Παρακλητικός Κανών εις τον Όσιο Μάρκο ο Κωφός

Ποίημα πρ. Πατρῶν Νικοδήμου

†Εορτάζεται στις 2 Ιανουαρίου

Εῦλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὂτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὀνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν θεῖον Μᾶρκον, τῶν κωφῶν μέγα κλέος, πανευλαβῶς ἀνευφημήσωμεν πάντες, ἐν ὑμνῳδίαις ψάλλοντες αὐτοῦ βιοτήν, ἄσκησιν καὶ προσευχὴν θερμήν, καὶ ἐγκράτειαν ἔνθον, ἆρσιν τοῦ σταυροῦ αὐτοῦ, ἐν πολλῇ προθυμίᾳ· διὸ ζωῆς τῆς ὄντως ἀληθοῦς, ἐπαπολαύθει ἐν δόξῃ ὁ Ἅγιος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμέν ποτέ Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ελέησόν με, ὁ Θεός, κατά τό μέγα έλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημα μου. Ἐπί πλεῖον πλύνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιον μου ἐστι διά παντός. Σοι μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιον Σου ἐποίησα, ὅπως ἀν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαι Σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις εκίσσησέ με ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσας μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ακουτιείς μοι ἀγαλλίασιν καί εὐφροσύνην, αγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπον Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα ευθές εγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μή αντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὀδούς Σου καί ἀσεβεῖς ἐπί σε ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, αγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσιν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἀν, ὁλοκαυτώματα οὑκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὑκ ἐξουδενώσει. Αγάθυνον, Κύριε, ἐν τῆ εὐδοκία Σου τήν Σίων καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον Σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Μάρκῳ κωφῷ, κωφῶν κλέος, ὕμνον ᾄδω. Νικοδ(ήμου).

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Μακάριον Μᾶρκον ἐν τοῖς κωφοῖς, ποθῶν εὐφημῆσαι, Παρακλήτου ἐπιζητῶ, τὴν χάριν τοῦ πλέξαι θείους ὕμνους, καὶ ἐγκωμίων τὸν ἄφθιτον στέφανον.

Ἀξίωσον Μᾶρκε σὸν ὑμνητήν, ἀνοῖξαι τὰ ὦτα, τῆς καρδίας πρὸς τοῦ Χριστοῦ, φωνὴν τὴν σωτήριον καὶ θείαν, ἣν ἠξιώθης ἀκούειν τρισόλβιε.

Ῥημάτων Κυρίου ἐνωτισθείς, ἐν Πνεύματι Μᾶρκε, ἀπηρνήθης τὰ γεηρά, καὶ γέγονας ἄξιον δοχεῖον, τῶν ἀρετῶν τῶν ὁσίων πανένδοξε.

Θεοτοκίον.
Κατῆλθεν ὁ Λόγος ὁ τοῦ Πατρός, ἐν σπλάγχνοις Σου Μῆτερ, καὶ ἀνέλαβε τὴν ἡμῶν, θεόκτιστον φύσιν Θεοτόκε, καὶ ἐλυτρώσατο ταύτην ἐν αἵματι.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὡραΐσας ὁ Μᾶρκος τὰ τῆς ψυχῆς ἅπαντα, ἔλαβε τὴν χάριν Κυρίου ἀκούειν πνεύματι, καὶ αὐγασθεὶς τῇ ψυχῇ, τὰ ἐπὶ γῆς ἀπηρνήθη, ἀγαπήσας ἄῤῥητα, Θεοῦ μυστήρια.

Κατενόησας Μᾶρκε τὴν τοῦ Χριστοῦ λύτρωσιν, καὶ τῶν ἐκλεκτῶν τοῦ Κυρίου, θείων ἀπόλαυσιν· διὸ τὸν κόσμον λιπών, ἐν τῇ ἐρήμῳ εἰσέδυς, ἐνδυθεὶς τριβώνιον, τὸ τῆς ἀσκήσεως.

