Δύο Παρακλητικοί Κανόνες εις τον Όσιο Θεοφόρο Σεραφείμ του Σάρωφ
Παρακλητικός Κανών εις τον Όσιο και Θεοφόρον Πατέρα ημών Σεραφείμ τον εν Σάρωφ Ασκήσαντα
Ποίημα Αθανασίου Ιερομονάχου Σιμωνοπετρίτου
†Εορτάζεται στις 2 Ιανουαρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Τὸν φλογοφόρον ἀσκητήν τοῦ Κυρίου, ἀνευφημοῦντες οἱ πιστοὶ ἐκβοῶμεν, τήν τοῦ Χριστοῦ ἀγάπησιν ἐγκαίνισον ψυχαῖς, Πάτερ ἀγγελώνυμε, Σεραφείμ θεοφόρε, καὶ Ἁγίου Πνεύματος, πάντας πλῆσον εὐχαῖς σου, τὴν δὲ χαράν τοῦ Πάσχα δὸς ἡμῖν ἀεί, τῶν Ὀρθοδόξων, γλυκύτατον καύχημα.
Δόξα. Καὶ νῦν
Ὅμοιον. Θεοτοκίον.
Σὺν ἐκλεκτοῖς σου ἀριθμήσασα Κόρη, τὸν ἐν ἐρήμῳ τοῦ Σαρώφ θεοτρόπως, ὑπερφυῶς δοξάσαντα Υἱόν σου καὶ Θεόν, Σεραφείμ κατάλεξον καὶ ἡμᾶς Θεοτόκε, παρ’ ἀξίαν θέλοντας, ἀπολαῦσαι τῆς δόξης, ἢν χορηγεῖς τοῖς πόθῳ σου πολλῷ, Ὄνομα Μῆτερ, φωνοῦσιν ἑκάστοτε.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ κανών, οὗ ἡ ἀκροστιχὶς·
Πῦρ ἡμῖν ἄναψον Σεραφείμ Παρακλήτου Ἀ(θανάσιος)
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Πεπυρωμένος τῷ Ἁγίῳ Πνεύματι, κατά τὴν κλῆσίν σου, ψυχρανθέντας πάτερ, Σεραφείμ τοῖς πταίσμασι, τίμια ἐναπόδειξον ἡμᾶς Πνεύματος σκεύη, ὡς ἀπαιτεῖ ἀγγελώνυμε, τῶν χριστιανῶν τὸ πολίτευμα.
Υἱοθεσίας θεϊκῆς τὸ ἔνδυμα, ἀπημαυρώσαμεν, ὅθεν ὡς φωτὸς σοί, οἴκῳ καταφεύγομεν, ὅπως ἀκτῖσιν Ὅσιε, πρεσβειῶν σου στιλβώσης, ἡμῶν τὰ θεία γνωρίσματα, καὶ Χριστῷ ἑνώσῃς μακάριε.
Ῥευμάτων θείων ποταμὸς γενόμενος, χάριτι Πνεύματος, πάθη ἀποπλύνεις τῶν ψυχῶν τρισόλβιε, διὸ καί τοὺς αἰτοῦντας σου, ἀποκάθαρον μάκαρ, πολλὴν γὰρ ἔχεις τὴν δύναμιν, ὡς Θεὸς μεθέξει γενόμενος.
Θεοτοκίον.
Ἡ οὐρανίων στρατιῶν Βασίλισσα, ὅτε ἠσθένησας, Σεραφείμ παμμάκαρ, ὑγιᾶ κατέστησεν, εἰκόνα ἀσπασθέντα σέ, τὴν Αὐτῆς καὶ πλημμύρα, τὸν ὑετὸν προοιμίασε, θείων χαρισμάτων σου Ὅσιε.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Μητρικὴ ὁδηγία, ἀπὸ παιδὸς Ὅσιε, μόνον τὸν Θεὸν ἐξεζήτεις, ὡς σὸν θησαύρισμα, ὅθεν ὡς ἔμπορος, τὸν νοητὸν Μαργαρίτην, ἐφευρὼν ἠγόρασας, Ὂν ἡμῖν δώρησαι.
Ἱερῶν σου γονέων, συνεχιστὴς γέγονας, ἄριστος ψυχῶν ναοδόμος, ἃς κατεκόσμησας, σοφοῖς διδάγμασι, καὶ φιλοθέοις ἐννοίαις, μεθ’ ὧν ναοποίησον, τοὺς ἀνυμνοῦντας σέ.
Νικηθεὶς τῷ Δεσπότῃ, ὡς ψαλμικὴ ἔλαφος, ἔδραμες Σαρώφ ἐν ἐρήμῳ, σταυρὸν δεξάμενος, ὡς καταθύμιον, παρὰ μητρὸς ἀγαθῆς σου, ὂν φιλεῖν ἀξίωσον, ἡμᾶς πρεσβείαις σου.
Θεοτοκίον.
