Παρακλητικός Κανὼν εις τoν Όσιον Σαμψὼν τον Ξενοδόχο

Ποίημα κ. Χρήστου Κονταξή

†Εορτάζεται στις 27 Ιουνίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα άναγινώσκοντες τόν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου. Ἐκάθισε με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χεῖρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος Σοι. Ταχύ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μή ἀποστρέψῃς τό πρόσωπον Σου ἀπ’ ἐμοῦ καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπί Σοί ἤλπισα. Γνώρισον μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τήν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθόν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματος Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Θεός Κύριος καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τά ἔθνη ἐκύκλωσαν με καί τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Ἦχος δ΄.Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοῖς ἐξαιτοῦσι τὴν θερμήν σου ξενίαν, καὶ ἐκζητοῦσι ἐν Χριστῷ θεραπείαν, σώζεις ἀεὶ ἐκ κινδύνων καὶ θλίψεων, θείῳ σου χαρίσματι Σαμψὼν μάκαρ θεράπον, ἰατρὀς ὡς πρότυπον καὶ χαρὰ θλιβομένων, καὶ πενομένων φίλος ἀληθὴς, οἰκοδεσπότης τῆς Χάριτος ἔμπλεως.

Δόξα. Τὸ αὐτό. Ἢ τὸ ἀπολυτίκιον.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.(Γερασίμου Μικραγιαννανίτου)
Ὁ φἐρων τὴν μίμησιν τῶν τοῦ Θεοῦ οἰκτιρμῶν, ἐνθέου χρηστότητος ἀναβλυστάνεις κρουνούς, Σαμψὼν ἱερώτατε· σὺ γὰρ θεομιμήτῳ, ἐλλαμφθεὶς συμπαθείᾳ, ὤφθης τῶν τεθλιμμένων, καὶ πασχόντων ἀκέστωρ, παρέχων ἑνὶ ἑκάστῳ ῥῶσιν καὶ ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμεν ποτὲ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο, ἐκ τοσούτων κινδύνων, τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σώζεις ἀεὶ, ἐκ παντοίων δεινῶν.

Ὁ Ν’ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημα μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιον μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιον Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαι Σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσας μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπον Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσιν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὑκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὑκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σίων καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον Σου μόσχους.

ᾨδὴ α’. Ὑγρὰν διοδεύσας.
Ἐκ βρέφους ἀνθήσας ὡς εὐθαλὲς τῶν ἐν τῷ λειμῶνι θεῖον βλάστημα ἀρετῶν, ἤδη προσενήνοχας Κυρίῳ καρπούς ἀξίους, Σαμψών, ἁγιότητος.

Τῆς φιλανθρωπίας ἐν τῇ ψυχῇ, τὸν ἄφθονον πλοῦτον ἔχων, πρόνοιαν ἐκ Θεοῦ, οἶκος εὐποιΐας ἀνεδείχθης καὶ ἰατρεῖον αἰτούντων τὴν ἴασιν.

Ἐλαίῳ λαμπάδα τὴν τῆς ψυχῆς, κοσμήσας ἐνθέως δόξης τίμημα ἐκζητῶν, ἤχθης, Σαμψών, εἰς τὸν νυμφῶνα, τὸν τοῦ Χριστοῦ φωτεινὸν καὶ ποθούμενον.

Θεοτοκίον.
Γαλήνην σε ἔχοντες οἱ πιστοί, τοῦ Σαμψὼν πρεσβείαις καταφεύγουσι σῇ στοργῇ, ὑγείαν καὶ σκέπην ἐκζητοῦντες, παραμυθίαν καὶ λύσιν ἐν θλίψεσι.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀκατάλυτον πόθων τὴν σὴν σκηνὴν ὅσιε, τῆς ἐν οὐρανῷ εὐποιΐας, στήριξον χάριτι, καὶ ὡς φιλάνθρωπος νοῦς, καὶ ἰατὴρ παθημάτων, τοῖς πιστοῖς βοήθειαν πᾶσι χορήγησον.

