Παρακλητκός Κανών εις τον Όσιο Παύλο ο Ξηροποταμινός
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας
†Εορτάζεται στις 28 Ιουλίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὸ ἑξῆς τροπάριον·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς οὐρανίου Βασιλείας οἰκήτωρ, τῇ ἰσαγγέλῳ πολιτείᾳ ἐδείχθης, ὡς τοῦ Χριστοῦ θεράπων Παῦλε ὅσιε· ὅθεν ἀεὶ πρέσβευε, τῷ Δεσπότῃ τῶν ὅλων, πάσης ἡμᾶς ῥύεσθαι, ἀπειλῆς καὶ ἀνάγκης, καὶ τῆς μελλούσης δόξης μετασχεῖν, τοὺς προσιόντας, πιστῶς τῇ πρεσβείᾳ σου.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών οὗ ἡ ἀκροστιχίς·
Σῶζε, ὦ Παῦλε, τήνδε Μονήν σου. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Σοφείας δοχεῖον περιφανές, Παῦλε θεοφόρε, τῶν τοῦ πλάνου σοφιστειῶν, ταῖς σαῖς πρὸς τὸν Κτίστην ἱκεσίαις, τὰς διανοίας ἡμῶν θᾶττον λύτρωσαι.
Ὡς τεῖχος καὶ φύλαξ καὶ ὁδηγός, ταύτης σου τῆς ποίμνης, καθοδήγει αὐτὴν καλῶς, Παῦλε θεοφόρε πρὸς τὴν τρίβον, τῶν ἐνταλμάτων Χριστοῦ τοῦ Θεοῦ ἡμῶν.
Ζωῆς ἐναρέτου ὑφηγητά, πρὸς ἔνθεον βίον, καὶ πρὸς κτῆσιν τῶν ἀρετῶν, διέγειρον Παῦλε τὰς καρδίας, τῶν ἀσκούμενων ἐν ταύτῃ τῇ Μάνδρᾳ σου.
Θεοτοκίον.
Ἐτέχθη Παρθένε ὑπερφυῶς, ἐκ τῶν σῶν αἱμάτων, ὁ τῶν ὅλων Δημιουργός, μορφῇ τῇ βροτείᾳ κόσμον σώζων, ὁ καὶ τὸν Παῦλον δοξάσας τὸν Ὅσιον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὡς φωτὸς θείου πλήρης Παῦλε ἡμῶν στήριγμα, ταῖς φωτιστικαῖς σου πρεσβείαις, ἡμῶν καταύγασον, νοῦν καὶ διάνοιαν, ὡς ἂν τοῦ σκότους τὰ ἔργα, τάχος ἀποκλίνωμεν, φόβῳ τῷ κρείττονι.
Παθημάτων ποικίλων καὶ συνοχῆς χείρονος, καὶ ἐπιβουλῆς ὀλεθρίας, τοῦ πολεμήτορος, ἡμᾶς ἀπάλλαξον, τοὺς σὲ προστάτην πλουτοῦντας, καὶ μεσίτην μέγιστον, Παῦλε πρὸς Κύριον.
Ἀπαθείας τὰ ἄνθη, διὰ ζωῆς κρείττονος, ταύτην γεωργεῖν σου τὴν ποίμνην, Παῦλε ἐνίσχυσον, καὶ ἀποτρέπεσθαι, τὰς συστροφὰς τῶν σκανδάλων, δι’ ὧν ὑπεισέρχεται, ἐχθρὸς ὁ δόλιος.
Θεοτοκίον.
Ὑπὲρ φύσιν τεκοῦσα μετὰ σαρκὸς ἄχραντε, τὸν ἐκ τοῦ μὴ ὄντος τὰ πάντα, δημιουργήσαντα, Αὐτὸν ἱκέτευε, τοῦτον τὸν κλῆρόν σου Κόρη, ἄτρωτον φυλάττεσθαι, ἐκ πάσης θλίψεως.