Ἄπαντά σου βίον, ὁλοτελῶς δέδωκας, τῇ Μητρὶ Κυρίου τρισμάκαρ, Ταύτης γενόμενος, οἰκεῖος Ὅσιε, καθάπερ εἴρηκεν Αὕτη, Ἢ ἡμᾶς οἰκείωσον, ταῖς ἱκεσίαις σου.
Διάσωσον, τοὺς ἐκ καρδίας σὲ ἀνυμνοῦντας, θεοφόρε Σεραφείμ Σαρώφ ἐγκαλλώπισμα, καὶ δώρησαι εὐχαῖς σεπταῖς, τήν τοῦ Πνεύματος χάριν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπί τὴν ἐμὴν χαλεπήν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πυρίπνους φωστήρ, ἐδείχθης ὡς ἀσώματος, τὴν ὕλην σαρκός, σοφῶς ἀναχωνεύσας σου, καὶ Χριστὸν ἐδόξασας, Σεραφείμ ἀγγελομίμητε, ἐκδιδάσκων σαφῶς ἡμῖν, τὴν κτῆσιν τοῦ Πνεύματος τῷ βίῳ σου.
ᾨδὴ δ΄. Σύ μου ἰσχύς, Κύριε.
Νέας ζωῆς, σὺ ἀναπνέων μακάριε, τὸν ἀέρα γέγονας ἰσάγγελος, ὅθεν εἰσδύς, ἔνδον οὐρανοῦ, ἔσχες κατὰ φύσιν, τὰ ὑπὲρ φύσιν θεάματα, διὸ καὶ ἡμᾶς Πάτερ, ἀξιώσαις εὐχαῖς σου, θεωρεῖν κατ’ ἐνώπιον Κύριον.
Ἀναδιφῶν, τῶν οὐρανίων τὴν ἔννοιαν, καὶ στοχεύων μόνον εἰς ἀγάπησιν, τοῦ Ἰησοῦ, ἔρημον ποθεῖς, καὶ καταλαμβάνεις, τοὺς παλαιοὺς ἐκμιμούμενος, Πατέρας θεοφόρε, ὧν τὸν ζῆλον τὸν θεῖον, καὶ ἡμῖν ἐγκαινίσαις πρεσβείαις σου.
Ψυχῆς τρυφήν, ὁ εὐχομένῳ δωρούμενος, παμπλουσίως Πάτερ σοὶ δεδώρηται, εὐχὴν Χριστός, ὡς ὑπὲρ παντός, κόσμου εὐχομένῳ, τῇ φλογοφόρω ἀγάπη σου, διό τῶν αἰτουμένων, τὰς δεήσεις ἐκπλήρου, ὡς ἑκάστῳ συμφέρει μακάριε.
Θεοτοκίον.
Ὅλην ζωήν, ὁ ἀθλητὴς σοὶ ἀνέθετο, ὅτε Κόρη πόθῳ ἀνεχώρησεν, ἐν τῇ ἐρήμῳ καί τὸν σταυρόν, ἡσυχίας ἦρε, τὸν σὸν Υἱὸν ἐκθηρώμενος, ὅθεν ὡς συμπαρέστης, τούτῳ Μῆτερ ἐν πᾶσι, καὶ ἡμῖν συμπαρίστασο πάντοτε.
ᾨδὴ ε΄. Ἶνα τί μὲ ἀπώσω.
Νοερᾶς ἐργασίας, ἔσχηκας ἀλείπτας σου Ἁγίων τάγματα, ἄλλων μέν τὸν ζῆλον, καὶ ἑτέρων μιμούμενος ἄσκησιν, ὅθεν κοινωνίας, τούτων ἐγένου κληρονόμος, ἐν ἡ τόπον ἡμῖν Πάτερ χάρισαι.
Στενὴν ὥδευσας τρῖβον, ἐκ τῆς πλησμονῆς θείας ἐφέσεως, σιωπὴν ἐν πᾶσιν, ἐξασκήσας ἐν πλείστοις τοῖς ἔτεσι, μόνον τῷ Κυρίῳ, ἀδολεσχῶν Σεραφείμ θεῖε, τοῦ αἰῶνος τοῦ μέλλοντος ἄνθρωπε.
Ἐπὶ πέτραν σοὺς πόδας, ἔστησας Κυρίου κατά τὸ λόγιον, ὅθεν τῶν χιλίων, ἡμερῶν καὶ νυκτῶν τὸ κατόρθωμα, τῆς εὐχῆς εὐκόλως, εἰς πέρας ἤγαγες θεόφρον, ὅθεν ταύτην ἡμῖν Πάτερ δίδαξον.
Θεοτοκίον.