Τῶν δακρύων σου ὄμβροις καὶ ὀχετοῖς, ὅσιε, ῥείθροις οἰκτιρμῶν καὶ ἐλέους πάντας κατάρδευε, εἰς τὸν ψυχῶν δροσισμὸν τῶν δεομένων ἐνθέως, ὧν, Σαμψών, τὸν καύσωνα νόσων κατάσβεσον.

Τὸν Χριστὸν ἀεὶ ἔχων, ἐν τῇ ψυχῇ ἔνοικον, καὶ σοῦ τῶν χαρίτων ἀκτῖνας πᾶσι διηύγασας, δοῦναι, Σαμψὼν, ἱλασμὸν καὶ ἀλγηδόνων θωπείαν, τὸν Θεὸν ἱκέτευε θεῖε ἀνάργυρε.

Θεοτοκίον.
Ἐκ κοιλίας ἀμώμου, σωματωθεὶς Πάναγνε, ὁ δοὺς τοῖς ἀνθρώποις τὸ θεῖον, ἄμετρον ἔλεος, δι’ἀγαθότητα, ἐκ τῆς λοχείας σου μῆτερ, τῶν πιστῶν ἀντίληψις καὶ καταφύγιον.

Διάσωσον τῇ σῇ ξενίᾳ ἀνάργυρε ξενοδόχε, πενομένους καὶ ἀσθενεῖς κινδύνων καὶ θλίψεων, ὡς ἄριστος κτήτωρ τῆς ἀπαθείας.

Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ξενῶνα Χριστοῦ ἀρτίως ὑπηρέτησας, προστάτης θερμὸς νοσούντων καθιστάμενος, καὶ ὀφθεὶς οὐράνιος, ξενοδόχε ὅσιε, ἄγγελος· διό, Σαμψών, κραυγάζομεν πιστῶς· Χριστῷ τῷ Σωτῆρι Πάτερ πρέσβευε.

ᾨδὴ δ´. Εἰσακήκοα Κύριε.
Ἀπαθείᾳ τὸν βίον σου καὶ τῇ καθαρότητι κατεκόσμησας· διὰ τοῦτο σέ, Σαμψών, ὁ Χριστὸς τῶν χαρίτων αἴγλῃ κατελάμπρυνεν.

Εὐποιΐας τὸν ἔλεον, πάτερ, ἐπιχέων ἀφθόνως ἅπασι καὶ προθύμως μιμητὴς τοῦ Χριστοῦ ἀνεδείχθης, Σαμψὼν παναοίδιμε.

Συνεργοῦντα τὸν Κύριον ἔχων ἐν βουλεύμασι καὶ ἐν πράξεσιν, εὐλογίᾳ τῇ τῶν ἔργων, Σαμψών, βεβαιοῖς τὴν χάριν τοῦ συμπράξαντος.

Θεοτοκίον.
Ὡς πηγὴ ἀνεξάντλητος Κεχαριτωμένη τῶν ἰάσεων, ταῖς πρεσβείαις σου χαρὰν τοῖς πιστοῖς ὁ Υἱός σου ἔχρισε πανάχραντε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σὺ ὡς λειτουργός, καθαρώτατος προσήγγισας αἰτουμένους σὴν βοήθειαν, Σαμψών, ἐγκρατείᾳ θῦμα ἄμωμον γενόμενος.

Σὺ ἐν τῇ νυκτί, τῆς τοῦ βίου φαεινότατος, τοῦ θανάτου ἀποτρέπεις τὸ κακόν, καὶ τῶν νόσων ἀπαλλάττεις τοὺς καλοῦντάς σε.

Οἶκον σεαυτόν, ἀρετῶν, Σαμψών, δειμάμενος, ἐπεδόμησας δι΄ἔλεον Χριστοῦ, ὡς φιλάνθρωπον ὑγείας καταγώγιον.