Ὡραιότητα Μᾶρκε τοῦ οὐρανοῦ ἄφατον, βλέπων ἐξεζήτησας πόθῳ, ἣν καὶ ἀπέλαβες· διὸ κἀμὲ σαῖς λιταῖς, ἐπιθυμεῖν διὰ βίου, τοῦ λαβεῖν τὴν χάριν σου, Λόγον ἱκέτευε.

Θεοτοκίον.
Φαιδρῶς ὄντως ἐδέχθης τῆς ἀκοῆς στέρησιν, καὶ χαροποιῶς ἐπεπόθεις, Χριστοῦ τὰ λόγια· διὸ σὰ ὦτα ψυχῆς, ἡ Θεοτόκος ἀνοίγει, Μᾶρκε ἱκετεύουσα, θερμῶς τὸν Κύριον.

Διάνοιξον, τὴν ἀκοὴν τῆς ψυχῆς μου Μᾶρκε θεόφρον, ὅτι πέλεις πρὸς τὸν Θεὸν ἱκέτης θερμότατος, καὶ γνώσομαι τὰς βουλὰς τοῦ Κυρίου.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αὶτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Τὰ ἄνω ποθῶν τῶν κάτω κατεφρόνησας, καὶ χάρις πολλὴ ἐδόθη σοι τρισόλβιε, τοῦ ἀκούειν ἄῤῥητα, τοῦ Χριστοῦ μυστήρια Ὅσιε, ἃ ὑπηχεῖ ἐν σοὶ ὁ Θεός, ὦ Μᾶρκε ἀπαύστως, τῶν κωφῶν ὁδηγέ.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὡραιώθης ἐν Πνεύματι, Μᾶρκε ὑπακούσας θείοις προστάγμασι· διὸ πρέσβευε πρὸς Κύριον, ὡραΐσαι ἡμᾶς τοὺς τιμῶντάς σε.

Καταξίωσον Ὅσιε, τῶν σῶν χαρισμάτων τοὺς σὲ γεραίροντας, ἱκεσίαις σου πρὸς Κύριον, ἀκοήν σοι δόντα τὴν τοῦ πνεύματος.

Ὠφελεία σοι πρόξενος, ἐγεγόνει Μᾶρκε τῶν ὤτων στέρησις, ἀνοιχθέντων σοι θεόσοφε, ψυχικῶν ὠτίων διὰ Πνεύματος.

Θεοτοκίον.
Φῶς Παρθένε ἐξανέτειλας, καὶ ἐκ τῆς σκοτίας ἡμᾶς ἠλευθέρωσας, Θεοτόκε ἀειπάρθενε, καὶ τὴν πλάνου πλάνου Σὺ διέλυσας.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὦτα τῆς ψυχῆς, διανοίγεις ταῖς πρεσβείαις σου, τῶν σὲ τιμώντων Μᾶρκε πανευλαβῶς, καὶ στηρίζεις ἐν ἀγῶνι θεοτίμητε.

Νέκρωσον κλεινέ, τῶν παθῶν ἡμῶν τὸ φρόνημα, καὶ τῆς ψυχῆς ὦ Μᾶρκε τὸ ἀσθενές, ἵνα ἁγίως ἐν κόσμῳ πολιτευσώμεθα.

Κύριον Θεόν, ἐν ἐρήμῳ ἐξεζήτησας, ἐν ταπεινώσει ἀσκήσει καὶ εὐχῇ, Μᾶρκε νικήσας ἐχθροῦ κακίστου φρυάγματα.

Θεοτοκίον.
Λόγον τοῦ Θεοῦ, σωματώσασα Πανάμωμε, τοὺς ὑμνοῦντάς Σε ἔσωσας Ἁγνή, καὶ διαβόλου τὸ κράτος Σὺ κατηδάφισας.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἐσκήνωσας, ὡς στρουθίον Ὅσιε, ἐν Ὁσίων νοσσιᾷ τῆς ἐρήμου, καὶ πρὸς Θεόν, ἐμελώδεις σοὺς ὕμνους, ἐπικαλούμενος χάριν σωτήριον· Μᾶρκε αὐτὴν ἐν τῇ ψυχῇ, σαῖς πρεσβείαις ὁ Λόγος παράσχοι μοι.

