Παρακλητικός Κανών εις τον Όσιο Τίτο τον Θαυματουργό

Ποίημα Αρχιμ. Νικοδήμου Αεράκη

†Εορτάζεται στις 2 Απριλίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ κάτωθι τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὴν Τίτου θείαν βιοτὴν εὐφημοῦντες, τὸν ἀναδείξαντα αὐτὸν Θεὸν Λόγον, δοξολογοῦμεν ᾄσμασι βοῶντες πιστῶς· φύλαξον ἐν τῇ δυνάμει σου, ἐξ ἐχθρῶν τὰς ψυχὰς ἡμῶν, νίκας χορηγῶν ἡμῖν, κατὰ τοῦ ἀντιδίκου, καὶ μοναχῶν ἀξίωσον πληθύν, τοῦ ἀπολαῦσαι, ζωῆς τῆς ἀτέρμονος.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.

Τῇ Θεοτόκῳ ταπεινῶς ἐκβοῶμεν, οἱ ἀπειλούμενοι ἐχθροῦ ταῖς ἐνέδραις, τῇ μητρικῇ Σου σκέπασον ἀγάπῃ ἡμᾶς· δίωξον Θεοχαρίτωτε, ἀντιδίκου τὰς φάλαγγας, παῦσον τὰς ὁρμὰς παθῶν, καὶ δαιμόνων μανίαν· Σὺ γὰρ ὑπάρχεις Δέσποινα Ἁγνή, Μήτηρ καὶ σκέπη, καὶ θεία ἀντίληψις.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὀ Κανών, οὗ ἡ ἀκροστιχίς·
Τίτον Ὁσίων κλέος ᾠδαῖς εὐφημῶ. Νικοδήμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Τὸν Τίτον τιμήσωμεν οἱ πιστοί, ἐρήμου τὸ ἄνθος, κοινοβίου τὸν μοναστήν, ἀσκήσεως μέγαν ποδηγέτην, καὶ τῶν θαυμάτων πηγὴν τὴν ἀκένωτον.

Ἰσχύϊ τοῦ Πνεύματος ἀρετήν, ἐκτήσατο Τίτος, καὶ ἐδέξατο ἐκ Θεοῦ, τὴν χάριν θαυμάτων καὶ τὴν δόξαν, τοῦ οὐρανοῦ καὶ ζωὴν τὴν αἰώνιον.

Τρεφόμενος λόγοις καὶ προσευχαῖς, ὁ Τίτος ἀνῆλθεν, εἰς τὸ ὕψος τῶν ἀρετῶν, καὶ γέγονε μύστης τῶν ἀῤῥήτων, καὶ μοναστῶν θεοφόρος διδάσκαλος.

Θεοτοκίον.
Ὁρῶντες ἐν πίστει τοῦ Σοῦ Υἱοῦ, τὴν φιλανθρωπίαν, καὶ τὴν κένωσιν ἐν Σταυρῷ, ὑπὲρ τῶν τιμώντων Σε Παρθένε, Τοῦτον ἱκέτευε Κόρη Πανύμνητε.

ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος.
Νικηφόρε, ὦ Τίτε, ἀντιβολῶ Ὅσιε, ὅπως μεσιτεύῃς τῷ Λόγῳ, ὑπὲρ ἀφέσεως, πλημμελημάτων ἡμῶν, τῶν ἀνυμνούντων ἐμφρόνως, τὴν σεπτήν σου ἄσκησιν, καὶ τὴν τελείωσιν.

Οὐρανίαν ποθήσας, ἐν γῇ ζωὴν Ὅσιε, εἴληφας θαυμάτων τὴν χάριν, καὶ στέφος ἄφθαρτον, ὑποδεικνύων ἡμῖν, τῆς τελειότητος βίον, καὶ ζωὴν τὴν μένουσαν, Τίτε θεόληπτε.

Στεφηφόρος εἰσῆλθες, εἰς οὐρανοὺς ἔνδοξε, Τίτε ἀσκητῶν ὑποφήτα, πρὸς βίον ἔνθεον, καθικετεύων Θεόν, τοῦ οἰκτιρῆσαι καὶ σῶσαι, ἐκ βελῶν ἀλάστορος, τοῦς ἐυφημοῦντάς σε.

