Παρακλητικός Κανών εις τον Όσιο και Θεοφόρον Πατέρα ημών Παύλον τον Απλούν

Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

†Εορτάζεται στις 7 Μαρτίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὸ τροπάριον.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς τῆς ἁπλότητος ὑπέρτιμον σκεῦος, καὶ τοῦ Σωτῆρος θεοφόρος θεράπων, ὑπὲρ ἡμῶν ἀπαύστως καθικέτευε, Παῦλε παμμακάριστε, ὅπως πάσης ἀνάγκης, καὶ παντοίων θλίψεων, καὶ κινδύνων ῥυσθῶμεν, οἱ σὲ τιμῶντες Πάτερ εὐλαβῶς, καὶ τὴν θερμήν σου, αἰτοῦντες ἀντίληψιν.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τὸ ἀνόμημα μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιον μου ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιον Σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαι Σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσας μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπον Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου Σου καὶ τὸ Πνεῦμα Σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδοὺς Σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τὴν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσιν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τὴν Σίων καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριον Σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Αἴτει μοι λύσιν  ὦ Παῦλε. Γερασίμου.

Εἴς ἔκαστον τροπάριον λέγομεν·
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν,
τὰ δύο τελευταία
Δόξα. Και Νῦν.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἀγγέλων χορείαις ἐν οὐρανοῖς, Παῦλε συγχορεύων, καθικέτευε ἐκτενῶς, πταισμάτων διδόναι ἡμῖν λύσιν, καὶ πειρασμῶν πολυτρόπων συγχώρησιν.

Ἰλύος με κάθαρον τῶν παθῶν, Παῦλε θεοφόρε, ἱκεσίαις σου πρὸς Χριστόν, καὶ πάσης μανίας τοῦ βελίαρ, ῥῦσαί με Πάτερ θερμῇ προστασίᾳ σου.

Τὸν πάντων Δεσπότην καὶ Ποιητήν, δυσώπει λυτροῦσθαι, πονηρίας με χαλεπῆς, ὦ Παῦλε ἁπλότητος ἡ στήλη, καὶ φωτισθῆναι φωτὶ μετανοίας με.

Θεοτοκίον.
Ἐκ Σοῦ ἀνατέταλκεν ἐν σαρκί, ὁ πάντων Δεσπότης, ὥσπερ Ἥλιος τῆς ζωῆς, οὗ λάμπρυνον Κόρη ταῖς ἀκτῖσι, τὴν σκοτισθείσαν ψυχήν μου τοῖς πάθεσι.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἱλασμὸν καὶ εἰρήνην καὶ φωτισμὸν αἴτησαι, παρὰ τοῦ Σωτῆρος τῶν ὅλων, Παῦλε μακάριε, καὶ παθῶν λύτρωσιν, τοῖς προσιοῦσιν ἐν πίστει, τῇ θερμῇ πρεσβείᾳ σου, καὶ σὲ γεραίρουσι.

Μοναστὴς θεοφόρος καὶ ἀσκητὴς Ὅσιος, Παῦλε θεοφόρε ἐδείχθης, τῇ συντονίᾳ σου· ὅθεν ἀνάδειξον, κἀμὲ θερμὸν κατὰ πάντα, εἰς ὃ σχῆμα ἔλαβον, βίου λαμπρότητι.

Ὁλικῶς καθυπείκων τοῖς ἱεροῖς ῥήμασι, Παῦλε Ἀντωνίου τοῦ πάνυ, ἐπλήσθης χάριτος· ὅθεν ὑπήκοον, κἀμὲ ἀπέργασαι Πάτερ, ἐν τοῖς δικαιώμασι, τοῦ Παντοκράτορος.

Θεοτοκίον.
Ἰησοῦν τὸν Σωτῆρα καὶ τοῦ παντὸς Κύριον, τέτοκας ἐν ὕλῃ βροτείᾳ, ἄνευ συγχύσεως, Κόρη ᾯ πρέσβευε, ἁμαρτιῶν καὶ κινδύνων, ῥύεσθαι τοὺς μέλποντας, τὰ μεγαλεῖά Σου.