Ῥῶσιν ἔχων τὴν ἄνω, ἤσκησε νηστείαν τροφῆς ὑπερθαύμαστον, ἅπασι διδάσκων, τὴν ἐγκράτειαν Κόρη ὁ δοῦλος σου, ἢν ἡμῖν χαρίσαις, συμβίον ζείδωρον εὐχαῖς σου, ὅπως ὕλης ὀφθῶμεν ἀνώτεροι.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἁγνείαν σου, οἱ πιστοὶ θαυμάζοντες, πρὸς αὐτὴν σὴ εὐλογία ἐχώρουν, ὅθεν Χριστῷ, φιλοάγνων ὑπάρξεις, ὡς προσφορὰν προσενήνοχας ἄυλον, μεθ’ ὧν μνημόνευε ἡμῶν, Σεραφείμ τῶν ἁγνείαν ποθούντων σου.
Φιλόψυχε, Σεραφείμ ἠγάπησας, τοῦ Δεσπότου κτίσιν θεία ἀγάπη, καὶ ὡς Ἀδάμ, πρό τῆς πτώσεως ὤφθης, ὅθεν καὶ ἄρκτον χερσί σου ἐξέτρεφες, δεόμεθα σου τῶν ψυχῶν, τὰ θηρία ἡμῖν καθυπόταξον.
Ἐθραύσθη σου τὸ πηλῶδες Ὅσιε, ἐπιθέσει τῶν λῃστῶν θεῖον ἄγγος, ὅμως Χριστός, ἐπαυξήσας τὴν Χάριν, θαυματουργίαις πολλαῖς σὲ ἐκόσμησε, διὸ βοῶμεν τῶν ψυχῶν, τοὺς λῃστὰς ἡμῶν πόρρω ἐκδίωξον.
Θεοτοκίον.
Ἰάτραιναν, τὴν Κυρίαν Δέσποιναν, κατεπλούτησας ἀδάπανον πάτερ, ἡ θαυμαστῶς, συνοδεία Ἁγίων κατ’ ἐπανάληψιν σὲ ἐπεσκέψατο, ἱκέτευε ταύτην θερμῶς, ὅπως νόσους ἡμῶν ἐξιάσηται.
Διάσωσον, τοὺς ἐκ καρδίας σὲ ἀνυμνοῦντας, θεοφόρε Σεραφείμ Σαρώφ ἐγκαλλώπισμα, καὶ δώρησαι εὐχαῖς σεπταῖς, τὴν τοῦ Πνεύματος χάριν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Μοναζόντων ἐδείχθης τὸ καύχημα, καὶ μιγάδων θερμὸν καταφύγιον, ὅθεν Πάτερ, ὡς πρεσβευτῇ σοὶ χρώμενοι Θεῶ, φωνὰς ἐξαφίεμεν σοὶ νῦν, ἐκ καρδίας καὶ κράζομεν, Πνεύματος δός τὴν κτῆσιν, ὅπως Αὐτοῦ πληρῶμεν, τὰς ζωηφόρους ἐντολάς, Σεραφείμ Σαρώφ ἀγλάϊσμα.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ. (ἐκ γ΄)
Στίχος. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοί.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ.ια΄, 27 -30).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς, πάντα μοὶ παρεδόθη ὑπό τοῦ Πατρός μου, καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ, οὐδέ τὸν Πατέρα τὶς ἐπιγινώσκει εἰ μὴ ὁ Υἱὸς καὶ ὢ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρὸς μὲ πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, καγῶ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶος εἰμι καὶ ταπεινός τῇ καρδία καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστὸς καί τὸ φορτίον μου ἐλαφρὸν ἐστι.
Δόξα.
Ταῖς τοῦ σου Ὁσίου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Εἶτα τὸ Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μέγας μάρτυς γέγονας, τῶν δωρεῶν Παρακλήτου, Σεραφείμ τρισόλβιε, ἃς Δεσπότης δίδωσι τοῖς φυλάττουσι, τὰ Αὐτοῦ, ἐντάλματα, καθαρὰ καρδία, καὶ ποθοῦσιν ἐξομοίωσιν, πρός τὸ Ἀρχέτυπον, ὡς ἐν ἀληθείᾳ ἐπήγγελται. Ὅθεν ἡμῶν τὴν αἴτησιν, μὴ παρίδῃς Πάτερ ἀτέλεστον, ἀλλὰ σαῖς πρεσβείαις, οἰκείωσον Χριστῷ τῷ ποθητῷ, ναοὺς ποιῶν Θείου Πνεύματος, εἰς ζωὴν αἰώνιον.
Σῶσον ὁ Θεός τὸν λαὸν σου…
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Μνήμην Κυρίου περιφέρων, ἐπωνόμασας Ἁγίων Τόπων κλήσει, τῆς ἐρήμου Σαρώφ, τοὺς χώρους θεοφόρε, ὅθεν ἡμᾶς ἀξίωσον, πολιτεύεσθαι ἁγίως.
Πένθους ἐργάτης ζωηφόρου, ὧν μακάριε, Ἀνάστασιν ἐφίλεις, διὸ Πάσχα χαράν, ἐγκαίνισον καρδίαις, ὅπως Χριστὸν δοξάζωμεν, Ἀναστάντα εἰς αἰῶνας.
