Παρακλητικός Κανών εις τον Όσιο Κοσμά τον Μελωδό Επίσκοπο Μαιουμά
Ποίημα Αντωνίου Μάρκου Καθηγητού Αγιολογίας
†Εορτάζεται στις 14 Οκτωβρίου
Εὐλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τά Τροπάρια·
Ἦχος δ΄. Ὁ Ὑψωθείς ἐν τῷ Σταυρῷ.
Τῷ τοῦ Κυρίου Μελωδῷ εὐημόλπῳ, τῷ διά μέλους κηρύξαντι λόγον, Λόγου τοῦ μόνου ὑπάρχοντος Χριστοῦ τοῦ Θεοῦ, ἅπαντες βοήσωμεν οἱ πιστοί μετά πόθου, Κοσμᾶ χαίροις θειότατε, Ποιητῶν ἡ ἀκρότης, ἡμᾶς μή παύεις ἐκδιδάσκων ἀνυμνεῖν καί ἀναπέμπειν Κυρίῳ τήν αἴνεσιν.
Δόξα. Τό αὐτό. Καί νῦν. Θεοτοκίον. Ὅμοιον.
Τῇ Θεοτόκῳ ὡς μητρί ἐκβοῶμεν, οἱ τυραννούμενοι ἐχθροῦ δυναστείᾳ, τῇ θεϊκῇ Σου σκέπασον ἀγάπῃ ἡμᾶς· σπεῦσον, Κόρη, ῥύσασθαι τῶν τοῦ Βελίαρ παγίδων, ὁμοῦ Κοσμᾷ θεόφρονι, καί τῆς δαιμόνων μανίας· οὗτος οὐ παύει γάρ αἰτεῖσθαι ὑπέρ ἡμῶν, τῆ Σῇ πρεσβείᾳ Κυρίου τό ἔλεος.
Ὁ Ν’ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
ΚΟΣΜΑΣ Ο ΜΕΛΩΔΟΣ ΑΝΥΜΝΕΙ-ΣΘΩ ΜΟΙ. ΑΝΤΩΝΙΟΥ.
ᾨδή α΄. Ἦχος πλ. δ΄. Ὑγράν διοδεύσας.
Καταπέμψέ μοι, Πάτερ, ἐκ τοῦ φωτός σοῦ δέομαι ἀκτῖνα μίαν φωτίζουσα σκοτασμόν ἐμόν ἵν’ ἐπαξίως σοί ἐκφέρω, ψυχῆς ἐμπόνου ᾠδήν παρακλήσεως.
Ὁλολύζουσαν, Πάτερ, πρός σέ ψυχήν, τήν ἐπιζητούσαν πρεσβείαις σαῖς παρά Λυτρωτοῦ ἔλεος, ἐλέει τῶν εὐχῶν σου, αὐτῆς εἰσάκουσον, Κοσμᾶ, καί ἐλέησον.
Σωτῆρα ἀγαπήσας ἀπό ψυχῆς, ἐμάκρυνας κόσμου, Λαύρας γενόμενος πολιστής καί ταύτης ἐρήμου Ἰορδάνου, ἥν ὡς ἀστήρ πνευματικός λαμπρῶς ἐφώτισας.
Θεοτοκίον.
Μόνη Μῆτερ Παρθένε, ὁ Ποιητής, ἐν τῇ Σῇ κοιλίᾳ ἀνεκαίνισεν συμπαθῶς, μερόπων τό γένος, μή κενώσας κόλπους πατρώους, τηρήσας Σε ἄφθορον.
ᾨδή γ΄. Οὐρανίας ἁψίδος.
Ἅρον, Πάτερ, τό σκότος ὁ τῷ φωτί ἐποχούμενος, χάριτι δέ τοῦ Παρακλήτου φώτισον ἅπαντας, τούς ἐκβοῶντας σοί τῷ Μελωδῷ μετά πόθου, φῶς ἡμῖν κατάπεμψον, Κοσμᾶ γλυκύλαλε.
Σπεῦσον, Πάτερ, καί ἴδε ἡμῶν τά πάθη καί τραύματα· σῶσον σαῖς ἁγίαις πρεσβείαις, ταχέως ἴασαι· ἵν᾿ εὐφημῶμεν σε, ὡς Ὑμνογράφων τό κλέος, Μαϊουμᾶ τόν Πρόεδρον, Λαύρας τε καύχημα.