Διάσωσον, ταῖς σαῖς πρεσβείαις ἐκ πάσης ἡμᾶς ἀνάγκης, Πάτερ Παῦλε τὸ τῆς ἁπλότητος σκήνωμα, τοὺς προσιόντας τῇ θείᾳ σου προστασίᾳ.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αῖτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Χριστὸν τὸν Θεόν, ἱκέτευε δεόμεθα, ἐκ πάσης ἡμᾶς, στενώσεως καὶ θλίψεως, λυτροῦσθαι Παῦλε Ὅσιε, καὶ ἐν φόβῳ τῶ θείῳ πορεύεσθαι, ἐν ταῖς τρίβοις τῶν θείων ἐντολῶν, ὡς ἂν τῆς ἀλήκτου ζωῆς τύχωμεν.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Λυμεῶνα τὸν κάκιστον, τὸν τὴν ἁμαρτίαν κόσμῳ εἰσάξαντα, καθ’ ἡμῶν ἐπιτιθέμενον, Πάτερ Παῦλε σύντριψον πρεσβείαις σου.

Ὕδωρ βλῦσόν μοι ἄνωθεν, Παῦλε θεοφόρε θείας χρηστότητος, ταῖς πρὸς Κύριον πρεσβείαις σου, τῶν παθῶν σβεννῦόν μου τοὺς ἄνθρακας.

Συμπαθῶς ἐπικλώμενος, ταῖς φωναῖς τῶν πίστει παρακαλούντων σε, Πάτερ Παῦλε δίδου ἅπασι, τὴν χαρὰν τὴν θείαν καὶ οὐράνιον

Θεοτοκίον.
Ἴασαι μου τοὺς μώλωπας, τῆς ψυχῆς Παρθένε καὶ τοὺς τοῦ σώματος, ἡ τεκοῦσα τὸν ῥυσάμενον, τὸν Ἀδὰμ τῆς πάλαι κατακρίσεως.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Νόμῳ τοῦ Θεοῦ, πολιτεύεσθαι ἐνίσχυσον, ἐν ἁπλότητι καὶ βίῳ καθαρῷ, θεοφόρε Πάτερ Παῦλε τοὺς ὑμνοῦντάς σε.

Πάθη τὰ δεινά, τὰ ὁσῶραι τυραννοῦντά με, ἀπομάρανον καὶ νέκρωσον σοφέ, τῇ θερμῇ σου ἱκεσίᾳ πρὸς τὸν Κύριον.

Ἄμεμπτον ζωήν, διανύσας Παῦλε Ὅσιε, ἐν ἀμέμπτῳ πολιτείᾳ καὶ σεμνῇ, βιοτεύειν με ἐνίσχυσον μακάριε.

Θεοτοκίον.
Θρόνος τοῦ Θεοῦ, καθωράθης ὑψηλότατος, ἐν ἀγκάλαις Σου βαστάζουσα ἁγνή, τὸν τὰ σύμπαντα κρατοῦντα καὶ βαστάζοντα.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὡς πλήρης, θείας ἁπλότητος Παῦλε, ἐπληρώθης θεϊκῶν χαρισμάτων, καὶ τῇ ἐντεύξει τῇ σῇ τὰς δυνάμεις, τοῦ πονηροῦ κοσμοκράτορος ἤλασας, οὗ τῆς κακίας καὶ ἡμᾶς, ἀσινεῖς διαφύλαττε Ἅγιε.

Νεκρώσας, τὸν πολυμήχανον ὄφιν, τῇ ἁπλότητι τῇ σῇ θεοφόρε, τὴν καθ’ ἡμῶν τούτου νέκρωσον ῥύμην, καὶ ἀσφαλῶς τὴν ζωὴν ἡμῶν ἴθυνον, ἐπὶ λιμένα τῶν σεπτῶν, τοῦ Θεοῦ προσταγμάτων δεόμεθα.

Ὡράθης, πλήρης δυνάμεως θείας, ἰσαγγέλῳ πολιτείᾳ σου Πάτερ· ὅθεν ἐχθροῦ, τὰς δυνάμεις καθεῖλες, καὶ ἀσθενοῦντας ἰάσω ἐντεύξει σου· ὅθεν θεράπευσον κἀμέ, ἀσθενοῦντα ψυχῇ τε καὶ σώματι.

