Παρακλητικός Κανών εις τον Όσιον Θεοφάνην τον Θαυματουργόν εκ Ναούσης
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας
†Εορτάζεται στις 19 Αυγούστου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ παρόντα τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς τοῦ Σωτῆρος θεοφόρος θεράπων, καὶ κοινωνὸς τῶν θεϊκῶν χαρισμάτων, καὶ τῶν Ὁσίων πάντων ἰσοστάσιος, ὅσιε Θεόφανες, ἀρωγὸς καὶ προστάτης, φάνηθι τοῖς δούλοις σου, τοῖς πιστῶς σε τιμῶσι, καὶ τῇ σῇ πόλει δίδου δαψιλῶς, τῆς εὐλογίας, τῆς σῆς τὰ δωρήματα.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Η Θεοφάνους χάρις με σώζοις. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἡλίου τῆς δόξης ταῖς ἀστραπαῖς, Θεόφανες πάτερ, λαμπρυνόμενος νοητῶς, λῦσον τῶν παθῶν μου τὴν ὁμίχλην, τῇ φωταυγεῖ προστασίᾳ σου Ὅσιε.
Θαυμάτων πηγάζουσα δωρεάν, ἡ θεία σου κάρα, θεραπεύει πάθη δεινά· διὸ τῆς ζωῆς μου τὰς ὀδύνας, ἴασαι πάτερ Θεόφανες δέομαι.
Ἐν σοὶ καυχωμένη ὡς ἀληθῶς, Ναούσης ἡ πόλις, ἐκλυτροῦται πάσης ὀργῆς, τῇ σῇ ἀντιλήψει θεοφόρε, καὶ ἀνυμνεῖ σου θαυμάτων τὰς χάριτας.
Θεοτοκίον.
Ὁ ἄναρχος Λόγος ὁ τοῦ Θεοῦ, ἐκ σοῦ σωματοῦται, καὶ ἐν χρόνῳ ὤφθη ἐν γῇ, τὰ χρόνια πάθη ἐξοικίζων, ἐκ τῶν ψυχῶν ἡμῶν Κόρη δι’ ἔλεος.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Φωταυγὲς νέον ἄστρον ὡς ἀληθῶς πέφηνας, ὅσιε Θεόφανες πάτερ, βίου λαμπρότητι· ὅθεν ἀπέλασον, τῶν πρεσβειῶν σου τῶ φέγγει, πειρασμῶν καὶ θλίψεων, σκότος ἐπώδυνον.
Ἀπὸ πάσης ἀνάγκης καὶ συνοχῆς λύτρωσαι, τοὺς εἰλικρινῶς προσιόντας, τῇ θείᾳ κάρᾳ σου, πάτερ Θεόφανες, καὶ τὴν τιμῶσάν σε πόλιν, ἀσινῆ διάσωζε, πάσης στενώσες.
Νάμα ἄυλον θεῖον ζωοποιὸν Ὅσιε, βλῦσον τῇ θερμῇ σου πρεσβείᾳ, ἡμῖν Θεόφανες, καὶ τὴν φλογίζουσαν, σβέσον πικρὰν ἁμαρτίαν, τὴν καταναλίσκουσαν, ἡμᾶς ἑκάστοτε.
Θεοτοκίον.
Ὄρος ἄγιον θεῖον, καὶ ἐμφανὲς πέφηνας, ὡς οἱ θεηγόροι Προφῆται σὲ προεκήρυξαν· διὸ πλανώμενον, πρὸς ἀπωλείας με ὄρη, ἕλκυσον καὶ σῶσόν με μόνη πανύμνητε.