Θεοτοκίον
Ῥώμην κατ’ἐχθροῦ, ἀσθενοῦσι παρεχώρησας, Παναγία, δυσμενοῦς και πονηροῦ, τοῦ Υἱοῦ σου συνεργείᾳ καὶ θελήματι.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἐν ζάλῃ βιοτικῇ ἀνεφάνης, ἀλλ’ ἀκύμαντος ψυχὴ ἀνεδείχθης, τῶν ἀρετῶν τοὺς καρποὺς ἐδωρήσω καὶ τοῦ ἐλέους σου πλοῦτον ἐχάρισας, ὅτι τὸ σκάφος άσθενῶν εἰς λιμένας σου θείους καθώρμισας.

Τοῦ Πνεύματος ἀρδευθεὶς, Σαμψών, ἔργοις, τὴν πορείαν σου καθώρισας πλήρως, φιλανθρωπίᾳ λυτρούμενος πλῆθος, τὸ ἐν τῷ οἴκῳ σου πίστει θαλπόμενον, οἳ ἀνυμνοῦσι τὸν Θεόν, τὸν ταχέως παρέχοντα ἔλεος.

Τὴν ἴασιν ἀναργύρως ἐδίδου, ἐν συμφοραῖς καὶ νόσοις καὶ ἀνάγκαις, καὶ τῇ πρεσβείᾳ σου πίστει καὶ σκέπῃ , Σαμψὼν, προστρέχεις ὡς δρόσος ἐν καύσωνι, τοῖς ἐν κινδύνοις τῶν παθῶν δεομένοις τοῦ σώζεσθαι χάριτι.

Θεοτοκίον.
Γνωρίσαντες διὰ σοῦ τὸν Σωτῆρα, καταφυγὴν καὶ σκέπην σε τοῦ κόσμου, δεδοξασμένη οὐκ ἔχομεν ἑτέρα, πυρὸς κολάσεως λύτρωσαι Ἄχραντε, ἐν περιστάσεσι βροτῶν προστασία γενοῦ καὶ κραταίωμα.

Διάσωσον τῇ σῇ ξενίᾳ ἀνάργυρε ξενοδόχε, πενομένους καὶ ἀσθενεῖς κινδύνων καὶ θλίψεων ὡς ἄριστος κτήτωρ τῆς ἀπαθείας.

Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἰτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τῇ φιλανθρώπῳ, Σαμψὼν, ἐπινεύσει σου, Χριστὸν ἐμιμήσω μακάριε· πτωχῶν καὶ νοσούντων τὸ ὅρμημα, Χριστοῦ ἐγένου ἐν γῇ τὸ ὁμοίωμα, πιστῶν προσφυγὴ καὶ ἀσφάλεια.

Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον, Ἐκ τοῦ κατὰ Ἰωάννην (ιε´ 17-27, ιστ´ 1-2).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε, ὅτι ἐμὲ πρῶτος ὑμῶν μεμίσηκεν. Εἰ ἐκ σοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ᾿ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. Μνημονεύετε τοῦ λόγου, οὗ ἐγὼ εἶπον ὑμῖν. Οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. Ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με. Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. Ὁ ἐμὲ μισῶν, καὶ τὸν Πατέρα μου μισεῖ. Εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς, ἅ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ καὶ ἑωράκασι, καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν Πατέρα μου. Ἀλλ᾿ ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν. Ὅτι ἐμίσησάν με δωρεάν. Ὅταν δὲ ἔλθῃ ὁ Παράκλητος, ὅν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ἐκείνος μαρτυρήσει περὶ ἐμοῦ. Καὶ ὑμεῖς δὲ μαρτυρεῖτε ὅτι ἀπ᾿ ἀρχῆς μετ᾿ ἐμοῦ ἐστε. Ταῦτα λελάληκα ὑμῖν, ἵνα μὴ σκανδαλισθῆτε. Ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ᾿ ἔρχεται ὥρα, ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.

Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος β΄. Ὅλην άποθέμενοι.
Βίον τὸν φιλάνθρωπον, καὶ ταπεινὀν διανύσας, τῆς ξενίας καύχημα ἠξιώθης Πάτερ βραβείου Χάριτος· καὶ χαρὰν κρείττονα τοῖς πτωχοῖς ἐδίδου τῇ ἀσκήσει ἣν ἀνέλαβες ἵνα τοὺς πάσχοντας πάντας προστατεύῃς ἐν οἴκῳ σου, ἀστέγοις σὺν τοῖς πένησιν τὴν εὐεργεσίαν ἐξέτεινας· Οὕτω τῇ ἀγάπῃ ἣν ἔδωκας, Σαμψών, τοῖς ἀδελφοῖς, ὑμνολογεῖται ὁ Κύριος, διὰ τὸ μέγα του ἔλεος.

Σῶσον, ὁ Θεός, τὸν λαόν Σου….

ᾨδὴ ζ΄ Οἱ ἐκ τῆς Ἰουδαίας.
Τὸν ἀκένωτον πλοῦτον, ἐν ψυχῇ θησαυρίσας, τὸ θεῖον ἔλεος, ἀφθόνως μετὰ δόξης, διένειμας ἀνθρώποις τοῖς κραυγάζουσι πάντοτε· ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εύλογητὸς εἶ.

Ἐκμοχλεύων τὰ πάθη,τῆς ψυχῆς ἐγκρατείᾳ, Σαμψὼν ἀοίδιμε, ἐν ταύτῃ ἀπαθείας ἐφύτευσας στελέχη ἐκβοῶν ἐκ καρδίας σου· ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εύλογητὸς εἶ.

Τὸν ἐπίκηρον πλοῦτον αἰωνίων εἰργάσω, Σαμψὼν, ἐμπόρευμα, καὶ ὄντως ἀκηράτων, καὶ θείων ἀγαθῶν σου, ἀναμέλπων μακάριε· ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εύλογητὸς εἶ.

Θεοτοκίον
Ἱλασμόν τῶν πταισμάτων ἐξαιτοῦμεν Παρθένε, καὶ ἱκετεύομεν, Σαμψὼν τῇ συνεργείᾳ, Υἱοῦ σου ἐνεργείᾳ οἱ πιστῶς ἐκβοῶντές σοι· χαῖρε Παρθένε ἁγνή, Πανύμνητε Μαρία.

ᾨδὴ η΄. Τὸν βασιλέα.
Τὸν βασιλέα τῶν οὐρανῶν ὑπεδέξω, τῇ δοχῇ, Σαμψών, τῶν ἀσθενούντων, σὲ ἐν οὐρανίοις αὐλαῖς κατασκηνοῦντα.

Ἐπὶ τὴν πέτραν τὴν ἀρραγῆ τῆς ἐλπίδος, τοῦ Χριστοῦ τὰς βάσεις ἡμῖν δίδου, Σαμψὼν ὡς ἐπερείσας, οὐδόλως ἐσαλεύθης.

Ἐν τῇ ψυχῇ σου τὸν νοητὸν θησαυρίσας, θεοφόρε πλοῦτον τὸν παρόντα, πᾶσι τοῖς αἰτοῦσι διάνεμε ἀφθόνως.

Θεοτοκίον
Καθυπουργοῦσα τῷ Θεῷ Λόγῳ Παρθένε, τὰ αἰτήματα ἡμῶν διαβιβάζεις, πρέσβευε ὡς μήτηρ καὶ πάντων προστασία.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Πληρώσας εὐποιΐας, κρατῆρα ξενοδόχε, Σαμψών, διψῶντας ἀφθόνως ἐπότισας, καὶ τὴν ὑγείαν παράσχου πᾶσι τοῖς χρήζουσι.

Χριστὸν ἐν τῇ καρδίᾳ ἔχων ενοικοῦντα, τὴν τῶν παρόντων ἀπώσω προσπάθειαν, τοὺς σὲ τιμῶντας ἀξίους ποίησον πίστεως.

Δικαίων ἐν χορείαις, καὶ σκηναῖς ὁσίων ἐγκαταπαύσας, Σαμψών, παμμακάριστε,ὑπὲρ ἡμῶν τὸν Δεσπότην Χριστὸν ἱκέτευε.

