Παρακλητικός Κανών εις τον Όσιομάρτυρα Κόνωνος ο εν Ισαυρία
Ποίημα μοναχού Ιακώβου
†Εορτάζεται στις 5 Μαρτίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα άναγινώσκοντες τὸν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησιν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνη σοῦ καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχὴν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωὴν μου, ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμα μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχὴ μου ὡς γῆ ἄνυδρος σοί. Ταχὺ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμα μου μὴ ἀποστρέψῃς τὸ πρόσωπον σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησον μοὶ τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἢ πορεύσομαι, ὅτι πρὸς σὲ ἤρα τὴν ψυχὴν μοῦ ἐξελοῦ μὲ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρὸς σὲ κατέφυγον. Δίδαξον μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἰ ὁ Θεὸς μοῦ τὸ πνεῦμα σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῆ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματος σου, Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνη σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχὴν μου καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθροὺς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχὴν μου, ὅτι ἐγὼ δοῦλος σου εἰμι.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ Ἐρχομενὸς ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὑτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ Ἐρχομενὸς ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσαν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὑτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ Ἐρχομενὸς ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ Ἐρχομενὸς ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Οἱ τῷ κελλίῳ τῆς Πανάγνου προσμένοντες, καὶ ἐν ἑσπέρᾳ τε πρωὶ ἱκετεύοντες, πρὸ τῆς ἁγίας Κᾶρας βοῶμεν θερμῶς· Ἅγιε νῦν πρόφθασον, ἐξελοῦ ἡμᾶς πάντας, πόθῳ δεομένων σοι, ἐκ βαθέων καρδίας, ἐκ τῶν παγίδων καὶ τῶν συμφορῶν, ὡς κεκτημένος, τὴν χάριν πρὸς Κύριον.
Δόξα…
Ἀπολυτίκιον. Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.
Τὸ κλέος Ἰσαυρέων σὲ ἐγένου, μακάριε, Κόνων ἀκλινῶς εὐδρομήσας, ἐν ἀσκήσει καὶ θαύμασι, ἐν μέσῳ τῶν θορύβων τοῦ λαοῦ, ἐν ὧ καὶ Μάρτυς γέγονας Χριστοῦ· διὰ τοῦτο καὶ ἡμεῖς σὺν τῷ θείῳ Μιχαήλ, βοῶμεν σοι θεοφόρε· χαίροις Ὀρθοδοξίας ὁδηγέ· χαίροις ὁ τῶν εἰδώλων ἐλατήρ· χαίροις ὁ καὶ εἰσάξας τῷ λαῷ, πᾶσαν εὐσέβειαν.
Καὶ νῦν…
Θεοτοκίον. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰμή γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τὶς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν’ (50) Ψαλμός.
Ελέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα έλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τὸ ἀνόμημα μου. Ἐπὶ πλεῖον πλύνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιον μου ἐστι διὰ παντός. Σοι μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιον Σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαι Σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις εκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσας μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ακουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, αγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπον Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα ευθές εγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου Σου καὶ τὸ Πνεῦμα Σου τὸ Ἅγιον μὴ αντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὀδοὺς Σου καὶ ἀσεβεῖς ἐπὶ σε ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου, αγαλλιάσεται ἡ γλῶσσα μου τὴν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσιν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Αγάθυνον, Κύριε, ἐν τῇ εὐδοκία Σου τὴν Σίων καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριον Σου μόσχους.
Καὶ ὁ Κανὼν οὗ ἡ ἀκροστιχίς·
Ὁσιομάρτυς Κόνων σκέπε σὰ τέκνα εὐχαῖς σου.
Εἰς ἕκαστον τροπάριον λέγομεν·
Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Εἰς τά δύο τελευταῖα·
Δόξα και Νῦν.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ὁμήγυρις πᾶσα ἡ τῆς Κρανίας, τῷ Κυρίῳ ᾄδει, ἱκετεύουσα ταπεινῶς, ὅπως καταπέμψῃ θείαν χάριν, ἐγκωμιάσαι ἀξίως τὸν Κόνωνα.
