Παρακλητικός Κανών εις τον Όσιο Θεοφόρο Πατέρα Στυλιανό τον εκ Παφλαγονίας τον Θαυματουργό
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας
†Εορτάζεται 26 Νοεμβρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα Τροπάριον·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς αὐτουργὸς τῶν θεοδότων θαυμάτων, καὶ ἀρωγὸς τῶν νεογνῶν καὶ νηπίων, Στυλιανὲ πάτερ ἡμῶν, θεράπον τοῦ Χριστοῦ, εὐτεκνούσας ποίησον, τὰς ἀτέκνους μητέρας, καὶ ἀεὶ περίθαλπε, τὰ ἀρτίτοκα βρέφη, σὺ γὰρ πλουσίαν χάριν ἐκ Θεοῦ, πρὸς τοῦτο ἔσχες ἀσκήσας ὡς ἄγγελος.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Σὺ εἶ Στυλιανὲ βρεφῶν φύλαξ. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Στειρώσεως παίδας Στυλιανέ, τῶν προσπελαζόντων, τῇ θερμῇ σου ἐπισκοπῇ, διάλυσον Πάτερ ταῖς εὐχαῖς σου, καὶ τῶν πταισμάτων ἐξαίτει τὴν ἄφεσιν.
Ὑφάπλωσον Πάτερ ὡς συμπαθῇς, τῆς σῆς προμηθείας τὰς ἀκτῖνας τὰς τηλαυγεῖς, καὶ θάλψον καὶ σκέπασον ἀύλως, τὰ τιθηνούμενα νήπια Ὅσιε·
Ἐκτόπων μολύνσεων καὶ παθῶν, δυσπραγίας πάσης καὶ παντοίων ἀσθενειῶν, ἀτρώτους τοὺς παῖδας ἡμῶν τήρει, Στυλιανέ, ὥσπερ ἄγαν φιλόστοργος.
Θεοτοκίον.
Ἰσχύς μου καὶ ὕμνησις καὶ ζωή, χαρὰ καὶ φαιδρότης, ὁδηγία καὶ ἀρωγή, σὺ εἶ θεοχώρητε Παρθένε, διὸ ἀεί με περίεπε Ἄχραντε.
ᾨδὴ γ΄. Σὺ εἶ τὸ στερέωμα.
Σὺ εἶ βοήθεια, Στυλιανὲ καὶ περίθαλψις, καὶ ἰατρός, τῶν νεογεννήτων, ὅθεν ταῦτα διάσῳζε.
Τίς σου τὰ θαυμάσια, ἐξαριθμήσεται Ὅσιε; Σὺ γὰρ ἡμᾶς, νόσων καὶ κινδύνων, ἐκλυτροῦσαι ἑκάστοτε.
Ὕδατι κατάρδευσον, τῆς νοητῆς εὐλογίας σου, τὰ νεογνά, τῶν παρακαλούντων, θεοφόρε τὴν χάριν σου.
Θεοτοκίον.
Λάμψον μοι, Πανάμωμε, φῶς μετανοίας γλυκύτατον, τῷ ἐν νυκτί, παθῶν ἀκαθάρτων, πανωδύνως προσκόπτοντι.
Διάσωσον, Στυλιανὲ θεοφόρε, τοὺς σοὺς οἰκέτας, ἀπὸ πάσης ἐπιφορᾶς καὶ κακώσεως, καὶ τὰ ἀρτίτοκα βρέφη ἀεὶ εὐλόγει.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πολλῶν δωρεῶν, δοτὴρ ἀφθονοπάροχος, τῇ ῥοπῇ Στυλιανὲ δεικνύμενος, τροφεὺς νηπίων ἄριστος καὶ λαμπρὸς κηδεμὼν πεφανέρωσαι, τρέφων καὶ αὔξων αὐτὰ μυστικῶς, ἀφθόνου χρηστότητος τῷ γάλακτι.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἱλαρῷ σου ἐν ὄμματι, τοῖς παισὶν ἀύλως ἐπιφαινόμενος, χαρμονῆς καὶ ἱλαρότητος, τῆς ἐπουρανίου ταῦτα πλήρωσον.
