ὀν ἡγήσω πάντα ὡς σκύμβαλα, κεφαλήν σήν ἐδωρήσατο τοῖς νοσοῦσι μεγίστην βοήθειαν.

Ἀπολαύοντες πάντοτε, Κλήμης θεόφρων τῶν δωρημάτων σου, ἀναμέλπομεν ἐφύμνιον, οἱ γινώσκοντες σε εὐεπήκοον.

Θεοτοκίον.
Οἱ ἐλπίδα καί στήριγμα, καί τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι σε Πανύμνητε, δυσχερείας πάσης ἐκλυτρούμεθα.

ᾨδῇ ἕ`. Φώτισον ἡμᾶς.
Ἔμπλησον χαράς, Κλήμης τήν ἐμήν ψυχήν, βεβυθισμένην ἐν περιστάσεσι, καί ἐπιφοραῖς ἀνιαραῖς κινδυνεύουσαν.

Λύτρωσαι ἡμᾶς, Κλήμης Πάτερ σοφέ, ὡς παρρησίαν ἔχων πρός Κύριον, καί δυσώπει ἐκτενῶς ὑπέρ ἡμῶν τόν Θεόν.

Παῦσον τήν δεινήν, τῆς ἐμῆς ψυχῆς ἀσθένειαν, ἐπισκοπῆς σου ἀξίωσον, καί τήν ὑγείαν τήν πρεσβείαν σου παράσχου μοι.

Θεοτοκίον.
Ἴασαι Ἁγνῇ, τῶν παθῶν μου τήν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καί τήν ὑγείαν τῆ πρεσβεία σου παράσχου μοι.

ᾨδῇ στ`. Ἱλάσθητι μοι Σωτήρ.
Ἡ σή σεπτῇ κεφαλῇ, θεόθεν χάριν ἐδέξατο, ἰᾶσθαι πάθημα βροτῶν, ἐλαύνειν τε δαίμονας, λοιμῷ συσχεθέντας τε, καί πανώλη ταχέως θεράπευσον.

Ἐβίωσας ἐπί γῆς ὡς ἄσαρκος παναοίδιμε, ἰσάγγελον δε τιμήν, Χριστός σοι δεδώρηται, διό καί ἡ κάρα σου πηγάζει ὡς κρήνη, τοῖς νοσοῦσι τά ἰάματα.

Ἡ Βοιωτία ἐπί σοι, δικαίως μάκαρ ἁβρύνεται, Σαγματίου δε μονή γηθοσύνως ἀγάλλεται, τήν πάντιμον ἔχουσα κεφαλήν σου, Πάτερ θησαυρόν ὤσπερ πολύτιμον.

Θεοτοκίον.
Ῥυσθείημεν τῶν δεινῶν πταισμάτων ταῖς ἱκεσίαις σου, Θεογεννήτωρ Ἁγνῇ καί τύχωμεν πάναγνε τῆς θείας ἐλλάμψεως, τοῦ ἐκ σου ἀφράστως σαρκωθέντος Υἱοῦ τοῦ Θεοῦ.

Διάσωσον ἐκ νοσημάτων τούς δούλους σου Πάτερ, ὅτι πίστει μετά Θεόν εἰς σε καταφεύγομεν, τήν Κάραν σου προσκυνοῦντες ἐκ πόθου.

Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.

Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου…
Στίχ. Τι ανταποδώσωμεν τῷ Κυρίω…

Εὐαγγέλιον, Ἐκ τοῦ κατά Ματθαῖον
Τῷ καιρῶ ἐκείνῳ, προσκαλεσάμενος ὁ Ἰησοῦς τούς δώδεκα Μαθητάς αὑτοῦ, ἔδωκεν αὑτοῖς ἐξουσίαν κατά πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὑτά καί θεραπεύειν πᾶσαν νόσον καί πᾶσαν μαλακίαν. Τούτους ἀπέστειλεν ὅ Ἰησοῦς, παραγγείλας αὑτοῖς, λέγων. Εἰς ὀδόν ἐθνῶν μή ἀπέλθητε, καί εἰς πόλιν Σαμαρειτῶν μή εἰσέλθητε. Πορεύεσθε δε μᾶλλον πρός τά πρόβατα τά ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δε κηρύσσετε, λέγοντες Ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπρούς καθαρίζετε, νεκρούς ἐγείρετε, δαιμόνια ἐκβάλλετε, δωρεάν ἐλάβετε δωρεάν δότε.

