Παρακλητικός Κανών εις τον εν Αγίοις Πατρός ημών Παναγή Παισίου ο Μπασιάς Προστάτου καὶ πολυεύκτου τῆς πόλεως Ληξουρίου τῆς νήσου Κεφαλληνίας
Συνταχϑέντος ὑπὸ ἐλαχίστου Ἀρχιμ. Γαβριὴλ Σταματελάτου
†Εορτάζεται στις 7 Ιουνίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ παρόντα τροπάρια.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ταχὺ προκατάλαβε, πάτερ Παναγῆ Παΐσιε, καὶ σῶσον τοὺς δούλους σοῦ τῶν ἐνεστώτων δεινῶν, καὶ θλίψεων· ἔχεις γὰρ πρὸς τὸν κτίστην, καὶ Θεὸν παῤῥησίαν, πάρεσο οὖν ἐν τάχει, τοῖς πιστῶς σὲ καλοῦσι, τὴν σὴν νῦν προστασίαν, καὶ σκέπην δωρούμενος,
Δόξα.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοῦ ἱερέως τῇ πανσέπτῳ Εἰκόνι, πιστοὶ προσπέσωμεν αὐτῷ ἐκβοῶντες, οἱ ἁμαρτίαις πολλαῖς ἐγκυλινδούμενοι, σπεῦσον ᾧ Παναγῆ Παΐσιε, ἱερέα Κυρίου͵ σαῖς πρὸς τὸν φιλάνθρωπον, ἱεραῖς ἱκεσίαις, παντὸς κινδύνου, λύπης καὶ φθορᾶς, καὶ δεινῶν νόσων
ἀπάλλαξον ἅπαντας.
Καὶ νῦν.
Θεοτοκίον.
Τὴν χαριτόβρυτον πιστοί τῆς Παρθένου, τῆς Διωτίσσης θείαν Εἰκόνα προσκυνοῦντες ἐν πίστει, χαρμονικῶς ὑμνήσωμεν βοῶντες αὐτῇ· χαίροις ὁ ἀένναος ποταμός τῶν θαυμάτων, πίστει τοὺς προστρέχοντας ἅπαντας καταρδεύων, τὴν προστασίαν ἔχομεν τὴν σήν, θλίψεσι πάσαις Διώτισσα πανάχραντε.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ἀρχόμεϑα τοῦ Κανόνος τοῦ ὁσίου
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ῥημάτων ψυχῆς μου τῆς ταπεινῆς, ἐπάκουσον μάκαρ, καὶ παράσχου μοι συμπαθῶς, τῆς σῆς ἀντιλήψεως τὴν χάριν, ὅσιε θεόφρον Παναγῆ Παΐσιε.
Ὡς δῶρον πλουτήσαντες ἱερόν, Παναγῆ Παΐσιε ὅσιε, τὸν σὸν τάφον προσφεύγομεν, τούτῳ πάσῃ ὥρᾳ, καὶ παντὸς πόνου ταχέως λυτρούμεθα,
Νοσοῦσαν μου ἴασαι τὴν ψυχήν, Παναγῆ Παΐσιε τρισμάκαρ, τῶν νοσούντων ὁ ἰατρός, καὶ βαίνειν τὰς τρίβους τοῦ Κυρίου, σῇ μεσιτείᾳ παμμάκαρ ἐνίσχυσον,
Θεοτοκίον.
Κυρίως σε οἴδαμεν ἀληθῶς, πάντες Θεοτόκον, τὰς ἐλπίδας μετὰ Θεόν, ἐπὶ σοὶ σαλεύομεν σωθῆναι, τοῦ σοῦ Παϊσίου λιταῖς τοῦ θεόφρονος.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἔχοντες σε προστάτην πρός τὸν Θεὸν ἅγιε, Ληξουρέοι τιμῶμέν τε καὶ γεραίρομεν, πάτερ Παναγῆ Παΐσιε, τοὺς δὲ πιστῶς εὐφημοῦντας, πειρασμῶν ἀπάλλαξον τῇ μεσιτείᾳ σου.
