Παρακλητικός Κανών εις τον Όσιο και Θεοφόρο Πατέρα ημών Θεόδωρο τον εν Κυθήροις ασκήσαντα

Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

†Εορτάζεται στις 12 Μαΐου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὸ ἑξῆς τροπάριον·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς δωρεῶν πεπληρωμένος τῶν θείων, πᾶσι παρέχεις δωρεὰν τὰς αἰτήσεις, τοῖς εὐλαβῶς προστρέχουσι τῇ σκέπῃ σου· ὅσιε Θεόδωρε, Κυθήρων προστάτα· ὅθεν δίδου πάντοτε, πᾶσαν δόσιν τελείαν, ἐκ τοῦ Πατρὸς τῶν φώτων ἀληθῶς, τῇ σῇ πρεσβείᾳ ἡμῖν τοῖς οἰκέταις σου.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Δωρεάν, Θεόδωρε, σῷζέ με, Πάτερ. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Δονούμενος βίου ταῖς συμφοραῖς, τὴν σὴν προστασίαν, ἐξαιτοῦμαι ἀπὸ ψυχῆς, ἥν δίδου, Θεόδωρέ μοι, Πάτερ, καὶ τῶν παθῶν μου τὸν τάραχον κόπασον.

Ὡς φύλαξ Κυθήρων καὶ βοηθός, βοήθει ἁπαύστως, συμπαθείᾳ σου πατρικῇ, Θεόδωρε πάτερ, οἷα τέκνοις. τοῖς Κυθηρίοις φωνοῦσι τὴν κλῆσίν σου.

Ῥοαῖς τῶν ἱδρώτων σου τῶν σεπτῶν, ἀπόπλυνον, Πάτερ, τῆς ψυχής μου τὸν μολυσμόν, καὶ δίδου ὑγίειαν τὴν κατ᾽ ἄμφω, τοῖς προσιοῦσι τῷ θείῳ τεμένει σου.

Θεοτοκίον.
Ἐλέησον Κόρη ὡς ἀγαθή, καὶ Μήτηρ ἐλέους, τοὺς ἐν πλείστοις ἀνιαροῖς, κατατρυχομένους καὶ πονοῦντας, τὴν ποθητὴν τούτοις ἄνεσιν νέμουσα.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀπαθείας ταμεῖον, θεοειδὲς πέφηνας, τῇ σῇ καθαρᾷ πολιτείᾳ, πάτερ Θεόδωρε, ὅθεν ἐκκάθαρον, καθαρτικῇ σου πρεσβείᾳ, παθῶν ἀκαθάρτων με, τῶν συνθλιβόντων με.

Νοσημάτων ποικίλων καὶ ἀναγκῶν ῥύεται, ἡ σὴ θαυματουργὸς Κάρα, τοὺς μετὰ πίστεως, ταύτῃ προστρέχοντας· ὧν καὶ ἡμᾶς τῆς μανίας, λύτρωσαι, Θεόδωρε, τῇ ἀντιλήψει σου.

Θεῖον δῶρον ἐδόθης, θεόθεν Ὅσιε, ταύτῃ τῶν Κυθήρων τῇ νήσῳ, ἐγκαυχωμένῃ σοι, ᾗ δίδου πάντοτε, τῶν δωρεῶν σου τὰς δόσεις, ὡς πατὴρ φιλόστοργος, σκέπων τὴν ποίμνην σου.

Θεοτουκίον.
Ἐξ ἀγνῶν σου λαγόνων, σωματικῶς ἔλαμψε, τῆς δικαιοσύνης Παρθένε, ὁ μέγας ἥλιος, Χριστὸς ὁ Κύριος, οὗ ταῖς ἀκτῖσι τὸν νοῦν μου, λάμπρυνον καὶ σῶσόν με, μόνη Πανύμνητε.