Ὄμμα στρέψον, Κυρίου ὁ Μελωδός ὁ πανάριστος, ἐπί δεομένων ἀνάγκαις, ἡ τῶν χηρῶν ἀντίληψις, τῶν ὀρφανῶν βοηθός καί δεομένων προστάτης, Κοσμᾶ παναρμόνιε τέττιξ τοῦ Πνεύματος.
Θεοτοκίον.
Μῆτερ, ῥῦσαι, Παρθένε, ἀπό κινδύνων τούς δούλους Σου, Κοσμᾶ ἱκεσίας δεχομένη, ὅς Σέ ἠγάπησεν, μετά Θεόν ὡς πηγήν ἐμπνεύσεως τῆς θείας, πάσης ἀντιλήψεως καί ἀπολυτρώσεως.
Διάσωσον τοῦ Μελωδοῦ πρεσβείαις Παντελεῆμον, ὅτι πάντες κατόπιν Σου αὐτῷ καταφεύγομεν, ὡς ἔχοντι τήν πρός Σέ παῤῥησίαν.
Ἐπίβλεψον ἐπικαμπτόμενος Θεοτόκου καί τοῦ Ὁσίου ταῖς λιταῖς Πανοικτῆρμον, ἐφ’ ἡμᾶς τούς ἀσθενεῖς καί λύτρωσαι τόν λαόν Σου.
Αἲτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τά ἄνω ζητῶν.
Εἰκόνι Μελωδοῦ Κοσμᾶ τά νῦν προσπίτπομεν, οἱ ἐν πόνοις ψυχῆς καί θλίψεσι ὑπάρχοντες· καί διά αὐτοῦ αἰτούμεθα τό τοῦ Κυρίου ἄμετρον ἔλεος καί τήν ταχεῖαν Τούτου συνδρομήν καί τήν βεβαίαν Αὐτοῦ ἀντίληψιν.
ᾨδή δ΄. Εἰσακήκοα Κύριε.
Ἔπαθλα ὁ δεξάμενος σῶν σεπτῶν ἀγώνων ἐν Παλαιστίνῃ, μακάριε, λαοῖς διδάσκων Εὐαγγέλιον, ἡμῖν σπεῦσον εἰς ταχεῖαν ἀντίληψιν.
Λύρα θεοκίνητος καί κινύρα Πνεύματος ἐναρμόνιος καί τοῦ Λόγου λόγος ἔμμουσος, ὁ Κοσμᾶς ὁ θεῖος ἀνυμνείσθω μοι.
Ὦ Μουσῶν διάκονε, θείας μελωδίας σεπτόν μελώδημα, Μελωδέ Κοσμᾶ θεσπέσιε, τοῖς ὠσίν ἡμῶν μετάνοιαν μελώδησον.
Θεοτοκίον.
Δεῦρο, Μῆτερ Πανύμνητε, τῶν πτωχῶν ὡς μήτηρ καί τῶν παιδίων τροφός, Μελωδοῦ ταῖς παρακλήσεσι, ὡς παιδία Σῷ ἐλέει τροφοδότησον.
ᾨδή ε΄. Φώτισον ἡμᾶς.
Ὅρμησον ἡμᾶς τούς προσπίπτοντας εἰκόνι σου καί αἰτουμένους Παρακλήτου φωτισμόν, εἰς λιμένα σωτηρίας, παναοίδημε.
Σπεῦσον, Μελωδέ, ὁ κανόνας συνθεσάμενος, εἰς ἐξύμνησιν Θεοῦ καί Λυτρωτοῦ, μή ἐπιλάθου τῶν τιμώντων σόν γεννέθλιον.
Ἅρον ἀφ’ἡμῶν τοῦ Βελίαρ, Πάτερ, σκάνδαλα, ἀπειράστους δέ ἀξίωσον ἡμᾶς Ἰωάννου τοῦ κλεινοῦ βιῶσαι Κλίμακα.
Θεοτοκίον.
Νεῦσον, Ἀγαθή, καί ἐπόμβρισον τῷ κλήρῳ Σου, τοῖς ἐν Λαύρᾳ ἐνασκουμένοις μοναχοῖς, τοῦ Υἱοῦ Σου ἐπομβρίαν τόν σωτήριον.
ᾨδή στ΄. Τήν δέησιν ἐκχεῶ.