Οἰκτείρησον, τὸν κωφὸν τῷ πνεύματι, καὶ παράσχου μοι ὠτία καρδίας, ἵνα Χριστῷ, ὑπακούω ἐν βίῳ, ἀεὶ ποιῶν τὸ Αὐτοῦ θεῖον θέλημα, Μᾶρκε λιταῖς σου πρὸς Αὐτὸν, Ὃν ἠγάπησας πόθῳ τρισόλβιε.

Στεῥέωσον, τοὺς τιμῶντας Ὅσιε, τὴν σὴν μνήμην ἐν ᾠδαῖς ἐγκωμίων· ὅτι πολύ, πολεμούμεθα πάντες, ἐν πειρασμοῖς ἀσθενείαις οἱ δείλαιοι· σὺ πέλεις ὄντως ἀσθενῶν, ὑπομονῆς τὸ ὑπόδειγμα ἔνδοξε.

Θεοτοκίον.
Ὑμνοῦμέν Σε, οἱ πιστοὶ Πανάχραντε, Σῶν θαυμάτων μελετῶντες τὸν πλοῦτον· ὅτι ἐν Σοί, ὁ Θεὸς ἐσαρκώθη, καὶ οἱ βροτοὶ διὰ Σοῦ ἐλυτρώθημεν, ἀνῆλθες δὲ εἰς οὐρανούς, δευτερεῖα Τριάδος κατέχουσα.

Διάνοιξον, τὴν ἀκοὴν τῆς ψυχῆς μου Μᾶρκε θεόφρον, ὅτι πέλεις πρὸς τὸν Θεὸν ἱκέτης θερμότατος, καὶ γνώσομαι τὰς βουλὰς τοῦ Κυρίου.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἲτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Τῶν κωφῶν ἀνεδείχθης ὁ στέφανος Ὅσιε, καὶ πασχόντων ὑπόδειγμα σεπτὸν καὶ ἐντρύφημα, τῶν πιστῶν δὲ ὑπομονῆς ὁ τύπος καὶ φωστήρ· ηὐχαρίστεις γὰρ ἐν πειρασμοῖς, τῷ Θεανθρώπῳ Χριστῷ, τῷ παθόντι ὑπὲρ ἡμῶν· στήριξον Μᾶρκε θεῖε, σαῖς λιταῖς πρὸς τὸν Λόγον, ἐν πειρασμοῖς τοὺς εὐσεβῶς, ἀνυμνοῦντάς σε πανέντιμε.

Προκείμενον.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχες μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.

Εὐαγγέλιον, Ἐκ τοῦ κατὰ Μᾶρκον (Κεφ. ζ΄ 31-37).
Τῷ καιρῷ ἐκείνῳ, πάλιν ἐξελθὼν ἐκ τῶν ὁρίων Τύρου καὶ Σιδῶνος ἦλθε πρὸς τὴν θάλασσαν τῆς Γαλιλαίας, ἀνὰ μέσον τῶν ὁρίων Δεκαπόλεως. Καὶ φέρουσιν Αὐτῷ κωφὸν μογιλάλον καὶ παρακαλοῦσιν αὐτὸν ἵνα ἐπιθῇ αὐτῷ τὴν χεῖρα. Καὶ ἀπολαβόμενος αὐτὸν ἀπὸ τοῦ ὄχλου κατ᾿ ἰδίαν ἔβαλε τοὺς δακτύλους Αὐτοῦ εἰς τὰ ὦτα αὐτοῦ, καὶ πτύσας ἥψατο τῆς γλώσσης αὐτοῦ, καὶ ἀναβλέψας εἰς τὸν οὐρανὸν ἐστέναξε καὶ λέγει αὐτῷ· ἐφφαθά, ὅ ἐστι διανοίχθητι. Καὶ εὐθέως διηνοίχθησαν αὐτοῦ αἱ ἀκοαὶ καὶ ἐλύθη ὁ δεσμὸς τῆς γλώσσης αὐτοῦ, καὶ ἐλάλει ὀρθῶς. Καὶ διεστείλατο αὐτοῖς ἵνα μηδενὶ εἴπωσιν· ὅσον δὲ αὐτὸς αὐτοῖς διεστέλλετο, μᾶλλον περισσότερον ἐκήρυσσον καὶ ὑπερπερισσῶς ἐξεπλήσσοντο λέγοντες· καλῶς πάντα πεποίηκε· καὶ τοὺς κωφοὺς ποιεῖ ἀκούειν καὶ τοὺς ἀλάλους λαλεῖν.