Δαιμονίων ἐνέδρας τῶν ἀπηνῶν ὅσιε, πάσας ὑπεξῆλθες πανσόφως πάτερ Παναγῆ Παΐσιε, σύ τὸ πολίτευμα, ἐν οὐρανοῖς κεκτημένος, ὅθεν ἱκετεύω σε σὺ μοι προΐστασο.
Ἱκετεύω σε μάκαρ, τὴν ψυχικὴν σκότωσιν, καὶ τὴν τῆς σαρκὸς ἀῤῥωστίαν μου τάχος ἴασαι, σὺ γάρ τοῦ αἴροντος τὰς ἀσθενείας τοῦ κόσμου, τὴν πτωχείαν ἔστερξας πάτερ Παναγῆ Παΐσιε.
Παῤῥησίαν ὡς ἔχων, πρὸς τὸν Θεὸν ἅγιε, ἐπὶ γῆς ὁσίως ᾧ σὺ ἐλάτρευσας, πάτερ μὴ παύσῃ ὑπὲρ ἡμῶν ἱκετεύειν, τῶν μακαριζόντων σε, θεῖε Παναγῆ Παΐσιε.
Θεοτοκίον.
Τοὺς ἰδὲ ἐν τῇ ποίμνῃ, τῇ σῇ ἁγνὴ Δέσποινα, πάσης ἐπηρείας τοῦ βίου καὶ περιστάσεως, τήρει ἀπήμονας, ἀλλὰ καὶ ταύτην συντήρει, σῇ δυνάμει ἄτρωτον, θεία Διώτισσα.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου θεοφόρε, ὧν ἐκ Θεοῦ προστάτης γεγένησαι, καὶ φύλαξ καὶ ῥύστης τούτων Παναγῆ Παΐσιε.
Ἐπάκουσον, Διώτισσα κόρη, θεογεννῆτορ τὰς ἱκεσίας Παρθένε, τῶν δούλων σου, καὶ λύτρωσαι ἐκ παντοίων κινδύνων.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτης θερμὸς ὑπάρχεις ὦ Παΐσιε, τοῖς πόθῳ τῷ τάφῳ σου προστρέχουσι, καὶ πίστει γεραίρουσι καὶ βοῶσι σοι μακάριε, ἐκ τῶν κινδύνων λύτρωσαι ἡμᾶς ὡς φύλαξ ἄγρυπνος καὶ μέγας πρόμαχος.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νέος σὺ ὡς ἀνέτειλας, ἀληθῶς καὶ λαμπρὸς ἀστήρ τῇ Ἐκκλησίᾳ ἅγιε, τοὺς πάντας καταυγάζων καὶ φωτίζων τοὺς εὐσεβεῖς Παναγῆ Παΐσιε.
Θεοφόρε Παναγῆ Παΐσιε, πάντας σοῦ ὁ βίος βροτοὺς ἐξέπληξε͵ καὶ οὐράνια στρατεύματα, σοῖς ἀγῶσι, πάτερ ὑπερηύφρανας.
Τοὺς θορύβους τοῦ βίου μου, Ὅσιε κόπασον ταῖς πρεσβείαις σου, καὶ τὸν κλύδωνα κατεύνασον, τῶν παθῶν ψυχῆς καὶ τοῦ σαρκίου μου.
Τῶν Κεφαλληνέων ἀγλάϊσμα, δόξα οἰκουμένης, Ληξουραίων καύχημα, ἀνεδείχθης ὦ Παναγῆ Παΐσιε, Ἐκκλησίας κλέος καὶ ἑδραίωμα.
Θεοτοκίον.
Ὀδυνῶν ἐλευθέρωσον, τῶν κατὰ ψυχὴν καὶ σῶμα πανάμωμε, ὡς ἡμῶν θεία Διώτισσα, τούς τὰ μεγαλεῖα σου δοξάζοντας.
ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Ἐν νυκτὶ καὶ ἡμέρᾳ, σὲ ἐπικαλοῦμαι τὸν μέγαν προστάτην μου, ἐν παντὶ με τόπῳ καὶ καιρῷ διαφύλαξον ἄτρωτον, ἀπὸ πάσης βλάθης, καὶ ἐπηρείας ἐναντίων, τὸν εἰς σέ τὴν ἐλπίδα μου θέμενον.
Ἀναιμάκτους θυσίας, λειτουργῶν προσέφερες Θεῷ τρισόλβιε, ἱερεὺς ὑπάρχων, τοῦ Ὑψίστου Παναγῆ Παΐσιε ἀοίδιμε, ἀλλὰ τοῦτον πάτερ, ἐκδυσωπῶν μὴ διαλείπῃς, ὑπὲρ πάντων τῶν πίστει τιμώντων σε.
Ὡς τὸ βάρος βαστάσας, τῆς ἡμέρας οἷα ἐργάτης δόκιμος, καὶ τὸ δεδομένον τάλαντον αὐξήσας ἀκήκοας, τῆς φωνῆς τῆς θείας, δεῦρο δὴ ὦ πιστὲ μοι δοῦλε, εἰς τὴν χαράν τοῦ Κυρίου σου,
Θεοτοκίον.
Κόσμου οὖσα προστάτις, Μῆτερ Διώτισσα ἀειπάρθενε, σὺ με κυβέρνησον, ὁδήγησόν με εἷς εὐθεῖαν ὁδὸν καὶ κατεύθυνον, πρὸς δικαιοσύνης, τρίβους ὀρθάς τὸν λογισμόν μου, τῆς ψυχῆς τὰς πορείας ἰθύνουσα.
ᾨδὴ ς΄. Τὴν δέησιν ἐχκεῶ.
Θανάτου, φθοροποιοῦ ἀπάλλαξον, τὴν ψυχήν μου ὦ Παναγῆ Παΐσιε πάτερ, τοῦ τῷ τάφῳ σου ἐν πίστει, προσπεφευγότος καὶ ῥῦσαι πρεσβείαις σου, ἐκ πάσης νόσου χαλεπῆς, καὶ δεινῶν συνεχῶν περιστάσεων.
Ὡς ἄλλον σε, Σαμουήλ ὁ Κύριος, ἐγνωκώς τὸ εὐγενές τῆς ψυχῆς σου, ἱερουργόν, ὦ τρισμάκαρ προκρίνει, τῆς ᾿Εκκλησίας Ληξουραίων Παναγῆ Παΐσιε, ἣν ὥσπερ πάγκαλος ποιμήν, πρὸς νομὰς παραδείσου ὡδήγησας,
Ὡς τεῖχος καταφυγῆς κεκτήμεθα, καὶ ψυχῶν ἀσφαλῆ σωτηρίαν, καὶ γλυκασμὸν ἐν ταῖς θλίψεσι μάκαρ, καί τῇ μορφῇ σου ἀεὶ καυχώμεθα, Παναγῆ Παΐσιε καὶ νῦν ἡμᾶς, ἐκ παντοίων κινδύνων διάσωσον.
Θεοτοκίον.
Ἰάτρευσον τὴν ψυχήν μου νοσοῦσαν, δραστικῷ σου Θεοτόκε φαρμάκῳ, καὶ τὸν Υἱὸν καὶ Θεὸν σου δυσώπει, μετά τοῦ θείου σου Παϊσίου ῥυσθῆναι με, γεέννης ἐκείνης τοῦ πυρός, καὶ τυχεῖν τῆς ἐκεῖ ἀπολαύσεως.
Διάσωσον, ἀπὸ κινδύνων καὶ θλίψεων τοὺς σοὺς δούλους, σὲ γὰρ πάντες φρουρὸν καὶ τεῖχος κεκτήμεθα, ὡς ἄῤῥηκτον, Παναγῆ Παΐσιε ὦ τρισμάκαρ.