Ἀλλοῦ αἰῶνος σὺ πολίτης, πρὸς ταῖς ἄλλαις σου ἀσκήσεσιν εἰργάσω, σιωπὴν παντελῆ καὶ σχολασμὸν Κυρίῳ, διὸ ἡμᾶς ἐκδίδαξον, σιωπᾶν χριστοφιλήτως.
Θεοτοκίον.
Ῥεύματα ἰαματοφόρα, Μῆτερ δέδωκας σὺν θείω Θεολόγῳ, τῷ πτωχῷ Σεραφείμ, εἰς ἀσθενούντων ῥῶσιν, καὶ ψαλμικὰ ὡς ὕδατα, τὴν παράκλησιν ἐν λόγοις.
ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ.
Ἀφθαρσίας στολὴν ἐπενεδύθης, θεία χάριτι τοῦ Παρακλήτου Πάτερ, ἢν σκοπόν τῆς ζωῆς, ἐδίδαξας ἀνθρώπων, ᾖς χάριτος ἀξίωσον, τοὺς τιμῶντας σὲ ἐν ὕμνοις.
Καὶ ἐν λόγοις γλυκύτατος ὑπάρχεις, καὶ ἐν ἔργοις παμφίλτατος τοῖς πᾶσι, ὁ Χριστὸς γὰρ ἐν σοί, καὶ φθέγγεται καὶ πράττει, ὄν ἐξιλέου Ὅσιε, τοῖς τὸν βίον σου ποθοῦσι.
Ληρωδοῦσιν οἱ λέγοντες μὴ εἶναι, ἁγιότητα προσεφικτήν ἀνθρώποις, καὶ γὰρ σὺ Σεραφείμ, ἐμπράκτως καταισχύνεις, τούς τὰ τοιαῦτα φάσκοντας, ὧν μερίδος λύτρωσαι μέ.
Θεοτοκίον.
Ἡ παρθένος μονάστρια ἐξέστη, ὅτε εἶδε σὲ Παρθένε πλήρη δόξης, σὺν Ἁγίων χορῷ, τῷ Σεραφείμ ὀφθεῖσαν, μεθ’ ὧν σοὶ κλίνω Δέσποινα, ἀσθενοῦς ψυχῆς μου γόνυ.
ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Τὸ τέλος ἐπιγείου σου βιοτῆς, ὑπερθαύμαστον πέφυκεν Ὅσιε καὶ ποθητόν, τοῖς ἐν ὕμνοις πόθου πανευλαβοῦς, τιμῶσι πολιτείαν σου, ὅθεν καταξίωσον ἐν εὐχή, ψυχὰς Κυρίῳ δοῦναι, πυρὶ θείας ἀγάπης, ἐξηγνισμένας ταῖς πρεσβείαις σου.
Ὁ λόγος ἐπληρώθη Πάτερ ὁ σός, ὅτι Πάσχα ἐν θέρει ὀφθήσεται ἐπί τῇ σή, δόξῃ τῆς σεπτῆς ἀνακομιδῆς, ὅθεν τὴν χάριν δώρησαι, τῆς σῆς πασχαλίου διαγωγῆς, ἡμῖν ἀνίκμοις οὖσι, τῷ θέρει ἁμαρτίας, ὅπως δοξάζωμεν τὴν μνήμην σου.
Ὑφάνας ἱστουργία τῇ μυστική, νῦν ποδήρη φορεῖς ἁγιότητος, κόσμου παντός, θεῖε Χριστευχέτα ἐν οὐρανοῖς, μετά τῶν συνωνύμων σοὶ καί τῶν ἐπιλοίπων ἀγγελικῶν, ταγμάτων φλογοφόρε, ἔνθεν τὸ δυσειδές μου, ἐξ ἁμαρτίας φλέξον ἔνδυμα.
Θεοτοκίον.
Ἀξίωσον μὲ Δέσποινα ἀγαθή, τελειῶσαι τοῦ βίου τὸ στάδιον πρό τῆς σεπτῆς, καὶ προσκυνητὴς μοὶ θείας μορφῆς, τοῦ παγκαλλούς Προσώπου σου, ὡς τὸν πολυόπτην σου
Σεραφείμ, γνωρίζω ἀναιδές μου, τὸ αἴτημα ὑπάρχειν, ἀλλὰ καὶ οἶδα τὴν ἀγάπην σου.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καί τὰ παρόντα Μεγαλυνάρια (τὰ δύο πρῶτα τοῦ Συναξαριστοῦ)
Χαίροις τῆς Ῥωσίας γόνος λαμπρός, τέκνον τῆς ἐρήμου, μοναζόντων ὑπογραμμός, Πνεύματος τὴν κτῆσιν, σκοπὸν ζωῆς κηρύττων, ὦ Σεραφείμ τοῦ Σάρωφ, ἄνθος μυρίπνοον.