Δόξα.
Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις᾿Ελεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ Νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ἐλεήμον, Ἐλέησόν με, ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μᾶρκε τὰ οὐράνια, ἐπιποθῶν ἐκ καρδίας, εἰς Ὁσίους ἔσπευσας, μιμηθῆναι τούτων θεῖα παλαίσματα· ἐν χαρᾷ πέποιθας, ὅτι πᾶσα δόσις, ἀλγεινή τε καὶ εὐάρεστος, ἀνθρώποις δίδοται, ἐξ ἀγάπης ὄντως τοῦ Κτίσαντος· διὸ καὶ καθυπέμεινας, τὴν τῶν ὤτων σώματος στέρησιν· ὅθεν ἠξιώθης, ἀκούειν ἐν καρδίᾳ τοῦ Θεοῦ, καὶ τῶν Ἀγγέλων μελίσματα, καὶ Ἁγίων ᾄσματα.

Σῶσον ὀ Θεός τὸν λαό σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Μεσίτευσον Κυρίῳ, ὑπὲρ ἁμαρτανόντων τοῦ ἀνοιγῆναι ψυχῆς τὰ ὦτα θεῖε Μᾶρκε, καὶ δὸς τοῖς σὲ ὑμνοῦσι, τοῦ βοᾶν μετὰ πίστεως· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Νοῦν ἔνθεον ὦ Μᾶρκε, ἡμῖν λιταῖς σου δίδου τοῦ ὑπομένειν δεινὰ καὶ στήριξον ἐν πόνοις, καὶ θλίψεσι ποικίλαις, τοὺς ἐκβοῶντας ἐκ πίστεως· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ὁ Κύριος τῆς δόξης διήνοιξε τοῦ Μάρκου τὴν ἀκοὴν τῆς ψυχῆς, ἀκούειν ἐνδομύχως, λυτρώσεως τοὺς λόγους, καὶ ἐκβοᾶν μετὰ πίστεως· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Ναὲ τοῦ Ζωοδότου ἐλευθέρωσον πάντας ἐκ τῶν δεσμῶν τῶν παθῶν, καὶ πύλην μετανοίας, ὑπάνοιξον ὦ Μῆτερ, τοῖς βοῶσι τῷ Τόκῳ Σου· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἀνανεοῦμαι, καθορῶν σε σεπτὲ Μᾶρκε, ἐν χαρᾷ ὑπομένοντα θλίψεις, καὶ δοξολογοῦντα, Χριστὸν εἰς τοὺς αἰῶνας.

Δεσμῶν κακίας, τοὺς εὐφημοῦντάς σε Μᾶρκε, ἐλευθέρωσον εὐχαῖς σου πρὸς Λόγον· Ὃν ἀκαταπαύστως, ὑμνοῦμεν εἰς αἰῶνας.

Ὡραϊσμένη, τῇ Παρακλήτου δυνάμει, ἡ ψυχή σου ἐβόα ὦ Μᾶρκε· Σοὶ Χριστὲ λατρεύω, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.
Νίκας Παρθένε, τοῖς Σὲ τιμῶσιν ἀξίως, χορηγεῖς Σαῖς πρεσβείαις πρὸς Λόγον, Ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰσχύϊ Παρακλήτου, ὦ Μᾶρκε ἐγεγόνεις, πειραζόμενοις ἀλείπτης καὶ μέγας φωστήρ, καθοδηγῶν ὑπομένειν, αὐτοὺς ἀλγήματα.