Στίχ. Ἐλεῆμον, Ελέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.
Ψυχῇ τε καί σώματι, νοσοῦντες, δεῦτε ἐν πίστει, νῦν κατασπαζόμενοι ἁγιάσθητε` νόσους γάρ παύετε, δαίμονας ἐλαύνει, καί ψυχάς ἰᾶται ἀπό πταισμάτων, καί γάρ ἐδέξατο ἀφθόνως παρά Κυρίου τάς χάριτας, Κλήμης ὁ πανόσιος, ζήσας ἐπί γῆς ὤσπερ ἄσαρκος, σημεία δε ταύτᾳ τά θαύματα, καί κάρα ἡ σεπτῇ, ἤν προσκυνοῦντες δεόμεθα, σῶσον ἡμᾶς Κύριε.

Σῶσον ὁ Θεός τόν λαόν σου…

ᾨδῇ ζ`. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τῶν Ἀγγέλων, ἰσοστάσιος ὄντως Πάτερ τρισόλβιε, Κλήμης θεόφρων, ἐκλυτρώσαι κινδύνων, τούς ἐν πίστει κραυγάζοντας, ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητός εἰ.

Σεαυτόν τῷ Κυρίῳ προσενήνοχας Πάτερ, θύμα εὐπρόσδεκτον Κλήμης θεόφρων, καί νῦν μή διαλείπῃς, ἐποπτεύων τούς μέλποντας, ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητός εἰ.

Ὄλβον σε ἰαμάτων, καί πηγήν εὐσπλαγχνίας καί ἁγιότητος, καί τεῖχος σωτηρίας, νοσούντων τε ὑγείαν, ἐπιστάμενοι κράζομεν, ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητός εἰ.

Θεοτοκίον.
Σωμάτων μαλακίας, καί ψυχῶν ἀρρωστίας Θεογεννήτρια, τῶν πόθῳ προσιόντων, τῆ σκέπη σου τήν θεία θεραπεύειν ἀξίωσον, ἡ τόν Σωτῆρα Χριστόν ἡμῖν ἀποτεκοῦσα.

ᾨδῇ ἡ. Τόν Βασιλέα.
Τούς ἐκ λοιμοῦ τε καί πάσης ἄλλης ἀνάγκης, συσχεθέντας, παμμακάριστε Κλήμης, φύλαττε καί σῷζε, θερμή σου προστασία.

Τούς ἐν πίστει καί πόθῳ ζητοῦντας, εἰς ἴασιν τήν σήν Κάραν θεόφρων, φύλαττε καί σκέπε εἰς πάντας τούς αἰῶνας.

Τάς ἀμπελώνων τε καί ἀγρῶν ἀφορίας, νόσους τε βοσκημάτων ἀλόγων, ἀλθαίων θεόφρον, εὐχαῖς σου εὐπροσδέκτοις.

Θεοτοκίον.
Τῶν πειρασμῶν σύ τάς προσβολάς ἐκδιώκεις, καί παθῶν τάς ἐφόδους Παρθένε, ὅθεν σε ὑμνοῦμεν εἰς πάντας τούς αἰῶνας.

ᾨδῇ θ. Κυρίως Θεοτόκον.
Ἐλλάς σύν Βοιωτία, πέδον τε Εὐβοίας Θηβαίων, τόπος τήν Κάραν ὑμνήσατε, τοῦ Κλήμεντος θείαν καί χαριτόβρυτον.

Πηγάζει γάρ ὡς κρήνη, θαύματα τοῖς πόθῳ προσκαλουμένοις αὑτήν καί ἐκ πίστεως, καί διασῴζει ἐκ πάσης βλάβης καί θλίψεως.

Τούς πόθῳ προσκυνοῦντας, τήν σεπτήν σου Κάραν και τήν σήν μνήμην φαιδρώς ἑορτάζοντας, πατήρ ἡμῶν Κλήμης, πάντας εὐλόγησον.

Θεοτοκίον.
Κακώσεως ἐν τόπῳ, τόν τῆς ἀσθενείας, ταπεινωθέντα Παρθένε θεράπευσον, ἐξ ἀρρωστίας εἰς ῥῶσιν μετασκευάζουσα.

Ἄξιον ἐστίν ὡς ἀληθῶς μακαρίζειν σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέρα τῶν Χερουβείμ, καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον σε μεγαλύνομεν.

Καὶ τὰ παρόντα μεγαλυνάρια,
Χαίροις Ἀθηναίων γόνος λαμπρός, Σαγματίου ὄρους ὁ ἀκοίμητος ὀφθαλμός, χαίροις Βοιωτίας, ὁ μέγας ἀντιλήπτωρ, Ὁσίων ἡ δόξα, ὦ Κλήμης Ὅσιε.