Ὑμνοῦμεν σε, τόν ὑμνητήν τοῦ Κυρίου, πίστει θερμῇ καθικετεύοντες, μάκαρ, ἀπό δεινῶν καί σκανδάλων σήν Λαύραν, τήρησον ἄτρωτον καί ἀδιάβλητον καί σκέπασον ταῖς σαῖς λιταῖς, τούς ἐν αὐτῇ ἀσκουμένους, οὕς φύλαττε.
Μήτηρ τοῖς λαοῖς ἐφάνης θηλάσας τόν λόγον Λόγου τοῦ μόνου, ἐν Παλαιστίνῃ κηρύττων τοῖς ἀγνοοῦσι τὴν Χριστοῦ ἀγγελίαν, πατήρ ὑπάρχων πτωχῶν καὶ βοήθεια τοῦ σοῦ ποιμνίου, Μελωδέ, Θεόν κηρύττων σοῖς τρόποις καί ἤθεσι.
Νεώτατος ὑπῆλθες τῷ σώματι, τόν ζυγόν σύ τόν χρηστόν τοῦ Κυρίου, ἀποῤῥαγείς τῶν τοῦ κόσμου ματαίων καί ἐν τῇ Λαύρᾳ φυγαδεύων ἐμάκρυνας, ἔνθα τόν λόγον τοῦ Θεοῦ, μουσικωτάταις διφθέραις κατέγραψας.
Θεοτοκίον.
Ἐπίβλεψον τούς νυσταγμῷ βαρυνθέντας καί μητρικῇ Σου ἔγειρον προστασίᾳ καί μή δώῃς ὑπνῶσαι Σούς δούλους, Μῆτερ Ἁγία Παρθένε, εἰς θάνατον· Σέ γάρ μετά τόν Μελωδόν , προστάτην βίου κηρύττομεν, Δέσποινα.
Διάσωσον ταῖς Μελωδοῦ ἱκεσίαις Παντελεῆμον, ὅτι πάντες κατόπιν Σου αὐτῷ καταφεύγομεν, ὡς ἔχοντι τήν πρός Σέ παῤῥησίαν.
Ἐπίβλεψον ἐπικαμπτόμενος Θεοτόκου καί τοῦ Ὁσίου ταῖς λιταῖς Πανοικτῆρμον, ἐφ’ ἡμᾶς τούς ἀσθενεῖς καί λύτρωσαι τόν λαόν Σου.
Αἲτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Μεσιτείᾳ θείᾳ Μητρός Σου, Πολυέλεε, ἱκεσίαις Ὁσίου θερμαῖς καί δεήσεσι, τῷ Σῷ λαῷ ἐπίβλεψον καί σῶσον ἡμᾶς· ἡμάρτομέν Σοι, Ἀγαθέ, καί παροργίζομεν ἀεί, Σήν μεγίστην ἀγαθότητα· δέχου τήν μεσιτείαν τῆς παναχράντου Μητρός Σου, ἐπικαμπτόμενος, Σωτήρ, μητρικαῖς Αὐτῆς δεήσεσι.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ. Τὶ ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὦν ἀνταπέδωκεν ἡμῖν.
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ματθαῖον (Κεφ. ια΄ 27-30).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς. Πάντα μοι παρεδόθη ὑπό τοῦ Πατρός μου καί οὐδείς ἐπιγινώσκει τόν Υἱόν, εἰμή ὁ Πατήρ. Οὐδέ τόν Πατέρα τις ἐπιγινώσκει, εἰμή ὁ Υἱός καί ᾧ ἐάν βούληται ὁ Υἱός ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καί πεφορτισμένοι, κἀγώ ἀναπαύσω ὑμᾶς. Ἄρατε τόν ζυγόν μου ἐφ’ ὑμᾶς καί μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶος εἰμί καί ταπεινός τῇ καρδίᾳ καί εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γάρ ζυγός μου χρηστός καί τό φορτίον μου ἐλαφρόν ἐστι.
Δόξα.
Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ Νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Δεῦτε, Μελωδόν τά νῦν, Σάββα τῆς Λαύρας πολίτην, ἐν ὕμνοις τιμήσωμεν, οἱ αὐτῷ προσπίπτοντες μετά πίστεως· τῷ Θεῶ οὗτος γάρ, ὑπέρ λαοῦ ἅπαντος, μετά ζέσεως προσδέεται, ἐπικαλούμενος ἐφ’ ἡμᾶς Κυρίου τό ἔλεος καί Τούτου τήν σωτήριον ἐπί τοῖς δεομένοις βοήθειαν· χαῖρε ἐκβοῶντες, δοχεῖον τοῦ Κυρίου ἐκλεκτόν καί τῆς Αὐτοῦ παρατάξεως Ὑμνογράφε τίμιε.