Διάσωσον, ἐκ πάσης βλάβης Θεόφανες θεοφόρε, τοὺς ἐν πίστει τῇ προστασίᾳ σου σπεύδοντας, ὡς παῤῥησίαν πρὸς Κύριον κεκτημένος.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτην θερμὸν καὶ πολιοῦχον ἔνθεον, ἡ πόλις σοφὲ Ναούσης κεκτημένη σε, κραυγάζει σοι Θεόφανες· ἀπὸ πάσης ἀνάγκης ἀπάλλαξον, καὶ τῶν ἐν βίῳ δεινῶν συμφορῶν, τοὺς σπεύδοντας Πάτερ τῇ σῇ χάριτι.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὑπελθὼν τῆς ἀσκήσεως, ὅσιε Θεόφανες τὰ παλαίσματα, ἐναρέτως πολιτεύεσθαι, ἡμᾶς ἐνδυνάμωσον δεόμεθα.
Σὲ προστάτην καὶ ἔφορον, Ναουσαῖοι ἔχοντες καταφεύγουσι, πάσῃ ὥρᾳ τῇ πρεσβείᾳ σου, καὶ λυτροῦνται πάσης περιστάσεως.
Χάριν ἄφθονον βλύζουσα, ἡ ἁγία κάρα σου ὦ Θεόφανες, ἁγιάζει τὰς ψυχὰς ἡμῶν, καὶ ἰᾶται πάθη τὰ ἀνίατα.
Θεοτοκίον.
Ἁγνὸν τήρει με πάναγνε, νῷ ψυχῇ καρδίᾳ καὶ ταῖς αἰσθήσεσι, καὶ μακρὰν ἀπ’ ἐμοῦ δίωξον, τὸν πρὸς τὴν ἀπώλειαν ὠθοῦντά με.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ῥύπων ψυχικῶν, ἡμᾶς κάθαρον Θεόφανες, ἐπομβρίαις τῶν θερμῶν σου πρεσβειῶν, καὶ ὀδύνας τὰς τοῦ σώματος θεράπευσον.
Ἴδε συμπαθῶς, τοὺς προσπίπτοντας τῇ κάρᾳ σου, καὶ ἐκπλήρου τὰ αἰτήματα ἡμῶν, θαυματόβρυτε Θεόφανες μακάριε.
Σκεῦος ἐκλεκτόν, γεγονὼς τοῦ θείου Πνεύματος, ἐκ τῆς χάριτος μετάδος τῆς αὐτοῦ, ταῖς ψυχαῖς ἡμῶν δεόμεθα Θεόφανες.
Θεοτοκίον.
Μῆτερ τοῦ Θεοῦ, Θεοτόκε ἀειπάρθενε, τὴν ῥυπῶσάν μου ἐκκάθαρον ψυχήν, καὶ τὸν νοῦν μου μετανοίᾳ περιτείχισον.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἐδέξω, θαυμάτων χάριν πλουσίαν, χορηγίᾳ τῇ τοῦ Πνεύματος Πάτερ· ἔνθεν δαιμόνων ἐλαύνεις τὴν ῥύμην, καὶ τοῖς αἰτοῦσι παρέχεις ἑκάστοτε, Θεόφανες θαυματουργέ, τὴν θερμήν σου ἐν πᾶσι βοήθειαν.
Στροβεῖ με, ἀλλεπαλλήλων πνευμάτων, τρικυμία διὰ πλῆθος πταισμάτων, ἀλλ’ ὡς λιμένι τῇ σῇ προστασίᾳ, πίστει προστρέχων βοῷ σοι Θεόφανες· ἱλέωσαί μοι τὸν Κριτήν, καὶ πταισμάτων μοι αἴτει συγχώρησιν.
Ὡς θεῖόν σε, πολιοῦχον γεραίρει, καὶ βοᾷ σοι τῆς Ναούσης ἡ πόλις· ἐκ δυσχερείας καὶ πάσης ἀνάγκης, τὸν σὸν λαὸν διαφύλαττε ἄτρωτον, Θεόφανες θαυματουργέ, τῇ θερμῇ σου πρεσβείᾳ πρὸς Κύριον.
Θεοτοκίον.