Συνὼν σὺν Ἀγγέλοις, ὦ Ἀθλητά, καὶ μέλπων ἀπαύστως, τὸν τρισάγιον σὺν αὐτοῖς, ὑπὲρ τῶν τεκνίων μὴ ἐλλίπῃς, τοῦ δυσωπεῖν καθ’ ἑκάστην τὸν Κύριον.
Ἰδοὺ νῦν προσήλθομεν, Ἀθλητά, καὶ ἐν κατανύξει ἱκετεύομεν ἐν κλαυθμῷ, τὰς ἐνέδρας πάσας, Ἀθλοφόρε, τοῦ πολεμήτορος τάχος ἀφάνισον.
Οἱ παῖδες σου, Πάτερ, ἐν συντριβῇ, τὴν ἁγίαν Κάραν σοῦ κυκλοῦντες ἐν στεναγμοῖς, καὶ ἐν εὐλαβείᾳ προσκυνοῦντες, σὴν προστασίαν καὶ χάριν αἰτούμεθα.
Θεοτοκίον.
Μαρίαν τὴν ἄχραντον, ἀδελφοί, μετὰ Γρηγορίου, καὶ τοῦ Κόνωνος ἐν χαρᾷ, δεῦτε νῦν αἰνέσωμεν ἐν ὕμνοις, ὡς τῷ Κυρίῳ πρευσβεύοντες πάντοτε.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀπὸ πάσης νῦν ζάλης τῶν πειρασμῶν, Ὅσιε, τῆς ἐπικρατείας παθῶν τε, ἡμᾶς ἀπάλλαξον, Ὁσιομάρτυς Χριστοῦ, ἀξιοθαύμαστε Κόνων, ὡς ταχὺς καὶ ἄμαχος ῥύστης τῶν θλίψεων.
Ῥητορεύουσαν γλῶσσαν μὴ ἐσχηκώς, Ἅγιε, τὰς εὐεργεσίας καὶ χάριν ἃς μοὶ ἀπέδωκας, ἐγκωμιάσαι νυνὶ οὐκ ἐξαρκῶ· ἀλλὰ δέχου, τὸ παρὸν ἐφύμνιον, ὡς συμπαθέστατος.
Τὰ τοῦ σώματος πάθη καὶ τῆς ψυχῆς τραύματα, πάντα θεραπεύων ἐν τάχει πᾶσι χορήγησον, τοῦ ἀνυμνεῖν ἐν χαρᾷ, σὴν χαριτόβρυτον Κάραν, ἣν περ ἀσπαζόμεθα πόθῳ τῷ ζέοντι.
Ὑμνῳδίαν προσδέχου, τῶν ἀσκητῶν καύχημα, Ὁσιομαρτύρων τῶν πάντων, κλεινὸν ἀγλάϊσμα, τῶν σῶν τεκνίων νυνὶ ἐν συντριβῇ προσπτιπτόντων, πρὸ τῆς Κᾶρας Ἅγιε, Κόνων παυνθαύμαστε.
Θεοτοκίον.
Σωτηρίᾳ ὑπάρχεις Χριστιανῶν, Πάνσεμνε, ὅτι τὸν Σωτῆρα τοῦ κόσμου, ἀφράστως τέτοκας· διὸ δεόμεθα νῦν, καὶ ἱκετεύομεν πόθῳ, σωτηρίαν ἅπασι δίδου, Μητρόθεε.
Διάσωσον, ἀπὸ κινδύνων, ὦ Κόνων, τοὺς δεομένους, καὶ φρούρει διαπαντὸς αὐτοὺς τῇ σῇ χάριτι, ὡς ἔχων Κυρίῳ τὴν παρρησίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβείᾳ θερμή.