Θεοτοκίον.
Ποικίλαις, περιπεσὼν ἁμαρτίαις, ἐμακρύνθην τοῦ Θεοῦ Θεοτόκε· ἀλλὰ τῇ Σῇ, προστασίᾳ προστρέχω, καὶ ἐκβοῶ ἐκ μυχίων καρδίας μου· ἀπάλλαξόν με τοῦ ἐχθροῦ, τῆς πικρᾶς δυναστείας καὶ σῶσόν με.

Διάσωσον, ταῖς σαῖς πρεσβείαις ἐκ πάσης ἡμᾶς ἀνάγκης, Πάτερ Παῦλε τὸ τῆς ἁπλότητος σκήνωμα, τοὺς προσιόντας τῇ θείᾳ σου προστασίᾳ.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αῖτησις καί τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Τῇ θερμοτάτῃ πρεσβείᾳ σου Ὅσιε, τῆς τοῦ ἐχθροῦ πονηρίας με λύτρωσαι, καὶ δίδου μοι δύναμιν δέομαι, ὡς ἂν ἐν φόβῳ Θεοῦ καὶ ἁπλότητι, διέλθω ζωὴν τὴν ἐπίγειον.

Προκείμενον
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. ια’. 27 -30).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου, καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰμὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰμὴ ὁ Υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κᾀγὼ ἀναπαύσω ἡμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς, καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷος εἰμί, καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρὸν ἐστί.

Δόξα.
Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Βίου καθαρότητι, καὶ ἐν ἁπλότητι πάσῃ, Θεῷ εὐηρέστησας, Παῦλε παμμακάριστε, δι’ ἀσκήσεως καὶ πολλῆς μέτοχος, χάριτος ἐγένου· διὰ τοῦτό σου δεόμεθα· ἡμᾶς ἀπάλλαξον, πάσης τοῦ ἐχθροῦ ἐπιθέσεως, καὶ πειρασμῶν καὶ θλίψεων, καὶ πολυειδῶν περιστάσεων, καὶ πταισμάτων αἴτει, συγχώρησιν ἡμῖν παρὰ Χριστοῦ, ὡς ἂν ἀμέμπτως βιώσαντες, δόξης θείας τύχωμεν.

Σῶσον ὀ Θεός τὸν λαό σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀκαθάρτων πνευμάτων ὡς καθεῖλες τὴν ῥύμην Παῦλε μακάριε, οὕτω παθῶν τῆς λύμης, ἐκκάθαρον λιταῖς σου, τοὺς βοῶντας ἑκάστοτε· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ὑπὲρ πάντων δυσώπει τὸν Σωτῆρα τῶν ὅλων Παῦλε μακάριε, ῥυσθῆναι πάσης βλάβης, καὶ πάσης δυσχερείας, τοὺς πιστῶς ἀνακράζοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Λαμπρυνόμενος φέγγει τῆς ἁπλότητος Πάτερ καὶ τῆς ἀσκήσεως, λαμπρύνεις τὰς καρδίας, τῶν ἀρετῶν ἀκτῖσι, τῶν βοώντων ἑκάστοτε· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Ἐξ ἁγνῶν Σου αἱμάτων ἐσαρκώθη ὁ Λόγος ὁ ὑπερούσιος, καὶ πάσης ἀλογίας, ἐῤῥύσατο Παρθένε, τοὺς ἐν πίστει κραυγάζοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γνώμῃ εὐθείᾳ, εὐραστήσας Κυρίῳ, Παῦλε Ὅσιε Αὐτῷ εὐαρεστεῖν με, δύναμιν παράσχου, ἵνα σε μακαρίζω.

Ἐκ πολυπλόκων, ἐπηρειῶν τοῦ βελίαρ, Παῦλε Ὅσιε ἀτρώτους διατήρει, τοὺς ὑπερυψοῦντας, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ῥῦσαί με Πάτερ, ἐκ λογισμῶν ἀκαθάρτων, καὶ παράσχου μοι μετάνοιαν γνησίαν, ταῖς πρὸς τὸν Δεσπότην, θερμαῖς σου ἱκεσίαις.