Κατάνυξιν παράσχου, ἐμοὶ τῷ ἀθλίῳ, ταῖς σαῖς πρεσβείαις ὦ Μᾶρκε Χριστοῦ μιμητά, ἐσταυρωμένε τῷ κόσμῳ, καὶ τρισμακάριστε.

Ὁδήγησον ὦ Μᾶρκε, ψυχὰς τῶν σὲ ὑμνούντων, τοῦ ὑπομένειν ἀνδρείως δεινὰς συμφοράς, καὶ ἐκζητεῖν τοὺ Κυρίου, τὸ μέγα ἔλεος.

Θεοτοκίον.
Δεσπότην δανεισθέντα, ἐκ Σοῦ ἀνθρώπων φύσις, καθικετεύοις Παρθένε ὑπὲρ πάντων ἡμῶν, τοῦ λυτρωθῆναι πταισμάτων, καὶ πάσης θλίψεως.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξωτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τῶν Ὁσίων ὁ κοινωνός, Μᾶρκε θεοφόρε, ὑπομείνας πάθος δεινόν· χαίροις ἐν καρδίᾳ, ἐγγράψας θεῖον λόγον, κωφῶν μέγα προστάτα, καὶ καταφύγιον.

Δεῦτε ἀνυμνήσωμεν εὐλαβῶς, Μᾶρκον κωφῶν κλέος, ἀσκουμένων ὑπογραμμόν, τῶν ἐν ἀσθενείαις, ὑπόδειγμα καὶ τύπον, καὶ τῶν πειραζομένων, τὸ θεῖον πρότυπον.

Χάριτι Κυρίου τῆς ἀκοῆς, ὑπέμεινε Μᾶρκος, τὴν ἀφαίρεσιν ὡς Θεοῦ, δῶρον τῆς προνοίας, Αὐτοῦ πρὸς σωτηρίαν, καὶ ἄθλησιν ἁγίαν, καὶ δόξαν ἄφθιτον.

Μᾶρκε τὸ ὑπόδειγμα τῶν κωφῶν, πρέσβευε ἀπαύστως, λυτρωθῆναι ἐκ πειρασμῶν, κωφοὺς καὶ ἀλάλους, τοὺς σὲ τιμῶντας ὕμνοις, καὶ ἐπικαλουμένους, Χριστοῦ τὴν δύναμιν.

Σπεῦσον Μᾶρκε ἔνδοξε ἀσκητά, λιταῖς σου πρὸς Λόγον, διασῶσαι ἐκ πειρασμῶν, σατᾶν ψυχοκτόνου, κωφοὺς τοὺς ἀγαπῶντας, Χριστὸν τὸν ἀθλοθέτην, καὶ σὲ πανεύφημε.

Τιμήσωμεν Μᾶρκον τὸν ἀσκητήν, ἐν ὕμνοις ἐνθέοις, τὸ ὑπόδειγμα τῶν κωφῶν, τὸν ἀξιωθέντα, ἀκούειν ἐν καρδίᾳ, τοὺς λόγους τοῦ Κυρίου, χάριτι Πνεύματος.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).

Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ και τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, ἀριστέα τῶν κωφῶν, Μᾶρκον τῆς ἐρήμου τὸ κλέος, ὑπομονῆς τε καρπόν, ὕμνοις εὐφημήσωμεν, καὶ μεγαλύνωμεν, ὡς Χριστοῦ ἀφομοίωμα, κωφῶν θεῖον στῦλον, πρότυπον τῆς πίστεως, Σταυροῦ τὸ δώρημα, μέγαν, ἀσκουμένων προστάτην, καὶ τῶν ἐν ταῖς θλίψεσιν ὄτων, ἀσφαλῆ παράκλητον πρὸς Κύριον.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.