Παρακλητικός Κανών εις τον Όσιο Πατέρα ημών Θεόφιλο τον Μυροβλύτη
†Εορτάζεται στις 8 Ιουλίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ εὐθὺς τὰ ἐπόμενα προσόμοια·
Ἤχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῷ ἐραστῇ Θεοῦ τῶν πάντων τὸ γόνυ, πάντες οἱ πάθεσι δεινοῖς πεπτωκότες, ταπεινωθέντες κλίνομεν σὺν δάκρυσι, λέγοντες Θεόφιλε, Μυροβλύτα δυσώπει, Κύριον λυτρώσασθαι ἐκ τῶν βρόχων καὶ δόλων, τοῦ πολεμίου δράκοντος ἐχθροῦ, καὶ αἰωνίων βασάνων ῥυσθείημεν.
Δόξα.
Τῷ μυροβλύτῃ Θεοφίλῳ προσπέσωμεν, οἱ ταῖς τοῦ βίου τρικυμίαις ποντούμενοι, ἀπὸ βαθέων κράζοντες ψυχῆς πρὸς αὐτόν, ὅσιε Θεόφιλε τῇ θερμῇ σου πρεσβείᾳ, σπεῦσον ἐξελοῦ ἡμᾶς, πειρασμῶν καὶ κινδύνων, καὶ βασιλείας πάντας οὐρανῶν, ἀξιωθῆναι δυσώπει τρισόλβιε.
Καὶ νῦν.
Δακρυροοῦντες σοὶ προσπίπτομεν Μῆτερ, εὐχαριστοῦντες ταπεινῶς οἱ σοὶ δοῦλοι, ὑπὲρ ἀπείρων Ἄχραντε καὶ θείων δωρεῶν, ὧν ἐσμὸν ἐλάβομεν, παρὰ σοῦ ἀναξίως, δέξαι ὅθεν δέησιν ἐκ ψυχῶν κατωδύνων, ἁμαρτιῶν παθῶν καὶ πειρασμῶν, πεπληρωμένων, ἀεὶ δὲ προσαιτούντων σοι.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Θεόφλε μάκαρ κακίαν μισεῖν δίδου μοι.
Ὠδὴ α΄. Ἦχος πλ. δ΄. Ἀρματηλάτην Φαραώ.
Θηρὸς κακούργου νοητοῦ ἐκλύτρωσαι, διηνεκέσι εὐχαῖς, δυσωδίαν τούτου, ἀπελαύνων ὅσιε, ὡς μυρορόας ἔκπλυνον, τῆς ψυχῆς μου τὸν ῥύπον, καὶ καθαρόν με παράστησον, ὥρᾳ τῆς ἐξόδου τῷ κτίστῃ μου.
Εὐεργεσίας τοῦ Δεσπότου ἔλαθον, ὁ ἀμελὴς καὶ δεινὸς, χείρων Ἰουδαίων, ἀχαρίστων γέγονα, πάσης κακίας ἔμπλεως, μιαρὸς καὶ ἀχρεῖος, ἐξ ἀμελείας κατήντησα, πάτερ βοηθός μοι γενήθητι.
Ὀζωδεστάτης τῆς γαστρὸς ἐπίχαρμα, ἐκ ῥαθυμίας πολλῆς, γεγονὼς ὁ τάλας, σοὶ προσπίπτω ὅσιε, ὡς βιαστῇ βιάσαντι, οὐρανῶν Βασιλείαν, ταῖς σαῖς εὐχαῖς ἐλευθέρωσον, ταύτης τῆς δουλείας Θεόφιλε.
Θεοτοκίον.
Φύσει Θεὸν ὡς τετοκυῖα Πάναγνε, καὶ μήτηρ οὖσα Αὐτοῦ, τὰ ζοφερὰ νέφη, τῶν ἐμῶν προλήψεων, πόρω σὺ ἀποδίωξον, τῆς ἐμῆς διανοίας, καὶ καθαρὸν ἀπαθείας μοι, φέγγος τῷ σῷ δούλῳ ἀνάτειλον.
ᾩδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἰκετεύω σε Πάτερ, ὁ τῶν παθῶν ἅλυσιν, ἔχων δεδεμένος ὑπάρχω, πρὸς τὴν ἀπάθειαν, πάντῃ ἀδύναμος, εἰμὶ βαδίζειν καὶ τρέχειν, σὺ οὖν λῦσον Ὅσιε κλοιὸν συσφίγγοντα.
Λῦσον ἄπειρα χρέη, ἐκδυσωπῶν Κύριον, δοῦλος γὰρ ἀγνώμων ὑπάρχω, καὶ πονηρότατος, φρέαρ γὰρ ὥρυξα, συντετριμμένον πηγήν δε, τῆς ζωῇς κατέλιπον Σωτῆρα εὔσπλαχνον.
Ἐγνωκὼς τοῦ Δεσπότου, τὸ συμπαθὲς ἔδραμον, ἄλλος ὡς τυφλὸς καὶ λεπρός τε, κράζων Θεόφιλε, ἱκετηρίαν ποιοῦ, φῶς παρασχεῖν τῷ νοΐ μου, ἔλκη δὲ καρδίας μου κάθαρον ὅσιε.
Θεοτοκίον.
Μητρικαῖς ἰκεσίαις, τὸν τῶν δεινῶν κλύδωνα, τὸν καταλαβόντα σὸν δοῦλον, παῦσον Πανάμωμε, κατακοιμίζουσα, τὰς πονηρὰς ἀντιπνεύσεις, ἐναντίαν ζάλην τε πόῤῥῳ ἐλαύνουσα.
Διάσωσον, ἀπὸ παγίδων δαιμόνων τῶν ἀκαθάρτων, ὅτι πάντες ὡς ἀρωγὸν εὶς σὲ καταφεύγομεν, Θεόφιλε πέλεις γὰρ οἶκος θεῖος.
Ἐπίβλεψον ἔν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Καιρῷ πειρασμῶν καὶ θλίψεων παράστηθι, φυλάττων ψυχὴν εὐόλισθον τοῖς πάθεσι, πονηρῶν γὰρ δέδοικε τῶν δαιμόνων πληθὺς πρόσωπον προσατενίζειν θείας σοῦ μορφῆς φωτὶ ἐλλαμπούσης θείας χάριτος.
ᾩδὴ δ΄. Σύ μου ἰσχύς.
Ἀπὸ παθῶν ὀξυχολίας οἰήσεως, πονηρίας, δεινῆς ὑποκρίσεως, ὁ ἀμελῆς γέμω μιαρῶν, Πάτερ θεοφόρε, Χριστοῦ ὁ μύστης δεήθητι, ταπείνωσιν ἑλέσθαι, ἀκακίαν Δεσπότου καὶ πραότητα τούτου Θεόφιλε.
Κατακλυσμὸς τοὺς ἐπὶ Νῶε ἠφάνισε, ὡς ἀσελγεῖς, τοῦ πυρός δὲ Σόδομα, ἐπιφορὰ ἄνωθεν δεινῶς, ὀργῆς τοῦ Δεσπότου, εἰς τέλος πάντῃ ἀπώλεσε, ἐγὼ δὲ τῆς δυσώδους, λαγνείας τὴν δουλείαν, οὐκ ἐκφεύγω σὺ οὖν Πάτερ ῥῦσαί με.
ᾈσματικῶς ἐκκενωθὲν μῦρον ὄνομα, Πάτερ δέχου, σὺ γὰρ καθαρότητος, οἶκος φανεὶς μύρου δὲ ῥοὴ, σὺν τῇ εὐωδίᾳ ἀποδεικνύει σὲ ἄσπιλον, διὸ τραυματισθεῖσαν ἐκ βελῶν ἀσελγείας, τὴν ψυχὴν μου πρεσβεῖαις σοῦ ἴασαι.
Θεοτοκίον.