Θεοτοκίον.
Ἀδιαφθόρως, φθορᾶς τὸν λύτην τεκοῦσα, ἀειπάρθενε Χριστὸν τὸν Ζωοδότην, ἐκ φθοροποιῶν με, λύτρωσαι νοσημάτων.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Συνὼν Ἀγγέλων δήμοις, Παῦλε θεοφόρε, μὴ διαλίπῃς πρεσβεύων δεόμεθα, ὑπὲρ ἡμῶν τῶν ἐν πίστει μακαριζόντων σε.

Ἰσχὺν ἡμῖν ἐξαίτει, κατὰ πάσης βλάβης, τοῦ βροτοκτόνου ἐχθροῦ Παῦλε Ὅσιε, παρὰ Χριστοῦ τοῦ ἀξίως σὲ θαυμαστώσαντος.

Μεγίστης εὐκληρίας, κατηξιωμένος, μεγάλων πόνων καὶ θλίψεων λύτρωσαι, τοὺς σὲ γεραίροντας Παῦλε ἀξιοθαύμαστε.

Ὁδὸν ἡμᾶς βαδίζειν, τὴν πρὸς σωτηρίαν, δίδου ἰσχὺν ταῖς πρεσβείαις σου Ἅγιε, οἷα μεσίτης καὶ πρέσβυς ἡμῶν πρὸς Κύριον,

Θεοτοκίον.
Ὑψίστου ὤφθης Μήτηρ, τοῦτον ἐκ γαστρός Σου, ἀπειρογάμως κυήσασα πάναγνε· διὸ ἁγνείας ἀκτῖσι τὸν νοῦν μου λάμπρυνον.

Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Βίον διανύσας ἀγγελικόν, ἐν ἐρήμῳ Πάτερ, ἐπληρώθης θείου φωτός, καὶ τὴν τῶν δαιμόνων, ἐπάτησας μανίαν, οἷα Χριστοῦ θεράπων, Παῦλε μακάριε.

Πίστει Ἀντωνίῳ τῷ θαυμαστῷ, προσελθὼν ἐδείχθης, ἐκμαγεῖον τῶν ἀρετῶν, αὐτοῦ Πάτερ Παῦλε, ἁπλότητι ἐμπρέπων, καὶ ταπεινοφροσύνῃ τε καὶ πραότητι.

Σκεῦος ἀνεδείχθης τῶν ἀρετῶν, Παῦλε θεοφόρε, διὰ βίου ἀσκητικοῦ, ὡς συνωνυμήσας, τῆς ἐκλογῆς τῷ σκεύει, καὶ ἐναρέτου βίου, θεῖον ὑπόδειγμα.

Φρίττει τῶν δαιμόνων ἡ πονηρά, φάλαγξ θεοφόρε, ἥν σοι δέδωκεν ὁ Σωτήρ, θείαν ἐξουσίαν, ἀμέμπτῳ πολιτείᾳ· διὸ ἡμᾶς τῆς τούτων, βλάβης ἀπάλλατε.

Χαίροις Ἀντωνίου ὁ φοιτητής, Παῦλε θεοφόρε, καὶ ὁμόζηλος ἐν παντί· χαίροις μυροθήκη, ἁπλότητος ἁγίας, καὶ ἰσαγγέλου βίου, λύχνος πολύφωτος.

Δήμοις τῶν Ἁγίων ἐν οὐρανοῖς, καὶ χοροῖς Ἀγγέλων, συγχορεύων Παῦλε σοφέ, πρέσβευε ἀπαύστως, ἡμῖν πταισμάτων λύσιν, διδόναι τοῖς ἐν πίστει, σὲ μακαρίζουσι.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεί καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Παῦλε, τῆς ἁπλότητος εἰκών, ταπεινοφροσύνης δοχεῖον, ἀξιοθαύμαστον, πάσης ἡμᾶς λύτρωσαι, φθορᾶς καὶ θλίψεως, τῇ θερμῇ προστασίᾳ σου, καὶ τῆς πονηρίας, καὶ τῆς δολιότητος, τοῦ παλαμναίου ἐχθροῦ, ἔχων, πρὸς Χριστὸν παῤῥησίαν, Ὃν ἀεὶ δυσώπει διδόναι, θεῖον φωτισμὸν ἡμῖν καὶ ἔλεος.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δί’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἠμᾶς.
Ἀμήν.

Δίστιχον·
Παῦλε ἐν ἀπλότητι τήρει τὸν νοῦν μου
Γερασίμου μέλποντας τοῦς σοὺς καμάτους