Ἀπέλασον, τῆς ἀθυμίας τὰ νέφη ἐκ τῆς ψυχῆς μου, καὶ χαρὰν ἁγνὴ τῷ σῷ ἱκέτῃ παράσχου μοι, ὡς τῆς χαρᾶς τὸ δοχεῖον ὑπάρχουσα.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τῇ προστασίᾳ σου σπεύδοντες Ἅγιε, τῶν πατρικῶν δωρεῶν σου πληρούμεθα, Χριστὸν μεγαλύνοντες ὅσιε͵ τὸν σὲ προστάτην ἡμῖν ἀναδείξαντα, Παναγῆ Παΐσιε Ληξουρίου ἀγλάϊσμα,
Καὶ εὐϑύς τὸ Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ. (δὶς)
Στίχος. Τὶ ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ,
Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. ια΄2 -30)
Εἶπεν ὁ Κύριος· πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.
Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις Ἐλεήμων, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεήμων, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅλην ἀποθέμενος͵ ἐν οὐρανοῖς τὴν ἐλπίδα, τὸ θεῖον μελέτημα ταμιεύσας ἔνδοθεν ἐχαλίνωσας, τὸν δεινὸν δράκοντα, τὸν πολλοὺς τρώσαντα, καὶ σταυροῦ δυνάμει ὅσιε, νεκρώσας τέλειον βίον ἐβιώσω ἰσαγγέλου, πατέρων τε γενόμενος πάντων ἀκροθίνιον ἔξοχον, ὅθεν ἐντυγχάνων, μεγίστης παῤῥησίας πρὸς Χριστόν, ὑπὲρ ἡμῶν καθικέτευε, μέγιστε Παναγῆ Παΐσιε.
Σῶσον ὁ Θεός τὸν λαὸν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Διανοίᾳ εὐθείᾳ, καὶ ἀγάπῃ τελείᾳ καὶ σεμνοῖς ἤθεσι, καὶ πάσῃ ἐπιδόσει, ἀμέμπτου πολιτείας, ζῆν ἡμᾶς καταξίωσον, τῇ σῇ θερμῇ πρὸς Χριστὸν, Παΐσιε πρεσβείᾳ.
Πειρασμῶν καὶ κινδύνων καὶ ἀνάγκης καὶ θλίψεως ἐλευθέρωσον, καὶ βλάβης τῶν δαιμόνων τοὺς σῇ σκέπῃ θαῤῥοῦντας καὶ ἐν πίστει κραυγάζοντας· Ὅ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ,
Τῶν ἀγγέλων ὑπάρχων, ἰσοστάσιος ὄντως πάτερ τρισόλβιε, Παναγῆ Παΐσιε θεόφρον, ἐκλύτρωσαι κινδύνων, τοὺς ἐν πίστει κραυγάζοντας· Ὅ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Μητρός σου ἱκεσίαις, ἀνεξίκακε Λόγε κινδύνων ῥῦσαι ἡμᾶς, τοὺς πόθῳ σε τιμῶντας, καὶ ταῖς τοῦ Παϊσίου, ἰσχυραῖς παρακλήσεσιν· Ὅ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τοὺς ἐν ἐπίστει, καὶ πόθῳ ζητοῦντας, εἰς ἴασιν τὸ σῷ τάφῳ θεόφρον, φύλαττε καὶ σκέπε, εἰς πάντας τοὺς αἰῶνας.
Ἁγίων βίον, ἐν ταῖς ἐσχάταις ἡμέραις, μιμησάμενος Παΐσιε παμμάκαρ, ὁλίζεις τοῖς σοῖς δούλοις, ἁγιασμὸν καὶ χάριν.
Τοὺς δεομένους, ἐκτενῶς θεοφόρε, καὶ τὴν χάριν αἰτοῦντας προσδέχου, καὶ δοξολογοῦντας, Θεὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Ταῖς ἱκεσίαις, Χριστὲ Σωτήρ τῆς Μητρός σου, καὶ Παϊσίου σῶσον πάντας, τοὺς ὑπερυψοῦντας, σὸν κράτος εἰς αἰῶνας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Βοᾶ σοι εὐχαρίστως, Παναγῆ Παΐσιε ἡ σὴ πόλις, τῶν Ληξουραίων χαριστηρίους ᾠδὰς καὶ ἐγκαυχωμένη ἐν σοί, ὡς σῳζομένη κινδύνων καὶ θλίψεων ταῖς ἱκεσίαις σου.