Ῥῶσιν ψυχῆς, ῥῶσιν μοι σώματος δώθησαι, ἵνα πράττω, καὶ ποιῶ τὸ θέλημα, τοῦ σοῦ Υἱοῦ φόβῳ καὶ χαρά, καὶ γὰρ ἐξισχύεις, ὡς μήτηρ οὖσα τοῦ Κτίστου σοῦ καὶ πράττεις ὅσα θέλεις, τοῖς ἐν πίστει καὶ πόθῳ, τῷ ναῷ σοῦ Παρθένε προστρέχουσι.
ᾩδὴ ε΄. Ἵνα τί με ἀπῶσω.
Κατακρίσεως φθόνου, λύπης ἀκηδίας Θεόφιλε λύτρωσαι, τὴν
ἐναργεστάτην καὶ ἀθλίαν ψυχήν μου ὡς ἄτρωτος, ἐκ βελῶν τοιούτων, δαιμονικῶν ἐπερχομένων, θεοδέκτοις δεήσεσι ὅσιε.
Ἀναισθήτως διάγων, πλήθους ἐκ πταισμάτων βυθῷ ἀπογνώσεως, ἐποντίσθην πάτερ καὶ ἐν σκότει καθεύδω ὁ δείλαιος, σὺ οὖν τῇ ἐλπίδι τῆς μετανοίας ἔγειρόν με, δυσωπῶν ἐκτενῶς τὸν Φιλάνρωπον.
Κατανύξεως πόθον, δός μοι σαῖς πρεσβεῖαις παμμάκαρ Θεόφιλε, δάκρυα καὶ πένθος, τὰ καθαίροντα ῥύπον καρδίας μου, καὶ ἀδιαλείπτως εὐχὰς προσάγειν τῷ Δεσπότῃ, προσευχῆς γὰρ ὑπάρχεις διδάσκαλος.
Θεοτοκίον.
Ἰσχὺς Θεοτόκε, καύχημα καὶ στήριγμα πιστῶν Πανάμωμε, ἡ Θεογεννήτωρ, καὶ τῆς κτίσεως πάσης Βασίλισσα, τοὺς ὑμνολογοῦντας τὸν σὸν Υἱὸν λύτρωσαι βλάβης, καὶ κακίας δεινοῦ πολεμήτορος.
ᾩδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἀπύθμενος ἡ κακία ὑπάρχει, τοῦ βελίαρ χριστομίμητε πάτερ, ἀποκτενεῖν ἅπαν γένος πειρᾶται, ὡς βροτοκτόνος εἰς κόσμου τὰ πέρατα, διὸ κατάργησον αὐτοῦ, μηχανὰς καὶ παγίδας πρεσβεῖαις σου.
Νικήσασαν Ἐκκλησίαν οὐ φέρει, διὰ μέσου τῶν αἰώνων ὁ ὄφις, αἰρετικῶν τοὺς φληνάφους ἐγείρει, καὶ διωκτῶν ἀπανθρώπων τὸ σύστημα, διὸ ἐμπύροις σου εὐχαῖς, Χριστοῦ ποίμνην ἐκ τούτων περίσωζε.
Μονάζοντας, ἱερεῖς καὶ παρθένους, καὶ πιστῶν ἅπαν τὸ πλήρωμα ῥύου, τῶν προσφευγόντων ταῖς σαῖς ἱκεσίαις, ἐκ τῶν σκανδάλων σατὰν τοῦ ἀλάστορος, ὀσμὴ ζωῆς γὰρ τοῦ Χριστοῦ, Μυροβλύτα ὑπάρχεις Θεόφιλε.
Θεοτοκίον.
Ἰδού σοι, ἀγαλλομένη καρδία, ἐκβοῶμεν Θεοτόκε το χαῖρε· χαῖρε πιστῶν ἀπερίτρεπτον τεῖχος· χαῖρε λαβὶς ἡ τὸν ἄνθρακα φέρουσα, τὸν καταφλέγοντα ἀεὶ, ἁμαρτίας τὴν ὕλην τὴν εὔπρηστον.