Διάσωσον, ἐκ πάσης βλάβης, Θεόδωρε θεοφόθρε, τοὺς ἐν πίστει τῇ σῇ πρεσβείᾳ προστρέχοντας, πταισμάτων αἰτούμενος ἡμῖν λύσιν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτης σὺ ὤν, Κυθήρων συμπαθέστατος, προνοίᾳ Θεοῦ, Θεόδωρε μακάριε, προΐστατο ἑκάστοτε, τῶν πρὸς σὲ ἀφορώντων ἐκ πίστεως, τὰς τοῦ ἐχθροῦ ἀπείργων ἀφ᾽ ἡμῶν, ὁρμάς τε καὶ σκότια βουλεύματα.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Οὐρανόθεν ἐπίβλεψον, πατρικῷ σου ὄμματι, Πὰτερ ὅσιε, καὶ παράσχου τὰ αἰτήματα, τοῖς ἐν τῷ ναῷ πρόσεδρεύουσι.

Δωρεάν Πάτερ οἴκτειρον, οἷα μιμητὴς Χριστοῦ τοῦ οἰκτίρμονος, τοὺς θερμῶς ἀεὶ προστρέχοντας, τῇ προμηθεστάτῃ ἀντιλήψει, σου.

Ἀς ἐῤῥύσω τὸ πρότερον, ἐξ ἐπιδρομῆς βαρβάρων την νῆσόν σου, οὕτω ταύτην Πάτερ φύλαττε, πάσης ἐναντίας περιστάσεως.

Θεοτοκίον.
Ῥώμην δίδου μοι, Ἄχραντε, κατὰ τῆς μανίας τοῦ παναλάστορος, καὶ τῷ φόβῳ τῷ βελτίονι, χειραγώγησόν με πρὸς μετάνοιαν.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἔχοντες τὴν σὴν, προστασίαν οἱ Κυθήριοι, λυτρωθείημεν παντοίων προσβολῶν καὶ μαστίγων τῇ σῇ χάριτι, Θεόδωρε.

Σκεῦος ἐκλεκτόν, τοῦ Ἁγίου ὥφθη Πνεύματος, ἡ σὴ Κάρα ἡ ἁγία καὶ σεπτή, ἁγιάζουσα ἡμᾶς, πάτερ Θεόδωρε.

Ὥσπερ ἐν φωτί, ἐφανέρωσας τὸν τάφον σου, φώτισον ἡμᾶς πρὸς ἀρετήν, τῷ φωτὶ τῶν προσβειῶν σου, Πάτερ ὅσιε.

Θεοτοκίον.
Σῶσόν με Ἁγνή, δυναστείαν την οὐράνιον, τοῦ πατεῖν τὴν τυραννίδα τοῦ ἐχθροῦ, καὶ βιοῦν ἐν εὐσεβείᾳ καὶ σεμνότητι.

ᾨδὴ ς΄. Τὴν δέησιν.
Ἐπλήσθη, ἀσκητικῶν σου καμάτων, θεοφόρε, τῶν Κυθήρων ἡ νῆσος, νῦν δὲ τρυφᾷ τῶν πολλῶν σου θαυμάτων, καὶ δωρεῶν τῶν πλουσίων, Θεόδωρε, δι᾽ ὧν αὐτὴν πάσης ὀργῆς, διασῴζεις καὶ σκέπεις ἑκάστοτε.

Μεγίστων ἀξιωθεὶς χαρισμάτων, θεοφόρε, ὡς μεγάλως ἀσκήσας, μεγάλων πόνων ἡμᾶς καὶ κινδύνων, τῇ σῇ πρεσβείᾳ ἀπάλλαξον, Θεόδωρε θαυματουργέ, Κυθηρίων προστάτα θερμότατε.

Ἐφάνης, τοῖς κινδυνεύουσι Πάτερ, καὶ ἐν θαλάσσῃ διέσωσας τούτους οὕτω, καὶ νῦν ἀοράτως, Παμμάκαρ, τοὺς θαλαττεύοντας βίου τοῖς κύμασιν, ἐπὶ λιμένα ἀσφαλῆ, τῆς ἐνθέου γαλήνης κυβέρνησον.

Θεοτοκίον.
Παθῶν με, κλυδωνιζόμενον ζάλῃ, καὶ στροφούμενον πολλαῖς ἁμαρτίαις, πρὸς ἀληθοῦς μετανοίας τοὺς ὄρμους, καὶ πρὸς γαλήνην του θείου θελήματος, ὁδήγησόν με νοητῶς, Θεοτόκε Παρθένε, καὶ σῶσόν με.