Πρεσβεύεις ἀεὶ Κυρίῳ, παναοίδιμε, ὡς ἔχων θερμόν, ὦ Κόνων, τὸ φιλάδελφον· διὸ πάντες ᾄδομεν, ἐκ κινδύνων, πόνων τε καὶ θλίψεων, καὶ τῶν παγίδων ὄφεως δεινοῦ, λοιμῶν τε παντοίων ἐλευθέρωσον.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Κατανύξει προσήλθομεν, πρὸ τῆς σῆς ἁγίας Κᾶρας, πανεύφημε, ἱκετεύοντες ἐν δάκρυσι, τοῦ εὑρεῖν τὴν λύσιν ἐκ τῶν θλίψεων.
Ὁμοθύμως προσπίπτομεν, τὰ ἐν τῷ Κελλίῳ Κρανιάς τεκνία σου, καὶ σὴν Κάραν ἀσπαζόμενοι, προστασίαν ἄμαχον αἰτούμεθα.
Νικητὴς ἀναδέδειξαι, κατὰ τῶν δαιμόνων, Σταυροῦ τῇ χάριτι, καὶ ἡμᾶς, Κόνων, ἀξίωσον, μιμητὰς γενέσθαι κατὰ δύναμιν.
Ὡραιώθησαν, Ἅγιε, τρίβοι τῷ τεκνίων, ἀξιοθαύμαστε, ὡς τὴν Κάραν σου κατέχοντα, καὶ ἐκ ταύτης δύναμιν λαμβάντα.
Θεοτοκίον.
Νέα κλῖμαξ, Πανάχραντε, καὶ ἡμῖν γενοῦ, Ὁσιομάρτυρος, ταῖς εὐχαῖς καὶ ταῖς δεήσεσι, πολιούχου Μάρτυρος τοῦ Κόνωνος.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σύμπασα πληθύς, τοῦ Ἁγίου Ὄρους, Ἅγιε, μετ’ εὐλαβείας συνῆλθε ἱεράν, πρὸ τῶν σῶν ἁγίων λειψάνων τελεῖ πανήγυριν.
Κόνων θαυμαστέ, Ὀρθοδόξων μέγα καύχημα, τὴν Ἐκκλησίαν φρούρει ἀπὸ παντός, πειρατηρίου, ὀργῆς τε καὶ πάσης θλίψεως.
Ἔπαρον τανῦν, τὰς ἁγίας χεῖρας, Ἅγιε, ἀντιδιδοὺς ἡμῖν πᾶσιν τὴν ταχινήν, παρὰ Κυρίου εἰρήνην καὶ ἀντίληψιν.
Πάντες ἐν χαρᾷ, νῦν προσπίπτομεν τῇ Κάρα σου, καθικετεύοντες σε, Κόνων σοφέ, εὑρεῖν τὴν λύσιν ἁπάντων δεινῶν, μακάριε.
Θεοτοκίον.
Εὕρομεν, Ἁγνή, διὰ Σοῦ εἰρήνην, ἄφεσιν, ἐν τρικυμίαις ὄντως Σε γαληνόν, θεῖον λιμένα, ψυχῶν τε σωμάτων ἅπαντες.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Τὰ τραύματα, τῆς ψυχῆς μου, Ἅγιε, θεραπεύων καθ’ ἑκάστην, ὦ Κόνων, παρὰ Χριστοῦ τὴν εἰρήνην βραβεύεις, ἣν ὁ ἐχθρὸς φυγαδεύει ὁ δόλιος· διὸ προσπίπτω ταπεινῶς, ἱκετεύων συνεῖναι μοι πάντοτε.
Ἀρχάγγελον, Μιχαὴλ ὡς ἔβλεψας, σὲ μυοῦντα τὰ μυστήρια, Πάτερ, ὅλως αὐτῷ ἠκολούθησας, Κόνων, τὸν Ἰησοῦν ἀγαπήσας θερμότατα, Αὐτῷ πρεσβεύειν ἐκτενῶς, μὴ ἐλλίπῃς ὑπὲρ τῶν τεκνίων σου.