Μονῆς τῆς Θεοτόκου Κορωνιωτίσσης, θεοπρεπὲς ἀγαλλίαμα πέφηνας· ὅθεν ἡμᾶς πάσης λύπης, ῥῦσαι Παναγῆ Παΐσιε.
Λυτρούμενος ὡς ὤφθης, πρότερον Παΐσιε, τοὺς ἐν Ληξουρίῳ καὶ Κεφαλληνίᾳ πιστῶς σοι προστρέξαντας· οὕτω καὶ νῦν πάσης ρῦσαί με περιστάσεως.
Χαρᾶς μοῦ τὴν καρδίαν πλήρωσον τρισμάκαρ, τῇ θείᾳ εἰκόνι σου προστρέχοντι, καὶ τὸν Δεσπότην Χριστὸν μεγαλύνοντι.
Θεοτοκίον.
Ἡ πάναγνος σου Μήτηρ, σὺν τῷ Παϊσίῳ, ἐκδυσώπεί σε τὸν μόνον μακρόθυμον, κινδύνων σῶσαι τοὺς πίστει σὲ μεγαλύνοντας.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Πρόφθασον καὶ σῶσον πάντας ἡμᾶς, καταιγίδος τῆς ἀπειλούσης Παναγῆ Παΐσιε, τοὺς σὲ καταφεύγοντας καὶ μνήμην σου τὴν θείαν γεραίροντας.
Τὸν φωστῆρα πάντες τὸν παμφαῆ, τὸν ἐκ Ληξουρίου ἀπαστράψαντα φαεινῶς, τῶν ὁσίων δόξα καὶ κλέος ἱερέων, Παναγῆν Παΐσιον τὸν θεῖον πάντες ὑμνήσωμεν.
Χαίροις Κεφαλλήνων ὁ φωστήρ, καὶ τῶν δεομένων ἀπροσμάχητος βοηθός, χαίροις ἐκκλησίας κλέος, Παναγῆ Παΐσιε παμμάκαρ σκέπε τοὺς δούλους σου.
Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, Παναγῆν Παΐσιον τὸν θεῖον ἱερέα τε τοῦ Χριστοῦ͵ ὅπως ἡμᾶς σῴζῃ, καὶ νῦν ἀπειλουμένους, νόσου παντοίας πάντας καὶ βλάβης τοῦ ἐχθροῦ.
Ὕψωσον τὰς χεῖράς σου πρὸς Θεόν, ὑπέρ τῶν σῶν δούλων, ὅσιε Παναγῆ Παΐσιε ὡς πατὴρ ἡμῶν, καί τοῦτον δυσώπει, πολλῶν ἀμπλακημάτων, ῥυσθῆναι τῆς μελλούσης ὀργῆς καὶ θλίψεως.
Χαίροις Ληξουρίου θεῖος βλαστός, καὶ τῆς νήσου Κεφαλληνίας, ἀντιλήπτωρ καὶ ἀρωγός, χαίροις μοναζόντων, Παναγῆ Παΐσιε τὸ κλέος, καὶ πάντων τῶν ὁσίων ὁ ἰσοστάσιος.
Φύλαττε τοὺς δούλους σοῦ ἐν παντί, κλήσει σοῦ ἁγίᾳ, τοὺς ζητοῦντας σε βοηθόν, ἐν τε τῷ παρόντι καὶ μέλλοντι αἰῶνι, ταῖς πρὸς Θεὸν λιταῖς σου θεῖε Παΐσιε.
Τὸν ἀστέρα πάντες τὸν φαεινόν, τὸν ἐκ Ληξουρίου ἀπαστράψαντα νοητῶς, ὁσίων τὸ κλέος καὶ Κεφαλληνίας δόξαν, τὸν θεῖον Παναγῆν Παΐσιον ὕμνοις τιμήσωμεν.