Θεοτοκίον.
Ὑμνῆσαι Θεοτόκε, ἐν καθαρᾷ καρδίᾳ, τὸν σαρκωθέντα ἐκ σοῦ ἱκετεύουσα, σὲ ἀσιγήτως δοξάζειν ἡμᾶς ἀξίωσον.

Άξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σε μεγαλύνομεν.

καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις ὁ πλουτήσας δι’ἀρετῶν, καὶ δεχθεὶς ἐν οἴκῳ τοὺς ἐν θλίψεσι ἀδελφούς, τῆς φιλανθρωπίας τὸ πρότυπον το θεῖον, Σαμψών, ἐχαριτώθης ποιῶν τὰ βέλτιστα.

Πλούτῳ ἀπαθείας καθοπλισθείς, πᾶσι τοῖς ἱκέταις θεραπείας ἐπιτελεῖς, σὲ παρακαλοῦμεν, Σαμψών, καθικετεύειν, Χριστόν ἡμᾶς ῥυσθῆναι πάσης κακώσεως.

Κατατρυχομένων ὁ ἀῤῥωγός,πάντων τῶν πενήτων ὁ προστάτης καὶ ἰατρός, χαῖρε ξενοδόχων ἀγλάϊσμα καὶ κλέος, Σαμψών, τῆς διακονίας τὸ μέγα τάλαντον.

Ῥῦσαι ἐκ κινδύνων καὶ πειρασμῶν, τοὺς καταφυγόντας τῇ προνοίᾳ σου ἀδελφούς, πάσης τοῦ βελίαρ κακίστης ἐπηρείας, Σαμψών, τῇ σῇ πρεσβείᾳ Χριστῷ ἀπάλλαξον.

Χαίροις ἀσθενούντων ὁ ἰατρός, χαίροις θλιβομένων ὁ θερμότατος ἀρωγός, χαίροις τῶν πενήτων καὶ ξένων ἀντιλήπτωρ, Σαμψών, Χριστοῦ θεράπον, ἀξιοθαύμαστε.

Ἴασιν τοῦ σώματος καὶ ψυχῆς, δίδου ἡμῖν Πάτερ τῶν ζητούντων σὴν συνδρομήν, δέξαι τὰς αἰτήσεις ἡμῶν τῶν ἀσθενούντων, Σαμψών, παρακαλοῦμεν καὶ ἱκετεύομεν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῇς ἡμῖν σφόδρα, μηδέ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομα Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε. (Γερασίμου Μικραγιαννανίτου).
Ὁ φἐρων τὴν μίμησιν τῶν τοῦ Θεοῦ οἰκτιρμῶν, ἐνθέου χρηστότητος ἀναβλυστάνεις κρουνούς, Σαμψὼν ἱερώτατε· σὺ γὰρ θεομιμήτῳ, ἐλλαμφθεὶς συμπαθείᾳ, ὤφθης τῶν τεθλιμμένων, καὶ πασχόντων ἀκέστωρ, παρέχων ἑνὶ ἑκάστῳ ῥῶσιν καὶ ἔλεος.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄.Ὅτε ἐκ του ξύλου.
Μέγας ἰατρὸς ὑπὸ Θεοῦ τοῖς ἐν ἁμαρτίαις νοσοῦσιν, δοθεὶς, πανθαύμαστε, μέγιστον ἀνήγειρας νοὸς εὐθύτητι, ἰατρεῖον τοῖς κάμνουσιν, ἐν ᾧ πᾶς προστρέχων, ὅσιε κατώδυνος λύσιν κομίζεται πάσης ἀσθενείας καὶ πόνου, σὲ χρεωστικῶς μακαρίζων, πάνσοφε Σαμψὼν μακαριώτατε.

Δέσποινα, πρόσδεξαι τάς δεήσεις τῶν δούλων Σου καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Τήν πᾶσαν ἐλπίδα μου εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.

Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον.
Ὑμνῶ σε, Σαμψών, πίστεως
θείοις λόγοις. Χρῆστος.

Πηγή