Διάσωσον, ἀπὸ παγίδων δαιμόνων τῶν ἀκαθάρτων, ὅτι πάντες ὡς ἀρωγὸν εἰς σὲ καταφεύγομεν, Θεόφιλε πέλεις γὰρ οἶκος θεῖος.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν, τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἀντιλήπτωρ τῶν Χριστιανῶν πέλεις ὅσιε, παρακλήτωρ δὲ ἁμαρτωλῶν συμπαθέστατε, τεθλιμμένην τρίβον βαδίζειν πρέσβευε ἡμᾶς, ὦ Θεόφιλε, καὶ καθαρὸν βίον προσφέρειν τῷ Θεῷ μετανοίας καὶ μύρισον, μύρῳ εὐώδῃ πάντας προχέων ὡς μυροβλύτης, κρουνοὺς εὐώδεις δαψιλῶς, πονηρῶν ἀσάρκων ῥύοντας.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Στίχος. Μακάριος ἀνῆρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. στ΄ 17-22)
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ· ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο, καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς Μαθητὰς αὐτοῦ, ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσι, καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Λύου μοι Θεόφιλε, χρεῶν ἀλυτων τὰ πλήθη, παῤῥησία χρώμενος, πρὸς τὸν χρέη λύσαντα τὰ παγκόσμια, καὶ δεσμοῖς τύραννον, ἀοράτοις δῆσον, τὸν δεσμήσαντα τὴν τάλαιναν, πλήθει πταισμάτων μου, ψυχὴν τὴν ἀθλίαν καὶ στένουσαν, κουφίζων συμπαθέστατε, βάρους καὶ πνιγμοῦ τὴν καρδίαν μου, ἵνα κατὰ χρέος δοξάζω τὸν φιλάνθρωπον Θεὸν, τὸν διὰ σοῦ ἐκλυτρούμενον, ἅπαντα προσπίπτοντα.
Εἶτα, Σῶσον ὁ Θεὸς τὸν λαόν σου:
Κύριε, ἐλέησον (ιβ΄)
Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς ᾩδὰς τοῦ κανόνος.
ᾩδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Συμπαθὴς ὧν θεόφρον, Παντοκράτορος θείαν Μονὴν ἀποίμαντον, τὴν χεῖρά σου πλουτοῦσαν, συντήρησον εὐχαῖς σου, εὐλογῶν ταύτην Ὅσιε, ὡς μαθητὴς τοῦ Χριστοῦ, τοῦ κτίσιν εὐλογοῦντος.
Ἐν τῷ σκότει τῆς πλάνης, ἐγεννήθης Κυρίου σοφὲ θελήσαντος, φωστῆρα ἐν δουλείᾳ, φανῆναι καὶ δεικνύντα, τρίβον ὄντως σωτήριον, ἥν καὶ ἐσχάτοις ἡμᾶς, βαδίζειν δὸς εὐχαῖς σου.
Ἷσμεν πάμπολλα ἔθνη, τὰ κυκλοῦντα ὡς ὄφεις Χριστοῦ τὸ ποίμνιον, ὀρθὴν μιᾶναι πίστιν, καὶ σκότος ἐπιφέρειν εἰς ἀπάντων ἀπώλειαν, σὺ οὖν δυσώπει, Θεὸν ὑπὲρ πειραζομένων.
Νοσημάτων παντοίων, καὶ παθῶν ἀκαθάρτων καὶ πάσης θλίψεως, ἀτρώτους διατήρει, παρθένε Θεοτόκε τοὺς ἐν πίστει κραυγάζοντας, ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾩδὴ η΄. Ἑπταπλασίως κάμινον.
Δῦο μονὰς κατώκισας ἐν τῷ ὀρει τοῦ Ἄθωνος, τοῦ Βατοπαιδίου καὶ Ἰβήρων Ὄσιε, εὐχαῖς σου οὖν φύλαττε, ὡς προμαχῶνας Ὄρους στεῤῥοὺς, ἐκ φθοραποιῶν ἐνεδρευόντων δαιμόνων, σὺν ταύταις τὴν Καψάλαν καὶ καλύβην τὴν θείαν ἁγίου Βασιλείου μεθ᾽ οὗ ἡμᾶς φοουρεῖτε.