Ζωῆς με, τῆς ἀθανάτου καὶ θείας, ἡ τεκοῦσα τὸν ἀθάνατον Λόγον, τὸν ἀρχηγὸν τῆς ζωῆς Θεοτόκε, συγκληρονόμον ἀπέργασαι δέομαι, ἀπὸ θανάτου χαλεποῦ, ἁμαρτίας ἁγνὴ ῥυομένη με.
Διάσωσον, ἐκ πάσης βλάβης Θεόφανες θεοφόρε, τοὺς ἐν πίστει τῇ προστασίᾳ σου σπεύδοντας, ὡς παῤῥησίαν πρὸς Κύριον κεκτημένος.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Θεοφανεία φωτὸς ὑπὲρ ἔννοιαν, τῆς μυστικῆς ἠξιώθης Θεόφανες· διὸ φωτισμῷ τῆς σῆς χάριτος, τὸν σκοτασμὸν τῶν παθῶν ἡμῶν σκέδασον, αἰτούμενος πᾶσι τὰ κρείττονα.
Προκείμενον
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. στ΄17-22).
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ ᾿Ιησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ· ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο, καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς Μαθητὰς αὐτοῦ, ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσι, καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Δόξα.
Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἔργοις τῆς ἀσκήσεως, καὶ καθαρᾶς πολιτείας, ὅσιε Θεόφανες, τὸν Χριστὸν ἐδόξασας θείῳ ἔρωτι, καὶ λαμπρᾶς ἔτυχες, παρ’ Αὐτοῦ εὔκλειας· ὃν ἱκέτευε δεόμεθα, πάσης κακώσεως, καὶ ὀδυνηρῶν περιστάσεων, καὶ νόσων τε καὶ θλίψεων, ῥύεσθαι ἡμᾶς τοὺς τιμῶντάς σε, καὶ διδόναι πᾶσι, τὴν λύσιν τῶν πολλῶν ἁμαρτιῶν, καὶ εὐφροσύνην τὴν κρείττονα, τοῖς ἐν λύπαις στένουσι.
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὄμβρους πάλαι ὑψόθεν ὡς κατήγαγε Πάτερ ἡ θεία κάρα σου, οὕτω καὶ νῦν ἐξ ὕψους, μὴ παύσῃ ὑετίζων, θεοφόρε Θεόφανες, τῆς προστασίας τῆς σῆς, ἡμῖν τὴν ἐπομβρίαν.
Ἰατρείαν ὡς εὗρεν, ὁ ἀπόγονος Ἄγαρ ἐκ τῶν λειψάνων σου, οὕτω τὴν θεραπείαν, παθῶν τῶν πολυτρόπων, οἱ τιμῶντές σε εὕροιμεν, διὰ τῆς σῆς ἀρωγῆς, Θεόφανες παμμάκαρ.
Συσχεθεὶς ἀπορίᾳ, ὁ λαὸς τῆς Ναούσης ἐξ ἐπελθούσης ποτέ, πανώλους λαοφθόρου, εὕρατο σωτηρίαν, τῇ ὀξείᾳ πρεσβείᾳ σου· ὅθεν εὐσήμως τὴν σήν, Πάτερ κηρύττει χάριν.
Θεοτοκίον.
Γαλουχήσασα Κόρη, τὸν ἐκτρέφοντα πάντα τῷ Αὐτοῦ ῥήματι, διάθρεψον τὸν νοῦν μου, πεινῶντά σου τὴν χάριν, καὶ μακρὰν ἀποδίωξον, τὸν πολεμοῦντα ἀεί, ὑπούλως τὴν ψυχήν μου.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἐπιληψίας, ὡς τὴν γυναίκα ἐῤῥύσω, οὕτω λύτρωσαι τῆς τοῦ ἐχθροῦ μανίας, τοὺς σὲ εὐφημοῦντας, Θεόφανες τρισμάκαρ.
Ῥῶσιν σωμάτων, ῥῶσιν ψυχῶν Πάτερ δίδου, τοῖς προστρέχουσι τῇ θαυμαστῇ σου κάρᾳ, καὶ τῶν ἐν τῷ βίῳ, δυσχερειῶν τὴν λύσιν.