Ἀσθενοῦντας θεράπευσον, καὶ κακουχουμένους κούφισον Ὅσιε, καὶ παθῶν ξήρανον βόρβορον, ὡς θαυμάτων κρήνη ἀνεξάντλητος.
Νεογνῶν καὶ νηπίων σε, μέγαν ἀρωγὸν ἡ χάρις ἀνέδειξεν, ὅθεν ταῦτα διαφύλαττε, ὦ Στυλιανὲ θεομακάριστε.
Θεοτοκίον.
Ἐκ νηδύος σου Ἥλιος, τῆς δικαιοσύνης Κόρη ἀνέτειλεν, οὗ ταῖς αἴγλαις κἀμὲ φώτισον, ταῖς αὐτοῦ ἀκτῖσιν ὁδηγοῦσά με.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Βρέφη ἀπαλά, καὶ ἀρτίτοκα βλαστήματα, ἀοράτως ἐπιστὰς Στυλιανέ, ἀπὸ πάσης ἐπηρείας περισκέπασον.
Ῥῶσιν ψυχικήν, καὶ σωμάτων δὸς τὴν ἴασιν, ἐνεργείᾳ τῆς ἐνθεοῦ δωρεᾶς, τοῖς προστρέχουσι τῇ σκέπῃ σου Πατὴρ ἡμῶν.
Εὕροιμι φρουρόν, καὶ θερμόν σε ἀντιλήπτορα, ἐν ποικίλαις δυσχερείαις ἀληθῶς, τῶν δεινῶν Στυλιανέ μου ἐξαιρούμενον.
Θεοτοκίον.
Φώτισον ἡμᾶς, τῇ τῆς σῆς μεγαλειότητος, φωταυγείᾳ καὶ ἀύλῳ ἀστραπῇ, Μαριὰμ εὐλογημένη κοσμοπόθητε.
ᾨδὴ ς΄. Τὴν δέησιν ἐκχεῶ.
Ὡς ἥλιος, νοερῶς ἀστράπτουσα, ἡ ἁγία σου εἰκὼν καθορᾶται, καὶ μυστικαῖς θεοφόρε ἀκτῖσι, τὰ νεογέννητα θάλπει ἑκάστοτε, καὶ θαυμαστῶς ζωογονεῖ, τῶν ἀνήβων τὸν εὔχαριν ὅμιλον.
Νεότητος, παιδοτρίβην ἔνθεον, καὶ τοῦ γήρως ἀληθὴ βακτηρίαν, Στυλιανέ, ἐγνωκότες σε Πάτερ, συντετρημένῃ ψυχῇ ἐκβοῶμέν σοι· μὴ διαλίπῃς ἐφορῶν, καὶ διέπων ἡμᾶς πρὸς τὰ κρείττονα.
Φαιδρότατα, θαλερὰ καὶ εὔρωστα, καὶ χαρίεντα τῇ σῇ προμηθεῖᾳ, τὰ νεογέννητα ἔργασαι βρέφη, πᾶν σκυθρωπὸν καὶ νοσῶδες καὶ ἄχαρι, ἀποδιώκων ἐξ αὑτῶν, συμπαθέστατε Πάτερ δεόμεθα.
Θεοτοκίον.
Ὑψώσασα, ἐκ κακίας λάκκον με, ὑψηλότατε, τοῦ Κτίσαντος Θρόνε, εὐλογημένη ἁγνὴ Θεοτόκε, πρὸς νοητὰς ἀναβάσεις καὶ χάριτας, ἀνέλκυσόν μου τὴν ψυχήν, καὶ δεινῶν με προλήψεων κάθαρον.
Διάσωσον, Στυλιανὲ θεοφόρε τοὺς σοὺς οἰκέτας ἀπὸ πάσης ἐπιφορᾶς καὶ κακώσεως, καὶ τὰ ἀρτίτοκα βρέφη ἀεὶ εὐλόγει.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τῶν ἰαμάτων κρουνὸς ἀνεξάντλητος, καὶ τῶν νηπίων προστάτης θερμότατος, Στυλιανὲ ὑπάρχων μακάριε, ἐκ πολυτρόπων κινδύνων ἀπάλλαξον, τοὺς πόθῳ καλοῦντας τὴν κλῆσίν σου.