Σοφίας σε, ἐραστὴν ἐπέγνωμεν, ἀληθοῦς καὶ οὐρανίου, ὦ Κόνων· ὅθεν ἡμεῖς οἱ κυκλοῦντες σὴν Κάραν, καθικετεύομεν πάντες ἐν ἄσμασι· παρέχεις γὰρ παρὰ Χριστοῦ, τὰ αἰτήματα ὄντως, πανθαύμαστε.
Ἁγίασον, τὰς ἐννοίας, Ἅγιε, τῆς ψυχῆς μου, ὅπως ἴδω τὴν δόξαν, ἐν οὐρανοῖς, ἀξιάγαστε Κόνων, ἣν ἀπολαύεις συνὼν τῷ Δεσπότῃ σου, αὐτὴν μετάδος καὶ ἡμῖν, καθαρθεῖσι δακρύων ταῖς χύσεσι.
Θεοτοκίον.
Τὴν ἄχραντον, Παναγίαν Δέσποιναν, προστασίαν κεκτημένος ἐν πᾶσιν, μετὰ σπουδῆς ἠκολούθησας ὄντως, τὴν τοῦ Χριστοῦ διδαχὴν καὶ ἀλήθειαν· αὐτὴν βαδίζειν καὶ ἡμᾶς, καταξίωσον θείαις πρεσβείαις σου.
Διάσωσον, ἀπὸ κινδύνων, ὦ Κόνων, τοὺς δεομένους, καὶ φρούρει διαπαντὸς αὐτοὺς τῇ σῇ χάριτι, ὡς ἔχων Κυρίῳ τὴν παρρησίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος δ΄. Προστασίᾳ τῶν Χριστιανῶν.
Οἱ ἐν θλίψεσι καὶ πειρασμοῖς παιδευόμενοι, ἒν τε δάκρυσι καὶ στεναγμοῖς ἱκετεύοντες, τῇ σεπτῇ καὶ ἁγίᾳ Κάρα Κόνωνος νυνὶ προσπτίπτοντες, μετὰ κλαυθμοῦ Ὁσιομάρτυρι Χριστοῦ, κατανύξει βοήσωμεν· ἰδέ, Ὁσιομάρτυς, τὴν κάκωσιν σῶν τεκνίων καὶ ἐλευθέρωσον ἡμᾶς, τῶν παγίδων τοῦ ἀλλάστορος.
Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Ματθαῖον
(Κεφ. ζ΄ 12 – 21).
Εἶπεν ὁ Κύριος· Πάντα οὖν ὅσα ἂν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, οὕτω καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς· οὗτος γὰρ ἐστιν ὁ Νόμος καὶ οἱ Προφῆται. Εἰσέλθετε διὰ τῆς στενῆς πύλης. Ὅτι πλατείᾳ ἡ πύλη καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν καὶ πολλοὶ εἰσὶν οἱ εἰσερχόμενοι δι’ αὐτῆς. Ὅτι στενὴ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωὴν καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν. Οὐ πᾶς ὁ λέγων μου Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν Βασιλείαν τῶν Οὐρανῶν, ἀλλ’ ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρὸς μου τοῦ ἐν οὐρανοῖς.
Δόξα…
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ Νῦν…
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Τὸν Ὁσιομάρτυρα, τὸν τῆς Κρανίας πολιοῦχον, δεῦτε ἱκετεύσωμεν, παρρησίαν ἔχοντα, πρὸς τὸν Κύριον, ἅγιε Κόνων, ἰδὲ τὴν κάκωσιν, σῶν τεκνίων καὶ ἀπόσβεσον, βέλη τοῦ δράκοντος, τὰ πεπυρωμένα μακάριε· ἔχεις γὰρ τὸ φιλάδελφον, ὃ παρὰ Χριστοῦ ὄντως ἔλαβες· πρόφθασον καὶ ῥῦσαι, ἰδοὺ γὰρ σοὶ προσπίπτομεν οἰκτρῶς, ἐν μετανοίᾳ δεόμενοι, τοῦ εὑρεῖν τὸ ἔλεος.