Ἱκετῶν σου ὑπάρχεις, τὸ ἀκραιφνὲς πρότυπον, καὶ τῶν ἐραστῶν ἡσυχίας, τὸ ἀκροθίνιον, καὶ ἀθλουμένων πιστῶν, τῶν ἀρετῶν ἡ ἀκρότης, καὶ τῶν ἐν ἀσκήσεσι, Τίτε ὑπόδειγμα.

Θεοτοκίον.
Ὡραΐζεις Παρθένε, Χριστιανοὺς ἅπαντας, ταῖς Σαῖς ἀρεταῖς καὶ Ἀγγέλων τὰ θεῖα τάγματα· διὸ ἐν ὕμνοις λαμπρῶς, ἀνευφημοῦμεν ἐμφρόνως, βιοτήν σου ἄχραντον, Θεοχαρίτωτε.

Ἱκέτευε, ὑπὲρ ἡμῶν τὸν Θεάνθρωπον Χριστὸν Τίτε, ὅτι πάντες ἐκ πειρασμῶν κυκλούμεθα Ὅσιε, ὡς ἔχων πρὸς Κύριον παῤῥησίαν.

Στερέωσον, τοὺς ὀρθοδόξως τιμῶντάς σε Θεοτόκε, ἐν τῇ πίστει τοῦ Σοῦ Υἱοῦ καὶ βίου παλαίσμασιν, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Τὰ ἄνω ποθῶν, τῶν κάτω κατεφρόνησας, καὶ ζήλῳ ζωῆς, ἀσκήσεως πυρούμενος, θαυμαστῶς καθήγνισας ἔνδοξε, τὴν ζωήν σου ἅπασαν· διὸ καθορῶν τὸν Θεόν, ἱκέτευε Τίτε ὑπὲρ πάντων ἡμῶν.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νῦν τιμήσωμεν ᾄσμασι, τὴν τοῦ ἡγουμένου λαμπρὰν πανήγυριν, καὶ ἐν λόγοις καταστέψωμεν, τὴν τοῦ βίου Τίτου τελειότητα.

Καθαρότητος γέγονας, ὑποφήτης Τίτε καὶ ἁγιότητος, τῆς ἀσκήσεώς τε πρότυπον, καὶ τῶν ἀρετῶν τὸ καταγώγιον.

Λυτρωθῆναι ἐπόθησας, καὶ τῆς Βασιλείας Χριστοῦ ἀπόλαυσιν· διὸ ἕσπευσας ὡς ἔλαφος, εἰς πηγὴν ὦ Τίτε ζωῆς ὕδατος.

Θεοτοκίον.
Ἐνεργείᾳ τοῦ Πνεύματος, τοῦ Πατρὸς τὸν Λόγον ἐκυοφόρησας· διὸ πάντες ἀνυμνοῦμέν σε, ὡς Μητέρα τοῦ Θεοῦ Πανάχραντε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὄντως μανικῶς, ἐμιμήσω τὸν σὸν Ἄγγελον, καὶ τῶν Ὁσίων Τίτε τὴν βιοτήν· διὸ εἰσῆλθες ἐνδόξως εἰς τὰ οὐράνια.

Σὲ θαυματουργέ, καταλάμψαν φῶς τὸ ἄῤῥητον, τῆς ἀρετῆς κατέστησέ σε ναόν· διὸ προστρέχοντές σοι πόθῳ Τίτε τιμῶμέν σε.

Ὤ Τίτε κλεινέ, ἐπεπόθησας τὸν Κύριον, καὶ τὴν ζωὴν τὴν κρείττονα οὐρανοῦ, διὸ τοῦ κόσμου κατέλιπες τὰ ἐπίκηρα.