Ὅλος ἀνακείμενος τῷ Χριστῷ, χαρίτων τῶν θείων, ἀναδέδειξαι θησαυρός, θαύμασι καὶ λόγοις, καὶ θείαις ὑποθήκαις, ὦ Σεραφείμ παμμάκαρ, φωτίζων ἅπαντας.
Πνεύματι Ἁγίῳ ἀνακραθείς, Σεραφείμ θεόφρον, καταυγάζεις σὴ βιοτή, κόσμον τὸν παρόντα, καὶ ἐκδιδάσκεις πάντας, τούτου διαρραγῆναι, ἀΰλοις πτέρυξι.
Θλίψεσι βαρούμενοι τὰς ψυχάς, τὴν χαρὰν αἰτοῦμεν, Ἀναστάσεως τοῦ Χριστοῦ, Σεραφείμ θεόφρον, δοθῆναι σαῖς πρεσβείαις, τοῖς τὴν σεπτήν σου, μνήμην γεραίρουσι.
Πᾶσαι τῶν Ἀγγέλων αἳ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ᾿ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πνεύματος Ἁγίου τῷ πυρί, ὁλοκαυτωθεῖς Πάτερ θεῖε, ὥσπερ ἀσώματος, ἄγγελος ἐβίωσας Σεραφείμ ὅσιε, τὴν ὁδὸν τῆς θεώσεως, σαφῶς ἐκδιδάσκων, τοῖς ἐκμελετῶσι σου ζωὴν χριστόληπτον, ὅθεν μεταποίησον τάχει, νοῦν ἡμῶν καὶ φρόνημα ὅπως, ἐξομοιωθῶμεν σοὶ τρισόλβιε.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Στίχοι.
Εὔχου, Σεραφείμ, Παρακλήτῳ τῷ ἄνω,
πλουσίως οἰκεῖν Παρακλήτῳ τῷ κάτω.
Παρακλητικός Κανων εις τον Όσιο και Θεοφόρον Πατέρα ημών Σεραφείμ του Σάρωφ
Ποίημα Μητροπολίτου Νήφωνος Ι.Μονής Αγίας Σκέπης
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ παρόντα τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν Ἐραστήν τοῦ Θείου Κάλλους ϑερμότατόν, καὶ θεοτόκου θαυμαστὴν καὶ θεράποντα, τῶν ἀσκητῶν ἀγλάϊσμα, Ῥωσίας τὸν βλαστόν, Σεραφείμ τὸν ὅσιον, τῆς ἐρήμου τὸ κλέος, πάντες ἱκετεύομεν, πρὸς Θεὸν ἵνα πέμπῃ, τὰς πενιχρὰς δεήσεις τῶν ψυχῶν, ἡμῶν ἁπάντων, πιστῶν ἱκετῶν αὐτοῦ.
Δόξα καὶ νῦν.
Θεοτοκίον.
Ἄχραντε Κόρη Θεοτόκε Πανύμνητε, ταῖς τοῦ ὁσίου Σεραφείμ παρακλήσεσι, τά τῆς ψυχῆς παθήματα θεράπευοον Ἁγνή, ἵνα πορευώμεθα εἰς ὁδὸν μετανοίας, τῆς ἐπουρανίου δε τοῦ Θεοῦ Βασιλείας, ἀξιωθῶμεν Δέσποινα.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών·
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Γλυκύτατε Ὅσιε Σεραφείμ, πατήρ τῶν Πατέρων, τῆς Ῥωσίας στάρετς λαμπρός, σὺ ὁ ἀγαπήσας τὴν Παρθένον, ὑπὲρ ἡμῶν τῶν πενήτων ὑκέτευε.
Ἀκέστωρ γενόμενος ἀληθῶς, ψυχῶν καὶ σωμάτων, ἁγιώτατε Σεραφείμ, ταῖς θείαις πρὸς Κύριον εὐχαῖς σου, τά τῶν ψυχῶν ϑεραπεύεις νοσήματα.
Ἐκ λίνου ἠγάπησας τὸν Χριστόν, ἐξ ὅλης καρδίας καὶ ψυχῆς σου πανευλαβῶς, δι᾽ ὃ καί τὴν ἔρημον ἀρδεύσας, κρουνοῖς δακρύων εἰς κῆπον μετέτρεψας.
Θεοτοκίον.
Παρθένε Πανάμωμε Μαριάμ, ψυχῆς ραϑυμίαν ἀποδίωξον ἀφ᾽ ἡμῶν, εἰς τὰς πρὸς Υἱῶν σου μεσιτείας, ἡμεῖς ἐλπίζομεν Κόρη Πανύμνητε.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Εἰς τὸ ὅρος ἀνῆλθες, θεωριῶν Ὅσιε, καί, θεόπτης ὄντως κατέστης, διά τῆς νήψεως, θείων ἐφέσεων, ἀπολαμβάνων Παμμάκαρ, πυρὸς στῦλος γέγονας ἀειλαμπέστατος.