Αἱμοῤῥαγίας, γυνὴ τὴν ἴασιν εὗρεν, ὡς προσέδραμε τοῖς θείοις σου λειψάνοις· ὅθεν καὶ ἀνύμνει, τὴν χάριν σου θεόφρον.
Θεοτοκίον.
Σῶσόν με Κόρη, τῇ σωστικῇ σου δυνάμει, τῆς τοῦ δράκοντος πανωλεθρίου πλάνης, καὶ πρὸς σωτηρίας, κατεύθυνόν με τρίβον.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰάτρευσον τὸ ἄλγος, Πάτερ τῆς ψυχῆς μου, καὶ ῥαθυμοῦντα τὸν νοῦν μου διέγειρον, πρὸς ἀληθοῦς μετανοίας γνῶσιν Θεόφανες.
Μὴ παύσῃ προστατεύων, Πάτερ τῆς Ναούσης, τῆς πολιοῦχον καὶ θετόν σε ἔφορον, καταπλουτούσης Θεόφανες παμμακάριστε.
Οἱ πίστει ἀφορῶντες, πρὸς τὴν σὴν πρεσβείαν, πάσης ἀνάγκης καὶ βλάβης ῥυσθείημεν, καὶ θεϊκῆς εὐλογίας τύχοιμεν Ὅσιε.
Θεοτοκίον.
Ὑμνοῦμέν σου τὸν τόκον, Κεχαριτωμένη, δι’ οὗ φθορᾶς καὶ θανάτου ἐῤῥύσθημεν· τὸν ἀρχηγὸν τῆς ζωῆς γὰρ κόσμῳ ἐκύησας.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τῶν Ἰωαννίνων θεῖος βλαστός, καὶ Ναούσης μέγας, ἀντιλήπτωρ καὶ ἀρωγός, Θεόφανες πέλεις, ἀγγελικῶς βιώσας, καὶ νέμεις τοῖς αἰτοῦσι, χάριν σωτήριον.
Χαίροις ἐναρέτου ζωῆς κανών, καὶ τῆς ἀπαθείας ὁ πολύτιμος θησαυρός· χαίροις τῶν Ὁσίων, ἰσότιμος ἐν δόξῃ, Θεόφανες παμμάκαρ, ἡμῶν ἀντίληψις.
Ἔζησας ὡς ἄγγελος ἐπὶ γῆς, καὶ παρὰ Κυρίου, ἐδοξάσθης ἐν οὐρανοῖς· ὅθεν καὶ θαυμάτων, τὴν χάριν δεδεγμένος, Θεόφανες πηγάζεις, χάριν ἰάσεων.
Χαίροις τῆς Ναούσης ὁ ἀρωγός, καὶ θείος προστάτης, καὶ μεσίτης πρὸς τὸν Χριστόν, χαίροις θεοφόρε, Θεόφανες θεόφρον, Ἀγγέλων συμπολῖτα καὶ ἰσοστάσιε.
Ὥσπερ ἰατρεῖον πνευματικόν, τὴν σεπτήν σου κάραν, κεκτημένοι οἱ εὐσεβεῖς, ἴασιν καὶ χάριν, καὶ θείαν εὐφροσύνην, λαμβάνουσι ἐκ ταύτης, Πάτερ Θεόφανες.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας, τοὺς προστρέχοντας πιστῶς, ὅσιε Θεόφανες πάτερ, τῇ ἀντιλήψει σου, ῥῦσαι πάσης θλίψεως, καὶ περιστάσεως, καὶ κινδύνων τὸν τάραχον, κόπασον λιταῖς σου, ὡς θεράπων γνήσιος, τοῦ Παντοκράτορος, δίδου δὲ εἰρήνην ὑψόθεν, καὶ πταισμάτων ἄφεσιν αἴτει, τοῖς εἰλικρινῶς σε μακαρίζουσι.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.