Ἐξέπληξεν οὕτως βίος ὁ σός, Παΐσιος πάτερ τῶν Ἀγγέλων τὰς στρατιάς, ἔζης γὰρ παμμάκαρ, ὡς ἄσαρκος ἐν κόσμῳ, νηστείᾳ καὶ δεήσει διὸ τεθαύμασαι.
Δέσποινα Παρθένε Διώτισσα, Μήτηρ Θεοῦ σὺν Παναγῆ Παϊσίῳ ἐκδυσώπει τὸν σὸν Υἱόν, ἡμᾶς ἀπαλλάξαι κινδύνων πολυτρόπων, καὶ θλίψεων παντοίων τοὺς εὐφημοῦντας σε.
Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, τοὺς πιστοὺς ἀγῶνας, Παναγῆ Παϊσίου τοῦ ἱεροῦ, τοῦ ἐν τοῖς ἐσχάτοις, χαίροις ἀναφανέντος, φαεινοῦ φωστῆρος, τῆς θείας πίστεως.
Δεῦτε εὐφημήσωμεν ἀδελφοί, τοὺς δύο μεγάλους καὶ ἁγίους ἀσκητάς, Παΐσιον θεῖον σὺν τῷ Γερασίμῳ, τοὺς δύο προστάτας Κεφαλληνίας ὕμνοις τιμήσωμεν.
Ἵλεως γενοῦ μοι τῷ ταπεινῷ, Κύριε Θεέ μου, τῶν ἁγίων σου ταῖς εὐχαῖς, καί τῆς Διωτίσσης Μητρός, σου τῆς Κυρίας, ἁπάντων τῶν ἁγίων ἣν μεγαλύνομεν.
Πᾶσαι τῶν Ἀγγέλων αἳ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου. Ἦχος πλ. δ΄. Τὸ προσταχθέν.
Τῶν Ληξουραίων ἀδελφοὶ φρουρὸν καὶ φύλακα, καὶ ἱερέων εὐλαβῶν ἔρεισμα ἄσειστον, Παναγῆν Παΐσιον θαυμαστόν τὸν ἐν ἁγίοις, προσφώνως νῦν ἑορτάσωμεν ἐν ᾠδαῖς, βοῶντες ἀκαταπαύστως φρούρει ἡμᾶς, καὶ περίσῳζε Ἅγιε, παντοδαπῶν ἀσθενειῶν καὶ πάσης ἄλλης θλίψεως, καὶ δεινῶν παντοίων ἐλευθέρῶσον.
Ἀναγινώσκουμε τὴν Εὐχήν τοῦ Ἁγίου.
Ἡ Εὐχή.
Ὧ πάτερ ὁσιώτατε ἱερέα τοῦ Χριστοῦ Παναγῆ Παΐσιε, πρὸς σὲ στρέφομεν καὶ νοῦν καὶ καρδίἄν καὶ παρακαλοῦμεν σε μετ᾽ εὐλαβείας καὶ ἐκ βάθους ταπεινότητος, δέξαι τὰς ἱκεσίας καὶ ὕμνους, τοὺς ὁποίους σοὶ προσφέρομεν, εἰ καὶ ἀπὸ ἀναξίων ἐξέρχονται χειλέων, γενοῦ προστάτης πρὸς Θεὸν καὶ πρέσβυς θερμότατος εἰς ὅλους, οἵτινες μετ᾽ ἀκραιφνοῦς πίστεως προστρέχουσι εἰς τὴν κραταιάν σου ἀντίληψιν καὶ πανηγυρίζουσιν ἐκ πόθου τὴν πανέορτον μνήμην σου, ἐξαιρέτως δὲ ἱκετεύομεν, σκέπε καὶ φρούρει τὴν ἠγαπημένην σοῦ πατρίδα Κεφαλληνίαν, ἡ ὁποία, λαμπροφανῶς καὶ χαρμοσύνως, κατὰ χρέος ἑορτάζουσα, χορεύει, σκιρτᾷ καὶ ἐπαγάλλεται μυστικῶς εἰς ταύτην τὴν ἔνδοξον ἡμέραν τῆς ἀθανάτου σου μεταστάσεως, κοινὴν