Καὶ εὐθὺς τὸ Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου, ὃ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχος. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀντοπέδωκεν ἡμῖν.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. στ΄ 17 – 22).
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ· ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο, καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς Μαθητὰς αὐτοῦ, ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσι, καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἄνωθεν ἐπίνευσον, καὶ δυσωπήθητι Πάτερ, θερμῶς ἐπικλώμενος, τῶν παρακαλούντων σε ταῖς δεήσεσι, καὶ βρεφῶν Ὅσιε, τῶν ἀρτιγεννήτων, τὰ φλογώδη ἀῤῥωστήματα, ἐπιθεράπευσον, χάριν καὶ ὑγίειαν δωρούμενος, αὐτοῖς ὡς συμπαθέστατος, τοῖς θεοδωρήτοις φαρμάκοις σου, ὅπως αὐξηθέντα, εἰς μέτρον ἡλικίας ἀληθοῦς, Στυλιανὲ μεγαλύνωσι, τὸν σὲ μεγαλύνοντα.
Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Λοιμικῶν νοσημάτων, ῥυπαρῶν μολυσμάτων καὶ ἀκαθάρτων παθῶν, καὶ πάσης ἀθυμίας, καὶ βλάβης καὶ μανίας, τοὺς βοῶντας διάσῳζε, σὲ ἀνυμνοῦμεν ἀεί, Στυλιανέ, τρισμάκαρ.
Ἀρωγόν σε νηπίων, βραβευτήν σε ἀνήβων, καὶ μειρακίων φρουρόν, ἀτέκνων ἰατῆρα, εὐτέκνων προμηθέα, ὁ Χριστὸς ἀπειργάσατο, Στυλιανὲ ἱερὲ τῇ σῇ λαμπρᾷ ἀσκήσει.
Ξενοτρόπων θαυμάτων, πολλαπλῶν ἰαμάτων καὶ θεϊκῶν δωρεῶν, τὸ ὕδωρ ἀναβλύζων, τὴν κάμινον σβεννύεις, συμφορῶν τε καὶ θλίψεων, καὶ ἀναψύχεις τερπνῶς, ἡμῶν τὰς διανοίας.
Θεοτοκίον.
Γαληνόμορφε Κόρη, τῆς ψυχῆς μου τὴν λύπην καὶ τὴν πικρὰν συνοχήν, μετάβαλε αἰσίως, εἰς θείαν εὐφροσύνην, καὶ προφθάσασα ῥῦσαί με, τῇ κραταιᾷ σου χειρί, ἀνάγκης ἐνεστώσης.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Εὐτέκνους Πάτερ, τὰς ἀτεκνούσας μητέρας, τῇ ταχεῖᾳ σου ἀπέργασαι πρεσβείᾳ, σοὶ γὰρ ὀλοψύχως Στυλιανὲ φοιτῶσι.
Ῥέουσα χάριν, ἡ παναγίᾳ εἰκὼν σου, τῇ τοῦ Πνεύματος ἐπισκιάσει Πάτερ, τρέφει καὶ εὐφραίνει τὰ νεογνὰ καὶ βρέφη.
Ἀγγελομόρφῳ, ἐπιφανεὶς θεωρίᾳ, ἐπὶ ψελλίζοντα ταῖς μητρικαῖς ἀγκάλαις, πλήρωσον Θεόφρον, χαρᾶς καὶ θυμηδίας.
Θεοτοκίον.
Σωματικῶν με, καὶ ψυχικῶν ἀλγηδόνων, ἀπολύτρωσαι Ὑπερευλογημένῃ, τῇ δὲ ἐπελθούσῃ, βοήθει μοι ἀνάγκη.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἱάτρευσον τὰς νόσους, τῶν ὑπομαζίων, καί, ψελλιζόντων νηπίων Πατὴρ ἡμῶν, τοῖς τῶν μητέρων δακρύοις ἐπικαμπτόμενος.