Σῶσον ὀ Θεός τὸν λαό σου…
ᾨδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἴασαι τούς ὑμνοῦντας καί ἐν χαρᾷ τιμῶντας σήν θείαν μνήμην, Σοφέ· εὐδόκησον εὐχαῖς σου καί πρός Θεόν πρεσβείαις, ἵν᾿ εὐγνωμόνως βοήσωμεν· ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητός εἶ.
Σωτῆρα ἰδεῖν ποθοῦντες, αἰτούμεθα ἐν ὥρᾳ τῆς παρουσίας Αὐτοῦ, εὐχῶν σου τῇ πρεσβείᾳ καί πρός Αὐτόν δεήσει, ἵν᾿ εὐγνωμόνως βοήσωμεν· ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητός εἶ.
Θεοῦ πτωχοῖς ἱκέταις, ἐπόμβρισον ῥανῖδα Αὐτοῦ ἐλέους, ὡς σοί ἐδέχθης τῷ νοΐ σου καί τῇ ψυχῇ, Θεόφρον, ἵν᾿ εὐγνωμόνως βοήσωμεν· ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητός εἶ.
Θεοτοκίον.
Ὡραῖος ἐναντίον Κυρίου τοῦ Υἱοῦ Σου ἐφάνη, Μῆτερ Ἁγνή, ὁ βίος τοῦ Ὁσίου Κοσμᾶ τοῦ Ὑμνογράφου, διό εὐγνωμόνως καί κράζομεν· ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητός εἶ.
ᾨδή η΄. Τόν Βασιλέα.
Μονήν με δεῖξον Πνεύματος Παρακλήτου καί καταγώγιον τῶν ἀρετῶν, Θεόφρον, ὅπως τύχω, Πάτερ, ζωῆς τῆς αἰωνίου.
Ὁδόν καί πύλην ἄνοιξον μετανοίας, καί πρός ὁδούς ὁδήγησον σωτηρίας, ὁ ὁδηγήσας αἱρετικούς εἰς πίστιν.
Ἰδεῖν Κυρίου πρόσωπον ἱλαρόν τε, ἐν τῇ τῇς Κρίσεως ἡμέρᾳ αἰτοῦμεν, ταῖς σαῖς πρεσβείαις θεοπειθέσι, Πάτερ.
Θεοτοκίον.
Αὔγασον, Κόρη, ταῖς τοῦ Ὁσίου πρεσβείαις, ἡμῶν τόν βίον, τῶν Σοί δεομένων, ὁδηγοῦσα ἄνω τάς τοῦ νοός κινήσεις.
ᾨδή θ΄. Κυρίως Θεοτόκον.
Νίκην κατά Βελίαρ βράβευσον τοῖς βοῶσι καί σοί προστρέχουσι, Πάτερ, καί μέλπουσι, ὡς παρρησίαν ἔχων Κυρίῳ Ἄνακτι.
Τοῦ ταῦτα στιχουργοῦντος ἀτέχνως, πλήν ἐκ πόθου, ψυχήν ἀθλίαν καί βίον παγκάκιστον, εἰς μελωδίαν Κυρίου μετάβαλε.
Ὡράϊσον εἰκόνα ἥν μεμολυσμένην, ἐν ἁμαρτίας βορβόρῳ προσφέρω Θεῷ, ἵν’ ἀσιγήτως τιμῶ Σε, τῆς Λαύρας ἔφορε.
Ἴασιν παράσχου ψυχαῖς τῇ ἁμαρτίᾳ μεμολυσμέναις, βαλσάμῳ τοῦ Πνεύματος προχέων ῥύακα ζωῆς, Συρίας ἔκγονε.
Νικῆσαι τοῦ Βελίαρ, πρεσβείαις Ἱεράρχου καί ἱκεσίαις Πατέρων ἐλπίζομεν, ὡς τοῦ Κυρίου γεγονότος θεράποντος.
Ἰδεῖν τῆς Βασιλείας Κυρίου τῷ ἀπροσίτῳ, ζωοποιῷ τε φωτί νῦν αἰτούμεθα, τοῦ Μελωδοῦ ταῖς ἐνθέρμοις δεήσεσι.