Σῶσον ὁ Θεὸς τὸν λαό σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐλπὶς τῶν θλιβομένων, ἀνεδείχθης, ὦ Πάτερ, ἐν πειρασμοῖς κραταιοῖς, τῶν σοὶ προσερχομένων, ἐν πίστει καὶ βοώντων, κατανύξει καὶ ἄσμασιν· εὐλογητὸς ὁ Θεός, Κόνωνος εἰς αἰῶνας.
Κανὼν ὁμολογίας, ἀληθείας Κυρίου, ἀναδειχθεὶς ἀληθῶς, τοὺς σὲ παρακαλοῦντας, ἀξίωσον ἐν βίῳ, μιμητὰς ἵνα ψάλλωσιν· εὐλογητὸς ὁ Θεός, Κόνωνος εἰς αἰῶνας.
Ναὸς Θεοῦ ἐγένου, τὴν εἰδώλων μανίαν, ἀπενέκρωσας· διό, θερμῶς παρακαλοῦμεν, ναοὺς ἡμᾶς Κυρίου, σὺ ἀνάδειξον ψάλλοντας· εὐλογητὸς ὁ Θεός, Κόνωνος εἰς αἰῶνας.
Ἰσχὺν παρὰ Ἀγγέλου, προσελάβου ἐν βίῳ, τοῦ θαυμαστοῦ Μιχαήλ, διὸ τοὺς ἀνυμνοῦντας, ἐνίσχυσον κραυγάζειν, ἐκ καρδίας τοῖς χείλεσιν· εὐλογητὸς ὁ Θεός, Κόνωνος εἰς αἰῶνας.
Θεοτοκίον.
Ἁγία Θεοτόκε, τὸν Υἱὸν Σου δυσώπει, τοῦ συγχωρῆσαι ἡμᾶς, σὺν θείῳ Γρηγορίῳ, καὶ πᾶσι τοῖς Ὁσίοις, καὶ προσᾴδειν ἐν ἄσμασιν· εὐλογητὸς ὁ Θεός, Κόνωνος εἰς αἰῶνας.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἐπὶ τὴν πέτραν, τὴν τοῦ Χριστοῦ ᾠκοδόμησας, τὸν οἶκον σου, Πάτερ, καὶ ὕμνεις Αὐτόν, ὡς Σωτῆρα εἰς αἰῶνας.
Ὑπὲρ τῶν δούλων, σοῦ ἐκτενῶς μὴ ἐλλίπῃς, ἱκετεύων Κυρίῳ ὑμνούντων, καὶ ὑπερυψούντων, εἰς πάντας τοὺς ἰῶνας.
Χριστὸν ἱκέτευε, ἀγαθέ, ἀποστῆναι, ἀφ’ ἡμῶν πᾶσαν ζάλην ὑμνοῦντας, καὶ ὑπερυψοῦντας, Αὐτὸν εἰς τοὺς αἰῶνας.
Ἀπὸ κινδύνων, καὶ συμφορῶν λοιμικῆς τε, καὶ δαιμόνων κακίας ἐξάρπασον, Πάτερ θεοφόρε, ἳν’ ὕμνοις σε ὑμνῶμεν.
Θεοτοκίον.
Φωταγωγοῦσα, νῦν τὰς ψυχὰς τῶν ἐν πίστει, δεομένων, Παρθένε, ἐνίσχυσον, ὅπως ἐν ὕμνοις, ὑμνῶμεν τὸν Σωτῆρα.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Σοφίαν ἀγαπήσας, ἐκ παιδὸς παμμάκαρ, τοῖς σοῖς γεννήτορσι ταύτην συζύγῳ καλῇ, πιστῶς μετέδωκας, Πάτερ, ὡς ἐνθεώτατος.
Σοφίαν τοῦ Κυρίου, καὶ ἡμῖν μετάδος, τοῖς δεομένοις ἐν ὕμνοις, πρὸ Κᾶρας τῆς σῆς, ἀξιοθαύμαστε Κόνων, ὡς συμπαθέστατος.