Μαράνας πᾶσαν βλάβην, τὴν νηπιοφθόρον, καὶ θαλερᾷ καὶ ἀκμάζοντα τήρησον, τὰ τῶν ἀκάκων νηπίων Πάτερ συστήματα.
Ὀδύνης μοι συμβάσης, καὶ δεινῆς ἀνίας, ἐκ πονηρᾶς συνηθείας καὶ πράξεως, Στυλιανὲ θεοφόρε σπεῦσον καὶ ῥῦσαί με.
Θεοτοκίον.
Ὑψόθεν ἐνωτίζου, Κεχαριτωμένη, τὸν στεναγμὸν τῆς ψυχῆς μου τὸν μύχιον, καὶ τῇ εὑρούσῃ με θλίψει μὴ ὑπερίδῃς με.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ὤφθης ἐκ κοιλίας τῆς μητρικῆς, καθηγιασμένος, ὡς ὁ ἔνδοξος Σαμουήλ, καὶ δοτὸς ἐδείχθης δι’ ἐναρέτου βίου, Στυλιανὲ παμμάκαρ τῷ σὲ δοξάσαντι.
Χαίροις ἐγκρατείας ὑφηγητής, καὶ τῆς ἀπαθείας, ἐνδιαίτημα ἱερόν, χαίροις τῶν Ὁσιων ὁ τύπος ἐν ἀσκήσει, Στυλιανὲ Ἀγγέλοις ὁ ὁμοδίαιτος.
Φύλαξ καὶ προστάτης καὶ προμηθεύς, τῶν ἀρτιγεννήτων, καὶ νηπίων καὶ τῶν βρεφῶν, πέλων Θεοφόρε, τῇ θείᾳ ἐπιπνοίᾳ, ἐκ πάσης ἐπηρείας ταῦτα διάσωζε.
Ἴδε τῶν μητέρων τοὺς στεναγμούς, κάμφθητι θεόφρον, τῶν προσφύγων σου ταῖς φωναῖς, καὶ τὰ τούτων τέκνα, μανίας ὀλεθρίου, Στυλιανὲ τρισμάκαρ, σπεῦσον καὶ λύτρωσαι.
Ὡς ἄνθη θαλερώτατα καὶ τερπνά, ὄψεως εὐχροίᾳ, καὶ ἀκάκοις τρόποις σοφέ, ἡμῶν τὰ παιδία, συντήρει ἀοράτως, Στυλιανὲ παμμάκαρ, τῶν εὐφημούντων σε.
Ἔχων παῤῥησίαν πρὸς τὸν Χριστόν, Ὅσιε τρισμάκαρ, μὴ ἐλλίπῃς ἐκδυσωπῶν, ὑπὲρ τῶν αἰτούντων, τὴν σὴν ἐπικουρίαν, ὡς ἂν ἀπαλλαγῶμεν πάσης στενώσεως.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ τροπάριον. Ἦχος γ΄. Θείας πίστεως.
Στήλη ἔμψυχος τῆς ἐγκρατείας, στῦλος ἄσειστος τῆς Ἐκκλησίας, Στυλιανὲ ἀνεδείχθης μακάριε, τὸν γὰρ σὸν πλοῦτον σκορπίσας τοῖς πένησιν, ἐν οὐρανοῖς ἐκομίσω τὸν ἄφθαρτον, καὶ ἐγκρατείᾳ καὶ πόνοις πανόλβιε, χάριν εἴληφας, νηπίων προστάτης γενόμενος, καὶ φύλαξ νεογνῶν ἀπροσμάχητος.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Παίδων καὶ νηπίων καὶ βρεφῶν, μέγας κηδεμὼν καὶ προστάτης, καὶ ἀληθῇς ἰατρός, Πνεύματος τῇ χάριτι ἀποδεικνύμενος, μαρασμῶν καὶ κακώσεων, καὶ νόσον ποικίλων, ἄτρωτα διάσῳζε τὰ ἀρτιγέννητα, ταῦτα εὐλογῶν καὶ διέπων, ὅπως ἀνδρωθῶσιν αἰσίως, ὦ Στυλιανὲ θεομακάριστε.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.