Διάσωσον, ταῖς πρὸς Θεόν σου πρεσβείαις ὅσιε Παῦλε, ἀπὸ πάσης ἐπιφορᾶς καὶ κακώσεως, τοὺς καταφεύγοντας Πάτερ τῇ σῇ πρεσβείᾳ.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείαν τὴν σὴν ὡς τεῖχος ἀπροσμάχητον, πλουτοῦντες σοφέ, ἐκ πάσης ἐπιθέσεως, τοῦ ἐχθροῦ ῥυόμεθα, καὶ μυρίων καλῶν ἀξιούμεθα· σὺ γὰρ Παῦλε ἡμῶν κηδεμών, καὶ θεῖος ποιμὴν καὶ μέγας ἔφορος.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Λαμπρυνόμενος Ὅσιε, ταῖς θεαρχικαῖς καὶ θείαις ἐλλάμψεσι, πρὸς τὸ φῶς τῶν θείων πράξεων, καθοδήγει πάντοτε τὰ τέκνα σου.
Ἐναρέτως ἐνίσχυσον, Παῦλε πολιτεύεσθαι σεμνοῖς ἤθεσιν, ὁμονοίᾳ καὶ χρηστότητι, τοὺς σὲ κεκτημένους θεῖον πρότυπον.
Τὴν Μονὴν ταύτην Ὅσιε, ἣν ἱδρῶσι πλείστοις ἀνῳκοδόμησας, περιτείχισον πρεσβείαις σου, ἐξ ἐπηρειῶν τοῦ πολεμήτορος.
Θεοτοκίον.
Ἡ σῇ χάρις ἐκλάμπουσα, Κόρη ἐν τῷ Ἄθῳ ὑπὲρ τὸν ἥλιον, διαλύει τὰ βουλεύματα, καθ’ ἡμῶν τοῦ σκότους τὰ ὀλέθρια.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Νέκρωσον ἡμῶν, τῆς σαρκὸς Παῦλε τὸ φρόνημα, καὶ καταύγασον τὸν νοῦν φόβῳ Θεοῦ, τοῦ φαντάζεσθαι Χριστοῦ κάλλος τὸ ἄῤῥητον.
Δόξης ἀληθοῦς, πάτερ Παῦλε ὢν συμμέτοχος, ἀδοξίας ἀπολύτρωσαι παθῶν, τοὺς ἐν πίστει προσιόντας τῇ πρεσβείᾳ σου.
Ἔχει σε θερμόν, ἡ Μονή σου αὕτη Ἅγιε, ἀντιλήπτορα καὶ θεῖον ὁδηγόν· διὸ πίστει καταφεύγει τῇ πρεσβείᾳ σου.
Θεοτοκίον.
Μῆτερ τοῦ Θεοῦ, Θεοτόκε ἀειπάρθενε, τῷ φωτὶ τῶν μητρικῶν σου πρεσβειῶν, διασκέδασον καρδίας μου τὴν σκότωσιν.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὁ θεῖος, καὶ οὐρανόφωτος στῦλος, τῆς τοῦ Πνεύματος λαμπρᾶς φωταυγείας, θεομακάριστε ὅσιε Παῦλε, πρὸς οὐρανὸν τὰς ψυχὰς ἡμῶν πτέρωσον, καὶ ἀμαυρώσεως παθῶν, ἀπολύτρωσαι Πάτερ τὰ τέκνα σου.
Ναμάτων, τῶν θεϊκῶν πεπλησμένος, ἀφθαρσίας τὸ ζωήῤῥυτον ὕδωρ, καὶ ἀπαθείας τὸ ἥδιστον πόμα, ταῖς ἐπομβρίαις τῶν σῶν παρακλήσεων, βλῦσον ἐκ θείων θησαυρῶν, τοῖς ποθοῦσί σε τέκνοις σου Ὅσιε.
Ἡ ποίμνη, νῦν τὸν καλόν σε ποιμένα, ἀνυμνοῦσα ἐκ καρδίας κραυγάζει· ἐπὶ νομάς, ἀρετῶν οὐρανίων, καὶ πρὸς λειμῶνας ἠθῶν καθαρότητος, ὁδήγει Παῦλε νοερῶς, τῶν πιστῶν φοιτητῶν σου τὸν σύλλογον.
Θεοτοκίον.