Τὸ τοῦ Σάρωφ Σεμνείων, πηγὴν θαυμάτων ἀνέδειξας, ταῖς πρός τὸν Θεὸν ἱκεσίαις, καὶ ἱεραῖς ἰαχαῖς, ἵνα λαμβάνουσιν, τήν τῶν ψυχῶν ἰατρείαν, πάντες οἱ προστρέχοντες καὶ λίαν πάσχοντες.
Εἰς τὴν ἔρημον Πάτερ, φρικώδη ἄσκησιν ἔδειξας, καί τῶν παγκακίστων δαιμόνων, στίφη ἠφάνισας, καὶ κατενίκησας τὰς μηχανάς τοῦ βελίαρ, νικητὴς γενόμενος καὶ τροπαιοῦχος λαμπρός.
Θεοτοκίον.
Παναγία παρθένε, ἡμᾶς τοὺς πίστει προστρέχοντας, πρὸς σὲ τὴν Πανάσπιλον κόρην, καί τοῦ ἐλέους πηγήν, πάντας ἀπάλλαξον, τῆς τῶν παθῶν τυραννίδος, καὶ ἀπελευθέρωσον δεινῶν καὶ θλίψεων.
Διάσωσον ἀπὸ παντοίων κινδύνων Ὅσιε Πάτερ, τοὺς ἐν πίστει πρὸς σε καταφεύγοντας, ὡς πρέσβυν θερμότατον καὶ προστάτην.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπί τὴν ἐμὴν χαλεπήν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Πυρσὸς ἐκ φλογός τῆς θείας ἀγαπήσεως, ἐγένου σοφέ, τοῦ Σάρωφ τὸ ἀγλάϊσμα· ἐκτενῶς καθικέτευε, Σεραφείμ πανόλβιε πρόφθασον, καὶ ἐκ παγίδων λύτρωσαι ἡμᾶς, ὡς τάχιστος πρέσβυς πρός τὸν Κύριον.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἐπὶ πέτραν ἐστήριξας, γόνυ καὶ καρδίαν πανευλαβέστατε, ὁλονύκτιον προσέφερεις ὕμνον πρός τὸν ὕψιστον Θεὸν ἡμῶν.
Εἰς ἀπάθειαν ἔφθασας, καὶ εἰς ὕψος μέγα Θεοειδέστατε, ταῖς πρὸς Κύριον ἐντεύξεσιν καὶ πολλοὺς καμάτοις Ὁσιώτατε.
Εἰς τὴν ἔρημον ἔλαβες θείαν ἀμβροσίαν τῆς ἡσυχίας σου, καὶ ἀπήλαυσας τὰ ϑέλγητρα, ἀγγελομμμήτου πολιτείας σου.
Θεοτοκίον.
Θεοτόκε Πανάχραντε, σκέπε, διαφύλατε, τοὺς ὑμνοῦντας σε, καί τὸν κλύδωνα κατεύνασον, τῶν παραπτωμάτων Παναμώμητε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Νήψεως πλησθείς, κατηγλάισας Πανόσιε, τὴν σὴν καρδίαν ταῖς ἀγρύπνοις προσευχαῖς καὶ ταπεινώσεως γενόμενος παράδειγμα.
Γέγονας Φωστήρ, διαλάμπων ἐν τοῖς θαύμασιν, καί τοῦ φωτός τῆς Ἀναστάσεως Χριστοῦ, κατέστης κῆρυξ ἀγάπης λαμπρότατος.
Σκέδασον σοφέ, τῆς ψυχῆς μου τὴν σκοτόμαιναν καί τὴν ἀχλύν τῶν ἀπρεπῶν μου λογισμῶν, καὶ ἐκ παθῶν ὀλεθρίων ἀπάλλαξον.
Θεοτοκίον.
Ἔνδυσον Ἁγνή, τῆς ψυχῆς μου τὴν εὐτέλειαν, καί τῆς καρδίας μου τὰ ἄλγος τὸ βαρύ, τῇ σῇ ἀγάπη Παρθένε ἀφάνισον.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Τὴν ἔρημον, ἐκ παιδὸς ἠγάπησας, καὶ ἀπήλαυσας ἐξ ὅλης καρδίας, καὶ πρὸς οὐράνιον γνόφον εἰσῆλθες, καὶ μυστικὸς θεωρὸς τούτου γέγονας, διὸ σε πάντες Σεραφείμ, εἰς εὐλαβείᾳ καὶ πόθῳ ὑμνοῦμεν σε.
Συνέτριψας, τῶν δαιμόνων φάλαγγας, ἀσκητεύσας ἐν τῇ πέτρᾳ ἀμέτρως, χιλίας νύκτας, ὁμοῦ καὶ ἡμέρας, καὶ ἡνωμένος Χριστῷ Θείῳ ἔρωτι, Ῥωσίας καύχημα λαμπρόν, καί τοῦ Σάρωφ ὁ στάρετς ὁ ἔνδοξος.