Διάσωσον ἐκ πάσης βλάβης, Θεοδῶρε θεοφόρε, τοὺς ἐν πίστει τῇ σῇ πρεσβείᾳ προστρέχοντας, πταισμάτων αἰτούμενος ἡμῖν λύσιν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοις των αιμάτων σου.
Ὡς ἀντιλήπτωρ, Κυθήρων θερμότατος, καὶ πρεσβευτὴς πρὸς Θεὸν ἑτοιμότατος, ἀπαύστως δυσώπει, Θεόδωρε, ἵνα ῥυσθῶμεν δεινῶν περιστάσεων, οἱ πόθῳ τιμῶντες τὴν μνήμην σου.

Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Οσίου αὐτοῦ.
Στίχος. Μακάριος ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. ια΄ 27-30).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

Δοξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Βίον τὸν ἰσάγγελον θεοπρεπῶς βιοτεύσας, Ἄγγελος ἐν σώματι, ἐκ Κυθήροις πέφηνας, δι᾽ ἀσκήσεως, καὶ πολλῆς ἔμπλεως, χάριτος καὶ δόξης, οὐρανόθεν ἐχρημάτισας, νέμων τοῖς χρήζουσι, πᾶσι δωρεὰν τὰ αἰτήματα, καὶ ἴασιν δωρούμενος, τοῖς ἐν πλείστοις πόνοις ὑπάρχουσιν· ὅθεν σου τὴν Κάραν, τιμῶμεν τὴν ἁγίαν εὐλαβῶς, ἁγιασμὸν ἀναβλύζουσαν, τοῖς πιστοῖς, Θεόδωρε.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀκαθάρτων πνευμάτῶν, τὴν ἐνεργειαν, Πάτερ, ἀποσοβούμενος, τῆς τούτων ἐπηρείας, καὶ λύπης καὶ κακίας, ἀβλαβεῖς διαφύλαττε, τοὺς σὲ τιμῶντωντας πιστῶς, Θεόδωρε τρισμάκαρ.

Τὸν ναόν σου τὸν θεῖον, ὥσπερ ἄκλυστον ὅρμον Πάτερ κατέχοντες, ἐκ πάσης τρικυμίας, καὶ ζάλης τῆς τοῦ βίου, ἐν αὑτῷ καταφεύγοντες, τῇ σῇ θερμῇ ἀρωγῇ, λυτρούμεθα ταχέως.

Ἐν μορφῇ μοναχοῦ σε, ῥαβδοφόρον κατεῖδον οἱ ξένοι, Ὅσιε, ἐν ταύτῃ οὖν τῇ ῥάβδῳ, ὡς πρόβατα ὁδήγει, ἡμᾶς Πάτερ τὰ τέκνα σου, ἐπὶ νομὰς τῆς ζωῆς, πρὸς ὕδωρ ἀφθαρσίας.

Θεοτοκίον.
Ῥυπωθεὶς τὴν καρδίαν, ταῖς πολλαῖς ἁμαρτίαις καὶ παραπτώμασι, τὴν σὴν ἐπικαλοῦμαι, βοήθειαν Παρθένε, ἥν παράσχου μοι δέομαι, καὶ κάθαρόν με Ἁγνή, γνησίᾳ μετανοίᾳ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γέρας ἡ νῆσος, τῶν Κυθηρίων καὶ πλοῦτον, τὴν τιμίαν σου κατέχει Πάτερ κάραν, ὅθεν καὶ προστρέχει, αὐτῆ μετ᾽ εὐλαβείας.

Ἐκ δυσπραγίας, καὶ χαλεπῆς δυσχερείας, διαφύλαττε τὴν νήσον ταύτην Πάτερ, ὡς ποτε ἐῤῥύσω, βαρβαρικῆς ἐφοδου.

Ῥῶσιν παράσχου, καὶ τὴν κατ᾽ ἄμφω ὑγίειαν, τοῖς τῷ θείῳ σου τεμένει προσιοῦσι, καὶ ἐξαιτουμένοις, τὴν σὴν ἐπιστασίαν.