Ναόν σε, καὶ καθαρώτατον οἶκον, καὶ παλάτιον περίδοξον Κόρη, τοῦ Βασιλέως τῆς δόξης εἰδότες, οἱ σεσωσμένοι τῷ τόκῳ σου ἄχραντε, βοῶμέν σοι εἰλικρινῶς· θείου σκεύη φωτὸς ἡμᾶς ἔργασαι.
Διάσωσον, ταῖς πρὸς Θεόν σου πρεσβείαις ὅσιε Παῦλε, ἀπὸ πάσης ἐπιφορᾶς καὶ κακώσεως, τοὺς καταφεύγοντας Πάτερ τῇ σῇ πρεσβείᾳ.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τῇ ἡγεσίᾳ σου Παῦλε καυχώμενοι, τῇ ἀρωγῇ σου προστρέχομεν κράζοντες· μὴ παύσῃ τηρεῖν ἀστασίαστον, μεθοδειῶν καὶ σκανδάλων τοῦ ὄφεως, τὴν ποίμνην σου ταύτην δεόμεθα.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Ματθαῖον
(Κεφ. ια΄ 27-30).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.
Δόξα.
Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Παῦλε παμμακάριστε, τῶν ἐν τῷ Ἄθῳ Ὁσίων, ἱερὸν ἀγλάισμα, καὶ ἀνάκτων βλάστημα καὶ καλλώπισμα, τὰς φωνὰς πρόσδεξαι, τὰς ἱκετηρίους, ἃς ἐν πίστει σοι προσάγομεν, Πάτερ τὰ τέκνα σου, τῇ σεπτῇ καὶ θείᾳ εἰκόνι σου, πανευλαβῶς ἱστάμενοι, καὶ ἀπὸ ψυχῆς ἐκβοῶντές σοι· πάσης ἐπηρείας, καὶ πάσης προσβολῆς τοῦ δυσμενοῦς, ἡμᾶς ἀτρώτους διάσωζε, τῇ ἐπιστασίᾳ σου.
Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Σωτηρίας πρὸς ὅρμον ἐκ παθῶν τρικυμίας ἡμᾶς κυβέρνησον, ὁμόνοιαν εἰρήνην, καὶ σταθερὰν ἀγάπην, παρεχόμενος πάντοτε, Παῦλε ὁσίων ἀστήρ, ἡμῖν τοῖς σοῖς τεκνίοις.
Ὀμβροφόρος νεφέλη ἡ σεπτή σου πρεσβεία γένοιτο Ὅσιε, ὡς δρόσον οὐρανίαν, καὶ νέκταρ ἀμβροσίας, μυστικῶς ὑετίζουσα, Παῦλε Πατέρων φωστήρ, ἡμῖν τὰς θείας δόσεις.
Ὑπεράνω τῆς ὕλης ἐν τῷ φόβῳ Κυρίου ἡμᾶς ἀνύψωσον, ἀεὶ φρονεῖν τὰ ἄνω, καὶ τούτων ὁλοτρόπως, θεοφόρε ἐφίεσθαι, δι’ ἐναρέτου ζωῆς, καὶ πάσης ἐγκρατείας.
Θεοτοκίον.
Γεωργίᾳ Παρθένε τῶν θεσμῶν πρεσβειῶν σου πρὸς τὸν φιλάνθρωπον, παθῶν μου τὰς ἀκάνθας, ἀνάσπασον εἰς τέλος, καὶ βοῶντά με λάμπρυνον· χαῖρε ἡμῶν προσφυγή, ἁγνὴ Θεογεννῆτορ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἔπιδε Πάτερ, ὡς συμπαθὴς οὐρανόθεν, καὶ εὐλόγησον τὰ τέκνα σου ἑστῶτα, πρὸ τῆς σῆς εἰκόνος, ἐν εὐλαβείᾳ Πάτερ.
Ῥάβδῳ ἁγίᾳ, τῶν πρεσβειῶν σου παμμάκαρ, κατασύντριψον τὸν κατὰ τῆς σῆς ποίμνης, ἐσαεὶ ὁρμῶντα, ἐχθρὸν τὸν παλαμναῖον.
Ἄνωθεν Πάτερ, σκέπε ἡμᾶς πάσης βλάβης, φόβον ἔνθεον καὶ πᾶσαν προθυμίαν, πρὸς τὰς ἐπιδόσεις, τῆς ἀρετῆς παρέχων.