Θεοτοκίον.
Δώρησαι Ἁγνή, ταῖς ψυχαῖς ἡμῶν μετάνοιαν, Παρθενομῆτορ Ἄχραντε Μαριάμ, καὶ τὴν εἰρήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἄσκησις, θείου Τίτου εἵλκυσε, τὴν τοῦ Πνεύματος ἐνέργειαν θείαν, καὶ δι’ αὐτοῦ, ἀγγελικῇ πολιτείᾳ, κατηκολούθησαν φύσιν βιάζοντες, τοῦ οὐρανοῦ οἱ ἐκλεκτοί, τὰ τοῦ κόσμου τερπνὰ ἀρνησάμενοι.

Ἱκάνωσε, Παρακλήτου δύναμις, σὲ ποιμαίνειν μοναχοὺς θεῖε Τίτε, καὶ ἀσκητὰς κατευθύνειν ἐνθέως, πρὸς τελειότητα βίου ἐν χάριτι, προβάλλοντα αὐτοῖς σαφῶς, τὰ τῆς νήψεως θεῖας χαρίσματα.

Σεβάσμιος, ἀνεδείχθης Ὅσιε, ὡς Χριστῷ συμβασιλεύων ἐν δόξῃ, καὶ ἐν σκηναῖς τῶν Ἁγίων καὶ κόλποις, τοῦ Ἀβραὰμ εὐφραινόμενος ἔνδοξε, ἱκέτευε ἀντιβολῶ, τοῦ σωθῆναι πιστοὺς τοὺς τιμῶντάς σε.

Θεοτοκίον.
Τὸν Τόκον σου, ἱκετεύοις Δέσποινα, ὑπὲρ πάντων τῶν πιστῶς σε τιμώντων, ἵνα ἐχθρῶν, παγκακίστων ῥυσθῶμεν, καὶ πρὸς ζωὴν τὴν ἁγίαν προσδράμωμεν, μιμούμενοι τὰς ἀρετάς, καὶ ζωὴν θείου Τίτου θεόφρονος.

Ἱκέτευε, ὑπὲρ ἡμῶν τὸν Θεάνθρωπον Χριστὸν Τίτε, ὅτι πάντες ἐκ πειρασμῶν κυκλούμεθα Ὅσιε, ὡς ἔχων πρὸς Κύριον παῤῥησίαν.

Στερέωσον, τοὺς ὀρθοδόξως τιμῶντάς Σε Θεοτόκε, ἐν τῇ πίστει τοῦ Σοῦ Υἱοῦ καὶ βίου παλαίσμασιν, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Μοναζόντων θεόληπτε γέγονας στήριγμα, ταπεινῶν τε καὶ νηπτικῶν τε Τίτε πρότυπον, τῇ ἀσκήσει καὶ προσευχῇ νηστείᾳ τε πολλῇ· διὸ ἔλαβες, παρὰ Θεοῦ σαββατισμὸν ἐν οὐρανοῖς, καὶ χαρὰν ἀνεκλάλητον. Σπεῦσον εἰς ἱκεσίαν, ὑπὲρ τῶν σὲ ἀνυμνούντων, πρὸς τὸν θεάνθρωπον Χριστόν, ἐλεῆσαι καὶ τηρῆσαι ἁγνούς.

Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὀ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;

Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. στ΄ 17-21).

Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος πολὺς μαθητῶν αὐτοῦ καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτός, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ, ἔλεγεν· μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ· μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε· μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε· μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Δόξα.
Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Τίτον τὸν θεόφρονα, ἐγκωμιάσωμεν ὕμνοις, μοναχῶν διδάσκαλον, καὶ σεπτὸν κειμήλιον τῆς ἀσκήσεως· προσευχῆς πρότυπον, ἐγκρατείας τύπον, ἀσκουμένων τὸ ὑπόδειγμα, πιστῶν τὸ κλέϊσμα, καὶ τῶν ἐν ἀνάγκαις τὸ στήριγμα· ἀσκήσεως τὸ ἔρεισμα, καὶ τῆς ἀρετῆς ἄνθος εὔοσμον. Πάντων τῶν ἐν νόσοις, πηγὴν τῶν ἰαμάτων θαυμαστήν, τῆς Ἐκκλησίας ἀγλάϊσμα, καὶ ἐρήμου καύχημα.