δὲ χαρὰν ἀπολαμβάνουσιν ὅλοι οἱ συμπολῖται σου, ἀξιωθέντες εἰς τοὺς ἐσχάτους τούτους χρόνους, νᾷ ἀποκτήσωσι τοιοῦτον προστάτην καὶ φύλακα. Πρέσβευε καὶ δι᾿ ἐμέ τὸν ἁμαρτωλὸν καὶ ἀνάξιον δοῦλον τοῦ Θεοῦ Γαβριήλ ἱερομόναχον καὶ δὸς μοι ὑγιείαν σώματος καὶ ψυχῆς, γενοῦ προστάτης τῶν διαβημάτων μου. Λύτρωσέ με ἀπὸ τὰς παγίδας τοῦ πονηροῦ δαίμονος, παρακαλῶν τὸν πανοικτίρμονα καὶ παντοδύναμον Θεὸν διὰ τῶν εὐπροσδέκτων σοῦ ἱκεσιῶν, ἔδω μὲν νᾷ λυτρώσῃ ἡμᾶς ἀπὸ κάθε πονηρὸν συνάντημα ψυχῆς τε καὶ σώματος, μετὰ δὲ τὴν πρόσκαιρον ταύτην παροικίαν νᾷ μᾷς κάμῃ μετόχους τῆς οὐρανίου αὐτοῦ Βασιλείας, ἧς γένοιτο ἐν Χριστῷ τυχεῖν. Ἀμήν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε προσκυνήσωμεν πιστοί, καὶ μετ᾽ εὐλαβείας καὶ πόθου κατασπαζόμενοι, τάφῳ τε περίσεπτον καὶ πανυπέρτιμον, Παναγῆ Παϊσίου θεόφρονος, ἁγνίσωμεν ὅπως, καὶ ἡμᾶς ἀξιώσῃ, τέλους σωτηρίου καὶ θείου, ταῖς αὐτοῦ πρὸς Κύριον δεήσεσιν.
Ἕτερον ὅμοιον.
Μέγας ὄντως ὤφθης ἀρωγός, πάτερ τῶν εἰς σὲ προστρεχόντων καὶ παραμύθιον, ῥῦσαι οὖν τοὺς δούλους σου, ἐκ πάσης θλίψεως, τοὺς ἐκ πόθου βοῶντας σοι, καὶ προσκαλουμένους, μέγιστε Παναγῆ Παΐσιε, καὶ περιστάσεως, μάκαρ καὶ κολάσεως ὅπως, ἐν αἰνέσει πάντες τιμῶμεν, καὶ ᾠδαῖς τὴν μνήμην σου γεραίρομεν.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Ἐκ παντοίων κινδύνων, τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Τῇ πρεσβείᾳ Κύριε πάντων τῶν Ἁγίων καί τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς ὡς μόνος οἰκτίρμων.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Τέλος, σὺν Θεῷ Ἁγίῳ, τῆς Παρακλήσεως.
Δέξαι, ἱερέα τοῦ Ὑψίστου Παναγῆ Παΐσιε Μπασιᾶ, τὴν δέησιν μου ταύτην ὡς φόρον εὐλαβείας. Βοήθει τοὺς συμπολίτας μου Κεφαλληναίους, Βοήθει, Ἅγιε, τοῖς τιμῶσι ἀδελφοῖς εὐλαβῶς, καὶ πᾶσι τοῖς λαοῖς σου. Πρέσβευε τῷ οὐρανίῳ Βασιλεῖ, καὶ διὰ τῆς Παναγίας Μητρός τοῦ Διωτίσσης, καὶ ὑπέρ τοῦ Ἔθνους καί τοῦ στρατοῦ καὶ πάντων τῶν Ὀρθοδόξων.
Γαβριήλ ἱερομόναχος.