Ὁ τῆς Βοιωτίας μέγας ποιμήν, καί τῶν μοναζόντων, ὁ προστάτης καί ὁδηγός, τρισόλβιε Κλήμης, παμμάκαρ, καί τό κλέος ἡμῶν, τῶν σε τιμώντων ἀεί μνημόνευε.

Κάραν σου τήν θείαν ὡς θησαυρόν, ἄσυλον πλουτοῦσα θεοφόρε, ἡ σή μονή, χαίρει καυχωμένη, καί σε ἀεί δοξάζει, τά ῥεῖθρα ἰαμάτων ἀναπηγάζοντα.

Δέησιν προσάγαγε τῷ Θεῶ, παμμάκαρ θεόφρων, ὑπέρ τέκνων τῶν σῶν σοφέ, τῶν τήν θείαν Κάραν, τήν σήν ἐπιζητούντων, καί εὐλογίαν δίδου τούτοις καί ἔλεος.

Πᾶς ὁ τῶν Ὁσίων θεῖος χορός, καί τῶν ἱερέων, παμμάκαρ, στέψας σεπτόν, θεῖον σου τό πνεῦμα, ἐδέξαντο σύν πᾶσι, χαρά ἐν τοῖς ὑψίστοις, ὡς τοῦτον σύσκηνον.

Πανόλβιε Πάτερ θαυματουργέ, ῥῦσαι τούς ἱκέτας, καί λιμοῦ τε ἐκ τοῦ λοιμοῦ, πληγῆς τε ἀκρίδος, καί τελευτῆς τῶν ζῴων, καί πάσης ἄλλης βλάβης ταῖς ἱκεσίαις σου.

Αἴγλης ἐμφορούμενοι τριλαμποῦς, ἐν μεθέξει θεία, Κλήμης Πάτερ σύν τῶν σοφῶ, Γερμανῷ ἄμα καί τῷ Μελετίῳ, ἀκτῖνα φωτοφόρον ἡμῖν ἐκπέμψατε.

Πάσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου Ἀποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι Πάντες μετά τῆς Θεοτόκου ποιήσατε πρεσβείαν, εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).

Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ και τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἀπολυτίκιον. Ἦχος ἀ’.
Τόν πλοῦτον καί τήν δόξαν τοῦ ματαίου αἰῶνος ἐμίσησας θεόφρων, ὁσιώτατε Κλήμης, καί ὄρος κατέλαβες τραχύ, ἐν ὦ προσομιλεῖς τῷ Θεῶ, διά τοῦτο συνελθόντες, ἐπαξίως εὐφημοῦμεν σε· δόξα τῷ σε δοξάσαντι Χριστῷ, δόξα τῷ σε στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διά σου πᾶσι ἰάματα.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β`. Ὅτε ἐκ τοῦ ξύλου.
Δέχου, τάς δεήσεις εὐμενῶς, τῶν σοι προσφευγόντων ἐν πίστει, καί δεομένων θερμῶς, πανόσιε Κλήμης, καί τάς αἰτήσεις αὑτῶν, ἐκπληρώσας ἀπάλλαξον θλίψεων παντοίων, σῷζον τούς ἱκέτας σου, ταῖς πρός Θεόν σου εὐχαῖς, πόθῳ τήν Ἀγίαν σου Κάραν κατασπαζομένους, ἀφθόνως τοῖς πιστῶς πηγάζουσι ἰάματα.

Ὂμοιον.
Ὄντως, ἀνεδείχθης ἐκ Θεοῦ, ἄκρος ἀκεστήρ ἀντιλήπτωρ, τά πάθη πάντων πρός σε, μετά πόθου καί πίστεως, προσπεφευγόντων θερμῶς, ἀναργύρως ἰώμενος, Κλήμης θεοφόρε, ὅθεν σου δεόμεθα, περιπτυσσόμενοι νῦν, θείαν σου Κάραν καί βοῶντες, οἴκτειρον ἡμᾶς ταῖς εὐχαῖς σου, καί δεινῶν παντοίων ἐλευθέρωσον.

Θεοτοκίον.
Πάντας, ἡμᾶς οἴκτειρον Ἁγνῇ, Μῆτερ τοῦ Θεοῦ καί Παρθένε, προσπεφευγόντας ἐν σοι, καί σου τήν ἀντίληψιν ἐπιζητοῦντας θερμῶς, σόν ἱκέτην προβάλλοντες, Κλήμεντα τόν θεῖον, πρέσβυν, νῦν πανάριστον, οὐ ταῖς εὐχαῖς τῶν δεινῶν ῥῦσαι, ἐκ φθοράς καί κινδύνων, καί ἐπιτυχεῖν βασιλείας τοῦ Υἱοῦ, ἀξίωσον δεόμεθα.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.