Ὁσίων καὶ Μαρτύρων, τοῖς χοροῖς συνήφθης, δι’ εὐσεβοῦς πολιτείας, ὦ Κόνων σοφέ, ταύτῃ ὁδήγησον πάντας τοὺς σὲ γεραίροντας.
Θεοτοκίον.
Ὑμνοῦμεν Σε Παρθένε, μετὰ Γρηγορίου, Ὁσιομάρτυρος ἅμα τοῦ Κόνωνος νῦν, θερμὴν πρεσβείαν Κυρίῳ τανῦν ποιήσατε.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα μεγαλυνάρια,
Κάραν σου πλουτοῦμεν, θαυματουργέ, καὶ ταύτῃ ἐν πίστει, καταφεύγομεν ἐν δεινοῖς, Ὁσιομαρτύρων ἀγλάισμα καὶ κλέος, ὦ Κόνων θεοφόρε, Ὁσίων καύχημα.
Ὁσιομαρτύρων οἱ ἐρασταί, συνέλθετε πάντες, ἐν Κελλίῳ τῆς Μαριάμ, καὶ ἐν κατανύξει τὴν Κάραν τοῦ Ἁγίου, ἐν ὕμνοις ἐγκωμίων ταύτην ὑμνήσατε.
Νεῦσον ἱκετῶν σου, ὦ ἀσκητά, τῶν νῦν δεομένων, τοῖς δακρύοις καὶ στεναγμοῖς, καὶ ἀσπαζομένων σὴν Κάραν μετὰ πόθου, διδοὺς τὴν εὐλογίαν, παρὰ τοῦ Κτίσαντος.
Ὦ τῶν ὑπὲρ νοῦν θείων δωρεῶν, πανθαύμαστε Πάτερ, ἃς τοῖς δούλοις σου χορηγεῖς, τοῖς μετ’ εὐλαβείας σὴν Κάραν προσκυνοῦσι, καὶ τὸν Χριστὸν ὑμνοῦσι, Σωτῆρα Κύριον.
Νίκης διαδήμασι φαεινοῖς, σὴν Κάραν ὁρῶμεν, ἐστεμμένην παρὰ Θεοῦ, διὸ καὶ αἰτοῦμεν, ἡμῖν τοῖς δεομένοις, τὴν νίκην ἐν ἀγῶσι, βίου δωρήσασθαι.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα…
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαὸς Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομα Σου ἐπικεκλήμεθα.
Καὶ νῦν…
Τῆς εὐσπλαχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων· Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.
Τὸ κλέος Ἰσαυρέων σὲ ἐγένου, μακάριε, Κόνων ἀκλινῶς εὐδρομήσας, ἐν ἀσκήσει καὶ θαύμασι, ἐν μέσῳ τῶν θορύβων τοῦ λαοῦ, ἐν ὧ καὶ Μάρτυς γέγονας Χριστοῦ· διὰ τοῦτο καὶ ἡμεῖς σὺν τῷ θείῳ Μιχαήλ, βοῶμεν σοι θεοφόρε· χαίροις Ὀρθοδοξίας ὁδηγέ· χαίροις ὁ τῶν εἰδώλων ἐλατήρ· χαίροις ὁ καὶ εἰσάξας τῷ λαῷ, πᾶσαν εὐσέβειαν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Κάρα νῦν προσπέσωμεν πιστοί, τοῦ Ὁσιομάρτυρος πάντες, καὶ στεναγμοῖς τῆς ψυχῆς, Ἅγιε κραυγάζοντες, μὴ καταλίπῃς ἡμᾶς, τοὺς δεινῶς κινδυνεύοντας ἐκ ζάλης τοῦ βίου, πάσης τε αἱρέσεως, ἐπιδρομῆς τοῦ ἐχθροῦ, Κόνων, συμπαθέστατε Πάτερ· ὅθεν σοὶ προστρέχομεν πόθῳ, ἄφεσιν αἰτοῦντες ὧν ἡμάρτομεν.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δί’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Στίχοι.
Ὁσιομάρτυς μνήσθητι Ἰακώβου,
ἐν πολλῇ θλίψει γράψαντος σὸν κανόνα.