Θεοτοκίον.
Ἁγνή Παρθένε, ἡ τὸν Θεὸν τετοκυῖα, ἀεὶ πρέσβευε πολυειδῶν σκανδάλων, ῥύεσθαι τοὺς πίστει, ὑμνοῦντές σου τὴν δόξαν.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Σωμάτων τὰς ὀδύνας, παῦσον θεοφόρε, καὶ ψυχικῆς ἀθυμίας ἀπάλλαξον, τοὺς ἀδιστάκτῳ καρδίᾳ σε μεγαλύνοντας.

Ἰσχὺν πᾶς ὁ προστρέχων, τῇ σεπτῇ Κάρᾳ, καὶ εὐφροσύνην λαμβάνει Θεόδωρε, τῶν δωρεῶν σου κηρύττων χάριν τὴν ἄφθορον.

Μετέχων Θεοφόρε, τῆς ζωῆς τοῦ ξύλου, θανατηφόρων παθῶν ἀπολύτρωσαι, και πολυπλόκων σκανδάλων τοὺς σὲ γεραίροντας.

Θείων δωρημάτων, τῇ ἐπωνυμίᾳ, κεκοσμημένος Θεόδωρε ὅσιε, τῶν δωρεῶν σου τὸν πλούτον ἡμῖν πρυτάνευε.

Θεοτοκίον.
Ὑφέρπει μοι ὁ ὄφις, δόλῳ καὶ μανίᾳ, ἀλλὰ τῇ σῇ δυναμούμενος χάριτι, οὐ δειλιῷ τὰς ἐνέδρας τούτου, Πανάχραντε.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σε μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τῆς Κορώνης θεῖος βλαστός, Θεόδωρε πάτερ, καὶ Κυθήρων ὁ ἀρωγός, χαίροις δωρημάτων, θησαύρισμα ἐνθέων, θεράπον τοῦ Κυρίου, ἀξιοθαύμαστε.

Ἔρωτι θείῳ πυρποληθείς, συζύγου τὸν πόθον, καὶ τῶν τέκνων σου τὴν στοργή, ἐμφρόνως παρεῖδες, Θεόδωρε θεόφρον, καὶ τῷ Χριστῷ ὁσίως κατηκολούθησας.

Θεία κυβερνήσει καταλαβών, Κυθήρων τὴν νῆσον, ὡς ἀσώματος ἐν αὐτῇ, Πάτερ ἠγωνίσω, καὶ θείων χαρισμάτων, θεόθεν ἠξιώθης, πάτερ Θεόδωρε.

Πλοῦτον ἀδαπάνητον καὶ σεπτόν, ἔχοντες, Παμμάκαρ, τὴν Ἁγίαν σου κεφαλήν, ἐξ αὐτῆς πλουτοῦμεν, τὰς πατρικάς σου δόσεις, καὶ χάριν ἰαμάτων, Πάτερ λαμβάνομεν.

Χαίροις τῶν Ὅσίων ἡ καλλονή, καὶ τῶν Κυθηρίων ὁ προστάτης, ὁ ἀσφαλῆς, χαίροις ὁ παρέχων, τοῖς πίστει προσιοῦσι, χειρὶ δαψιλεστάτῃ, Πάτερ, τὰς χάριτας.

Ἔχων παῤῥησίαν πρὸς τὸν Χριστόν, Θεόδωρε πάτερ, καθικέτευε ἐκτενῶς, πάσης ἐπηρείας, καὶ νοσων καὶ κινδύνων, λυτροῦσθαι τοὺς αἰτοῦντας, τὴν σὴν βοηθειαν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Θεἰων δωρημάτων θησαυρός, πέλων φερώνυμως, θεόφρον πάτερ Θεόδωρε, θείας καταξίωσον ἡμᾶς χρηστότητος, τοὺς πιστῶς καταφεύγοντας, τῇ σῇ ἀντιλήψει, νόσων ἐκλυτρούμενος, καὶ περιστάσεων, πόνων ἀναγκῶν καὶ κινδύνων, καὶ πάσης ὀργῆς τε καὶ βλάβης, ταῖς σαῖς πρὸς Χριστὸν ἡμᾶς δεήσεσι.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Διστιχον·
Δωρεάν, Θεόδωρε, ἐλέησόν με.
Γεράσιμον μέλποντα τὰς δωρεάς σου.