Θεοτοκίον.
Σκέπασον Κόρη, ἐκ τῶν βελῶν τοῦ βελίαρ, τοὺς προσπίπτοντας τῇ κραταιᾷ σου σκέπῃ, ἄφεσιν πταισμάτων, ἡμῖν ἐξαιτουμένη.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰδοὺ Παῦλε παμμάκαρ, αὕτη σου ἡ ποίμνη, συναρθροισθεῖσα προσπίπτει τῇ σκέπῃ σου· ὅθεν ἡμῖν ἀεὶ δίδου τὴν εὐλογίαν σου.
Μὴ παύσῃ μνημονεύων, ἡμῶν ὅσιε Παῦλε, τῶν πεποιθότων ταῖς σαῖς ἀντιλήψεσιν, ἵνα ῥυώμεθα πόνων πικρῶν καὶ θλίψεων.
Ὁδήγει πρὸς τὰς τρίβους τὰς σωτηριώδεις, τοὺς φοιτητάς σου ἀεὶ Παῦλε ὅσιε, ἵνα ζωὴν τὴν ἀγήρω κληρονομήσωμεν.
Θεοτοκίον.
Ὑπέρτερον τὸν νοῦν μου, δεῖξον Θεοτόκε, φθοροποιῶν ἐννοιῶν τῇ σῇ χάριτι, καὶ πλῆσον τοῦτον Παρθένε θείας ἐλλάμψεως.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τῶν ἐν Ἄθῳ θεῖος ἀστήρ, Παῦλε θεοφόρε, βασιλέων ἡ καλλονή· χαίροις ἐγκρατείας, ὁ θεῖος ὑποφήτης, καὶ ἀρετῶν ὁσίων, ἔμψυχον ὄργανον.
Δόξας βασιλείους καταλιπών, ἐν πάσῃ πτωχείᾳ, ἠκολούθησας τῷ Χριστῷ, καὶ στεῤῥᾷ ἀσκήσει, κατεπλουτίσθης Παῦλε, χαρίσμασι τοῖς θείοις, Ἁγίῳ Πνεύματι.
Ἔλαμψας ἐν Ἄθῳ περιφανῶς, ἰσαγγέλῳ βίῳ, ἀρνησάμενος σεαυτόν, καὶ τῆς ἀπαθείας, σκεῦος λαμπρὸν έδείχθης, ὦ Παῦλε θεοφόρε, Ἀγγέλων σύσκηνε.
Τύπος ἐναρέτου βίου ὀφθείς, φοιτητῶν ὁσίων, συναγείρεις σεμνὸν χορόν, Παῦλε θεοφόρε, καὶ τούτους κατευθύνεις, ἐν λόγῳ τε καὶ ἔργῳ, πρὸς βίον κρείττονα.
Ὡς μονὴ καὶ οἶκος θεοειδής, Τριάδος τῆς θείας, διὰ βίου ἀγγελικοῦ, Μονὰς δύο Παῦλε, οἰκοδομεῖς ἐν Ἄθῳ, αἷς δίδου οὐρανόθεν, τὴν εὐλογίαν σου.
Σκέπε ἀπὸ πάσης ἐπιβουλῆς, ταύτην τὴν Μονήν σου, ἐν εἰρήνῃ διατηρῶν, καὶ ἐν μετανοίᾳ, ὦ Παῦλε τὰ σὰ τέκνα, μετὰ τοῦ Γεωργίου, τοῦ Χριστομάρτυρος.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Παῦλε, τῶν ἐν Ἄθῳ καλλονή, βίου χαρακτὴρ ἐναρέτου, καὶ ὑποτύπωσις, πάσης ἀπολύτρωσαι, ὀργῆς καὶ θλίψεως, τοὺς τῇ θείᾳ εἰκόνι σου, προσπίπτοντας Πάτερ, ταύτῃ δὲ τῇ Μάνδρᾳ σου, δίδου ἑκάστοτε, χάριν, καὶ εἰρήνην καὶ πᾶσαν, τῆς σῆς πατρικῆς εὐλογίας, δόσιν καὶ χρηστότητα δεόμεθα.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.