Ἐσκόρπισας ἀφειδῶς τὸ ἄρωμα, τῆς ἀγάπης σου γλυκύτατε Πάτερ, εἰς μοναστάς, καὶ μιγάδας καὶ πάντας, τοὺς ἐνδεεῖς καί τοὺς πάσχοντας Ὅσιε, διὸ σε πάντες ἀληθῶς, ὡς λιμένα ψυχῆς ἀσπαζόμεθα.
Θεοτοκίον.
Πανάμωμε, ἐκτενῶς οἱ δοῦλοί σου, ἐκ βαθέων ἀνακράζομεν πάντες, πρὸς σέ τὴν Μόνην Ἁγνὴν καὶ παρθένον, καὶ βοηθὸν καὶ προστάτην πανίσχυρον, αἰτοῦμεν σε οἱ γηγενεῖς, περιφρούρησον πάντας Πανάχραντε.
Διάσωσον, ἀπὸ παντοίων κινδύνων Ὅσιε πάτερ, τοὺς ἐν πίστει πρὸς σὲ καταφεύγοντας, ὡς πρέσβυν θερμότατον καὶ προστάτην.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Πυρωθεὶς τῷ Θείῳ ἔρωτι Ὅσιε, κατελάμπρυνας ψυχὴν καί τὸ σῶμα σου, διὰ τοῦτο παναληθῶς ἐκτήσω ἀρετάς, καὶ εἰργάσω ἐν προσευχῇ, ὥσπερ ἡ μέλισσα σοφῶς, ἐν σπουδῇ καὶ φαιδρότητι· χαίροις Πάτερ ϑεόφρον, πρεσβεύων πρός τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν τῶν ταπεινῶν, τῶν ὑμνούντων τὸ σὸν ὄνομα.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Εὐαγγέλιον
Ἐκ νοῦ κατὰ Ματθαίον
(Κεφ. ια΄, 27 – 30).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπό τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδέ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι. Δεῦτε πρὸς με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγώ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾶος εἰμι καὶ ταπεινός τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καί τὸ φορτίον μου ἐλαφρὸν ἐστιν.
Δόξα.
Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὀλὴν σόν τὴν ἔφεσιν, πρὸς Θεὸν ἀφιερώσας, Σεραφείμ μακάριε, στάρετς ἰρώτατε καὶ πανεύφημε, πέμψον βοήθειαν, ἐξ ὕψους Ἅγιε, ἵνα λάβωμεν τὴν δύναμιν, παρὰ Θεοῦ ἡμῶν, ταῖς σαῖς ἱκεσίαις πανόλβιε πάντοθεν πολεμούμενοι, καὶ παραμυθίαν ὑστερημένοι, ἔμπλησον παμμάκαρ, ἐλπίδος γλυκυτάτης ἀγαθέ· μὴ διαλείπῃς πανόσιε, πρεσβεύειν πρὸς Κύριον.
Σῶσον ὁ Θεός τὸν λαόν σου …..
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Παρθενίας τὸ κάλλος, ὡς ἠγάπησας Πάτερ, μὲ πόθον ἄμετρον, ἐκ τῆς Ἀειπαρθένου, τῆς μόνης Θεοτόκου, χάριν εὗρες μακάριε· ὁ τῶν Ὁσίων χορός, δοξάζει σε παμμάκαρ,
Τὸ μακάριον πένθος, ἐν τῷ νῷ καὶ καρδίᾳ ἐκαλλιέργησας, καὶ ἐν τῇ χαρμολύπῃ ἐδέξω Θείαν Χάριν, καὶ ἐκτήσω Θειότητα, ὁ τῆς Ῥωσίας βλαστός, καὶ Σάρωφ στάρετς μέγας.
Κατενίκησας Πάτερ, τῶν δαιμόνων τὰ στίφη, τῇ Θεία Χάριτι, καὶ ἔφθασας εἰς ὕφος, λαμπρῶς τῆς ἀπαθείας, καὶ φωστὴρ ὄντως γέγονας, τῆς οἰκουμένης σοφέ, συνόμιλε Ἀγγέλων.
Θεοτοκίον.
Χαῖρε τεῖχος παρθένων, ὦ Παρθένε Μαρία παρθένων καύχημα, καὶ δόξα τῶν Ἀγγέλων, καὶ Παραδείσου κάλλος, καὶ Τριάδος τὸ ἥδυσμα, παντός τοῦ κόσμου ἐλπίς, πιστῶν ἡ σωτηρία.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τὸν ἀναβάτην, καὶ θεωρὸν μυστηρίων, Σεραφείμ ἀετὸν ὑψιπέτην, καὶ ἀλείπτην ὄντως, γεραίρομεν ἀσμένως.