Ὅρους θεσμοθεσίας Πατέρων τῶν Ἁγίων ἡμῖν ἐκδίδαξον, Πάτερ ἀοίδημε, ἐν Παλαιστίνῃ ὡς πάλαι πᾶσι ἐδίδαξας.
Θεοτοκίον.
Ὑμεῖς μέν Θεοτόκε, ἀνυμνολογοῦντες Σήν δόξαν θείαν καί αἴγλην οὐ παύομεν· Σύ δέ ὡς Μήτηρ ἡμᾶς κατοικτήρισον.
Άξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σε μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τῆς Συρίας θεῖος βλαστός, Λαύρας τοῦ σεμνείου τό ἀπάνθισμα τό σεπτόν· χαίροις Παλαιστίνης τό ἐξανθήσαν ἴον, Μαϊουμᾶ τρισμάκαρ, Κοσμᾶ Ἐπίσκοπε.
Χαίροις Παλαιστίνης ὁ φωτιστής, ὁ πτωχῶν καί παίδων εὐεργέτης καί ὁδηγός· χαίροις Ἰωάννου Δαμασκηνοῦ τοῦ θείου συνασκητής ἐν Λαύρᾳ, Μουσῶν διάκονε.
Χαίροις ἡσυχίας ὁ ἐραστής, ἐρήμου Ἰορδάνου ἐν ἡσυχίᾳ ὁ οἰκιστής· χαίροις ὁ ἀγάπῃ πλησίον τετρωμένος, δι’ ἥν τήν ἡσυχίαν τῷ λόγῳ ἥνωσας.
Χαίροις ὁ ἐπικύπτων ἐξ’ οὐρανῶν, οἰκονομῆσαι χρείας, τῶν βοώντων σοι ἐκ ψυχῆς, μετά τοῦ σοῦ συνάθλου Δαμασκηνοῦ τοῦ θείου, μεθ’οὗ καί ἱκετεύεις τόν Πανοικτήρμονα.
Σκέπε, διαφύλαττε τούς τήν σήν μνήμην ἐν τῇ Λαύρᾳ νῦν τιμῶντας καί τό αὐτῶν σκέπασον σεμνεῖον σαῖς χερσί πανιέραις καί πύλας Βασιλείας αὐτοῖς διάνοιξον.
Δέχου ἱκετήριον νῦν ὠδήν, ἔπειδε ἐπί πόνον καί ἐπί ἄλγος ἐμῆς ψυχῆς καί ῥύου τῆς γεέννης καί δεινοτάτου ἐρέβους, φωτίζων σαῖς ἀκτῖσι τόν σέ ὑμνήσαντα.
Τό Μεγαλυνάριον τοῦ Ἁγίου τοῦ Ναοῦ ἤ τοῦ Ἁγίου τῆς ἡμέρας. Καί κλείομεν μετά τοῦ·
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τούς προσφεύγοντας πιστῶς, ὑπό τήν σήν σκέπην καί χάριν, Κοσμᾶ σεπτέ Μελωδέ, ῥύου πάσης θλίψεως καί περιστάσεως· τῶν παθῶν δέ διάλυσον τόν σάλον· πταιόντων πάντων προσδεχόμενος ὠδήν ἱκέσιον· σύ γάρ τῆς Συρίας ὑπάρχεις καί τῆς Λαύρας Σάββα προστάτης, πάντων δέ πιστῶν σεπτόν ἐντρύφημα.
Δέσποινα, πρόσδεξαι τάς δεήσεις τῶν δούλων Σου καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.
Τήν πᾶσαν ἐλπίδα μου εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.
Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.
Στίχοι·
Γράψαντα πτωχόν καί πένητα τοῖς ἔργοις
Ἀντώνιον, ὁδήγησον εἰς μετανοίας τρίβους,
ἵνα μή θέλων εὐρεθῆ ἔξω τῆς Βασιλείας,
ὡς ἄλλοτε οἱ τῆς Κιβωτοῦ ἐργάται, ἐπί Νῶε,
οἵ ἔκτισαν τήν Κιβωτόν εἰς σωτηρίαν ἄλλων,
αὐτοί δέ οὐκ ἐσώθησαν, ἐπεί οὐκ εἰσῆλθαν ὅλως.
Χαιρετισμοί εις τον Όσιο Κοσμά τον Μελωδό Επίσκοπο Μαιουμά