Ἴδε σοφὲ Θεόφιλε, τὴν πληθώρα τῶν τέκνων σου ἐν παντὶ τῷ ὄρει, δυσωποῦσαν σε τεύξασθαι, πυρφόρων τοῦ δράκοντος, τοξευομένων τούτου μελῶν ῥύεσθαι εὐχαῖς ταῖς ἀεννάοις καὶ χάραν συντρίψαι αὐτοῦ τάχει, δαιμονίων δὲ ὄχλον εἰς ᾄδου βάθη πέμψαι, αἰσχύνης πεπλησμένους.
Δακρυροοῦντας ἅπαντας τοὺς ἱκέτας σου οἴκτειρον, καὶ παράσχου τούτοις, ἀρωγὴν Θεόφιλε, ἐσχάτοις γὰρ ἔτεσιν, ἀποπλανᾶ δεινῶς ὁ σατάν, ὡς καὶ ἐκλεκτοὺς ἐξαπατῶν πανουργίαις, σὲ οὖν δεδοίκει φρίσσων, προσευχὴν καὶ ἀγνείαν δι᾿ ὧν ὥσπερ ρομφαίαν, πυρίνην σφάττεις τοῦτον.
Θεοτοκίον.
Ὁ κατοικήσας Κύριος τὴν ἀμόλυντον μήτραν σου, ἄλλον οὐρανὸν ἐπὶ γῆς ἀνέδειξε, Μαρία πανύμνητε, ὅθεν πιστῶς κραυγάζω σοι· πάντων τῶν τῆς γῆς με, πειρασμῶν καὶ κινδύνων διάσωσον καὶ πάσης προσβολῆς τῶν δαιμόνων, καὶ νόσων καὶ πταισμάτων, Ἁγία Θεοτόκε.
ᾩδὴ θ΄. Ἔξέστη ἐπὶ τούτῳ.
Ὑψώθης ὦ Θεόφιλε ἀπὸ γῆς ἀρετῶν ἐξ ἐνθέων πανέντιμε, εἰς οὐρανοὺς, δίκην γὰρ λειμῶνος παντοδαπῶν, γέμοντος Θείου Πνεύματος, πέφυκεν ἀνθέων ἡ σὴ ψυχὴ ἐκ κρίνων τῶν εὐόσμων, ῥωδώνων τε καὶ ἴων, δι’ ὧν μυρίζεις τοὺς ἰκέτας σου.
Μανθάνων τὰ ἀπόῤῥητα ἐκ Θεοῦ, σοφισθεὶς κατοικία ὡς γέγονας τῶν ἀρετῶν, σόφισον οὖν πᾶσαν τὴν γενεὰν Χριστιανῶν Θεόφιλε, τὴν ὑπὸ ἐρέβους ψηλαφητοῦ τελοῦσαν καὶ ἀπάτης τοῦ κόσμου ἵνα γνῶμεν, Χριστὸν Θεοῦ σοφίαν ἄπειρον.
Ὀδύνας τὰς προσκαίρους ὑπενεγκεῖν, δὸς εὐχαῖς σου Θεόφιλε πάντιμε, σοῖς ὑμνηταῖς, ἵνα αἰωνίων τιμωριῶν λύτρωσιν οὕτω εὕρωσιν καὶ ἀπὸ Κυρίου χειρῶν λαβεῖν, τὸν στέφανον τῆς δόξης καὶ θείαν κατοικίαν, εἰς Βασιλείαν τὴν οὐράνιον.
Θεοτοκίον.