Τὰς ἱκεσίας, ὑπὲρ ἡμῶν ἀναφέρεις, εἰς Χριστόν τὸν Σωτῆρα τοῦ κόσμου, ἐν τῷ Παραδείσῳ, εἰς πάντας τοὺς αἰῶνας.
Ἐν Θαβωρείῳ, ἐν Γολγοθᾷ καὶ ἐν Κήπῳ, ἐν συμβόλοις ὡς ἐποίησας μάκαρ, ἔλαβες γλυκείαν, τὴν μέθεξιν Θεόφρον.
Θεοτοκίον.
Ἄχραντε Κόρη, Μῆτερ Θεοῦ τοῦ Ὑψίστου μὴ ἐλλείτῃς πρόν Θεὸν μεσιτεύειν, ἵνα ἐν ἡμέρᾳ τῆς κρίσεως ῥυσθῶμεν.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἀνῆλθες εἰς τὸ ὕψος, τό τῆς θεωρίας, ὁμοῦ καὶ πράξεως καὶ τελειώσεως, καὶ νῦν λαμβάνεις τὴν δόξαν τὴν ἀτελεύτητον.
Ἀπᾴσῃς τῆς Ῥωσίας, σέμνωμα ἐγένου, καὶ ἰατρός τῶν πασχόντων πανθαύμαστος, καὶ ζηλωτὴς Θείας πίστεως ἀπροσμάχητος.
Χαρᾶς καὶ εὐφροσύνης, ἔμπλεος κατέστης, τοῦ Παναγίου γὰρ Πνεύματος τὴν ἐπίπνοιαν, ἐδέξω Πάτερ Πατέρων ἐν τῇ καρδίᾳ σου.
Θεοτοκίον.
Πανάχραντε παρθένε, δέξου παρακλήσεις, σῶν ἱκετῶν ἀναξίων Θεόνυμφε, ταῖς τοῦ Ὁσίου πρεσβείαις δεόμεθα.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καί τὰ παρόντα Μεγαλυνάρια,
Κῆρυξ Ἀναστάσεως τοῦ Χριστοῦ, καὶ φορεὺς ἀγάπης καὶ συγγνώμης εἰλικρινοῦς, Σεραφείμ παμμάκαρ, χαρᾶς καὶ εὐφροσύνης, ὁ κομιστὴς εἰς πάντας τοὺς δεομένους σου.
Ὥσπερ καλλικέλαδος ἀηδών, ἐντός τῆς ἐρήμου, συνετόνισας τὰς ᾠδάς, ψυχῆς τετρωμένης, ἐκ τῆς Θεοῦ ἀγάπης, ὦ Σεραφείμ Ἀγγέλων, χαρὰ καὶ καύχημα.
Σεραφείμ πανάριστε ὁδηγέ, τοὺς βυθιζομένους ἐν τῷ σκότει τῷ ζοφερῷ, φώτισον ταῖς Θείαις, πρὸς Κύριον πρεσβείαις, καί τοὺς ἑσκοτισμένους εἰς φῶς ὁδήγησον.
Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, Σεραφείμ τὸν θεῖον, τῆς ἀγάπης διδάσκαλον, καὶ χαρὰς Κυρίου, τῆς Ἀναστάσεώς του, λαμπρὸν καὶ φωτοφόρον ἱεροκήρυκα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καί τὸ Ἀπολυτίκιον. ᾨδὴ α΄. Ἦχος πλ. α΄. Τὸν συνάναρχον λόγον.
Τῆς Ρωσίως τὸν γόνον καὶ Σάρωφ καύχημα, ἡσυχίας ἐργάτην καὶ νοερὰς προσευχῆς, Σεραφείμ Χριστοῦ φίλον τὸν γνήσιον, πάντει ὑμνήσωμεν πιστοί, ὡς θερμότατον φρουρόν, ψυχῶν τε καί τῶν σωμάτων, καὶ πρεσβευτὴν ἐν ἀνάγκαις, πρός τὸν Φιλάνθρωπον, Θεὸν ἡμῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Στῦλος προσευχῆς πυρσολαμπής, ὄντως Σεραφείμ ἀνεδείχθης, καὶ ὥσπερ Ἄγγελος, βίον ἐξεμέτρησας ἀΰλοις στάσεσιν, καὶ Ἀδὰμ πρό τῆς πτώσεως ἀπαθὴς ἐγένου, ὅθεν καί τὴν ἄρκτον σου ἠπίαν ἔδειξας, νῦν οὖν ἱερώτατε πάτερ, σὲ κατασπαζόμεθα πάντες, καὶ πρὸς σὲ προστρέχομεν τὸν εὔσπλαγχνον.
Πατὴρ ἀγγελώνυμε, πρὸς σὲ τὸν γλυκύτατον, πάντες οἱ πιστοί, κλίνομεν τὸ γόνυ καὶ γεραίρομεν.