Ἰδοὺ καιρὸς ἐξόδου ἐγγὺς ἐστὶν, Μαριὰμ πολυώνυμε Δέσποινα σπεῦσον κἀμοὶ πάντοθεν συσφίγγομαι χαλεπῶς ἐκ πλήθους παραπτώσεων, ἅπτομαι ποδῶν σου οὖν τῶν σεπτῶν θρηνῶν κραυγάζων σῶσον, κολάσεων παντοίων τῇ μεσιτεία σου πρὸς Κύριον.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τίσιν ἐγκωμίοις οἱ εὐτελεῖς, στέψωμεν ὡς δοῦλοι τὴν ὁσίαν σου βιωτὴν, ἥλιε ἀγνείας, φωστὴρ ἀδιαλείπτου, εὐχῆς καὶ θεωρίας φῶς ὑπερκόσμιον.
Χαίροις μυροβλύτα πάτερ σοφέ, Θεόφιλε μάκαρ τῶν ὁσίων ἡ καλλονή, μοναστῶν τὸ κλέος, Ἄθω ἡ εὐωδία, ἡμῶν δὲ τῶν σῶν δούλων πρέσβυς θερμότατος.
Φίλος ὧν Κυρίου ὡς τηρητής, ἐντολῶν δυσώπει, τοὺς μακρύνοντας ἀπ’ Αὐτοῦ, διὰ τῆς μετανοίας καὶ πένθους ἐπιστρέφειν, εὐχαῖς σου πρὸ τοῦ τέλους πάτερ Θεόφιλε.
Πάτερ εὐωδίας πνευματικῆς, ἔμπλεως ὑπάρχων βλέψον ἄνωθεν ἐφ᾽ ἡμᾶς, τοὺς ἐν δυσωδίᾳ κακίας βεβλημένους, καὶ ἔλκυσον ἐκ ταύτης ταχὺ Θεόφιλε.
Πάντας τοὺς προστρέχοντάς σοι πιστῶς, μύρων εὐωδίαις κατευφραίνεις ὡς συμπαθὴς, καὶ τὴν σκοτομήνην παθῶν ἀποδιώκεις, δαιμόνων ἀκαθάρτων μάστιξ Θεόφιλε.
Ἔρημος εὐφραίνεται ἐπὶ σοὶ, τῆς Καψάλας Πάτερ, αὐχωμένῃ ἐν τῷ σηκῷ, τοῦ ἀχράντου σκήνους, καὶ μύρου οὐρανίου, ἐκβλύζοντος εἰς δόξαν τοῦ Παντοκράτορος.
Νήψεως ἐργάτης καὶ προσευχῆς, τῆς ἀδιαλείπτου ὦ Θεόφιλε γεγονὼς, διόπερ ἁγνείας ὡς θεῖος μαργαρίτης, ἐξέλαμψας τρισμάκαρ σὲ οὖν γεραίρωμεν.
Μύρον εὐωδέστατον δαψιλῶς, ἔβλυσας εἰς δεῖγμα τῆς ἐνθέου σου βιοτῆς, οὗπερ εὐωδίᾳ κακίας δυσωδίαν, ἀπόσμηξον ἐκ πάντων τῶν αἰτουμένων σε.
Τῆς Μακεδονίας θεῖος βλαστός, Ὄρους δὲ Ἁγίου ὁ ἐράσμιος οἰκιστής, ἐρήμου Καψάλας ὡς τέκνον περιφρούρει, τοὺς τόπους τούτους μάκαρ οἷς ζῶν κατῴκισας.
Θεόφιλε μάκαρ λάβε ὁμοῦ, Γεράσιμον θεῖον τῆς Καψάλας ὡς οἰκισταί, καὶ κατὰ δαιμόνων ταῖς σαῖς πρεσβείαις τεῖχος, ὑψώσατε βοῶμεν πάντοθεν ἄσειστον.
Δεῦρο ᾧ Βασίλειε ἱερέ, ἔνοικον γὰρ ἔσχες ἐν κελλίῳ σοῦ τῷ σεπτῷ, θεῖον μυροβλύτην Θεόφιλον σὺν τούτῳ, πρεσβεύσατε Κυρίῳ σώζεσθαι ἅπαντας.
Νήφων ταπεινώσεως ὁδηγέ, δίδαγμα ὑπάρχων εκουσίου ὑψοποιοῦ, εὐτελείας λάβε ὁμοῦ εἰς ἱκεσίαν, Θεόφιλον σὸν φίλον ἁγνείας ἔσοπτρον.
Χαίροις ὦ Νικόδημε ἱερέ, κλέος διδασκάλων Θεοφίλου ὁ ὑμνητής, τῆς Καψάλας γόνοι ὑπάρχοντες καὶ Ἄθω, λαμπροὶ φωστῇρες δύο πάντας φωτίσατε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς Ἐρήμου πολίτης.
Τῆς Ζίχνης θεῖος γόνος καὶ Θεοῦ φίλος γνήσιος, φερωνύμως ἐδείχθης θεοφόρε Θεόφιλε, ἀσκήσας ἐν τῷ Ἄθωνι στεῤῥῶς, καὶ μύρον ἀναβλύσας θαυμαστῶς· διὰ τοῦτο σοῦ τὴν μνήμην τὴν ἱεράν τιμῶμεν ἀνακράζοντες· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ ἁγιάσαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ ἡμῖν πάτερ τὰ κρείττονα.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων πρεσβευτὴς γενοῦ ἡμῶν, μάκαρ μυροβλύτα καὶ φίλε, Δεσπότου γνήσιε, Ὄρος τοῦτο φύλαττε ταῖς ἱκεσίαις σου, Ἐκκλησίας τὸ πλήρωμα, ἀχείρωτον δεῖξον, ἐκ τῶν ὁρωμένων τε καὶ ἀοράτων ἐχθρῶν, πᾶσαν δὲ ψυχὴν πυρουμένην, ἀπὸ κακουργίας δαιμόνων, ῥῦσαι θερμοτάταις σου δεήσεσι.
Δῇμον Ὀρθοδόξων καθορῶν, πάντοθεν ἐχθρῶν ἐκ παντοίων, περικυκλούμενον, Κύριον ἱκέτευε θερμῶς Θεόφιλε, τῇ δυνάμει τοῦ πνεύματος, τειχίζεσθαι πάντας καὶ ἐχθρῶν τὸ φρύαγμα πεσεῖν λυθῆναι δὲ, τούτων μηχαναὶ ὡς ἀράχνης, μίτοι καὶ νεότητα φρούρει, ἄπλαστον ὡς οὖσαν ἐκ τοῦ ὄφεως.
Πλήθει νοσημάτων χαλεπῶν, οἷς περιπεπτώκαμεν πάντες, δι’ ἁμαρτίας ἡμῶν, ἴασαι Θεόφιλε ὡς παριστάμενος, παῤῥησίᾳ τῷ Κτίστῃ σου, αἰτούμενος πάντων, μετάνοιαν ἄφεσιν, ὑπομονὴν ἐν δεινοῖς, ἵνα καθαρθέντες ἐνθάδε, διὰ τῆς παιδείας Κυρίου, πόλιν πρωτοτόκων κατοικήσωμεν.
Πάντας ἡμᾶς οἴκτειρον ἁγνή, Μῆτερ τοῦ Θεοῦ καὶ Παρθένε, προσπεφευγότας ἐν σοὶ, καὶ σοῦ τὴν ἀντίληψιν, ἐπιζητοῦντας θερμῶς, σὸν ἱκέτην προβάλλοντας Θεόφιλον θεῖον, πρέσβυν νῦν πανάριστον οὗ ταῖς εὐχαῖς τῶν δεινῶν, ῥῦσαι καὶ φθορᾶς καὶ κυνδύνων, καὶ ἐπιτυχεῖν Βασιλείας, σοῦ Υἱοῦ ἀξίωσον δεόμεθα.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Ἱερά Καλύβη Ἁγίου Βασιλείου – Ὁσίου Θεοφίλου τοῦ Μυροβλύτου
Καψάλα 63086 Καρυές. Τ.θ. 55 Ἅγιον Ὄρος. Τηλ. 2377770917