Σῶσον ὀ Θεός τὸν λαό σου…

ᾨδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἱκέτευε τὸν Λόγον, ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ ἐνισχῦσαι πιστούς, ἵνα ἔργοις καὶ λόγοις, κηρύττωσι τὸν Κτίστην, καὶ βοᾶν μετὰ πίστεως· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς ἐυλογητὸς εἶ.

Μὴ παύσῃ ἱκετεύων, τὸν θεάνθρωπον Λόγον, τοῦ ἐλεῆσαι ἡμᾶς, καὶ σῶσαι ἐκ κινδύνων, ὦ Τίτε τοὺς τιμῶντας, καὶ βοῶντας πρὸς Κύριον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς ἐυλογητὸς εἶ.

Ὤ Τίτε ἐκ τοῦ Λόγου, κατεστέφθης ἀξίως, ἐν Βασιλείᾳ Αὐτοῦ, ἡγούμενε τρισμάκαρ, συγχαίρων τοῖς Ὁσίοις, μεθ’ ὧν ψάλλεις πρὸς Κύριον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς ἐυλογητὸς εἶ.

Θεοτοκίον.
Νεάνιδες παρθένοι, τὴν Παρθένον Μαρίαν, παρθενικῇ βιοτῇ, τιμῶσι θεαρέστως, ὡς καὶ τὸν ταύτης Τόκον, ᾧ ἀπαύστως συνᾴδουσιν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς ἐυλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἱερωτάτως, τερπνὰ τοῦ κόσμου ἠρνήθη, τῶν Ἀγγέλων ἑλόμενος βίον, τὸν Χριστὸν ὁ Τίτος, δοξάζων εἰς αἰῶνας.

Κατηξιώθης, μοναχικῶν δωρημάτων, μιμηθεῖς τῶν Ὁσίων τοὺς δήμους, οἵτινες ὑμνοῦσιν, ὦ Τίτε τὴν Τριάδα.

Ὁ θεοφόρος, ἐν μοναχοῖς θεῖος Τίτος, ἐμιμήθη Ἀγγέλων τὸν βίον, οἵτινες ὑμνοῦσι, Χριστὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.
Δοξολογοῦμεν, οἱ γηγενεῖς τὴν Παρθένον, Θεοτόκον σαρκώσασαν Λόγον, Οὗ τὴν θείαν δόξαν, ὑμνοῦμεν εἰς αἰῶνας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἡ χάρις τοῦ Κυρίου, ἡ ἐν σοὶ οἰκοῦσα, ἀναδεικνύει σε κρήνην θαυμάτων πολλῶν, καὶ σὲ χαρίσμασιν θείοις, Πάτερ, ἐκόσμησεν.

Μακάριος σὺ ὄντως, ὡς Πατὴρ ἀγάπης, καὶ ἀδελφῶν μοναζόντων ἡγήτωρ σεπτός· διὸ κλεινὲ ἐκοσμήθης θεόθεν στέφεσιν.

Ὁμότροπος Ὀσίων, σὺ πέλεις ὦ Τίτε, καὶ ἀσκητῶν συνοδίτης Χριστοῦ μιμητής, τῶν μοναζόντων κοσμήτωρ καὶ ἐγκαλλώπισμα.

Θεοτοκίον.
Ὑμνοῦμέν Σε Παρθένε, καὶ ὁμολογοῦμεν, Χριστὸν ἐκ Σοῦ γεννηθέντα, Υἱὸν ὄντως Θεοῦ, καὶ σὺν Ἁγίων χορείαις Σὲ μεγαλύνομεν.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τῆς ἐρήμου θείος βλαστός, καύχημα Ὁσίων, μοναζόντων ὑφηγητής· χαίροις κοινοβίου, ὀ κόσμος καὶ κοσμήτωρ, καὶ μοναστῶν ὁ μύστης, Τίτε πανεύφημε.

Χαίροις τῆς ἀσκήσεως ὁ κανών, τῶν ἐνασκουμένων, ἀντιλήπτωρ καὶ ἀρωγός· χαίροις ἀσθενούντων, πηγὴ θείων θαυμάτων, ὦ Τίτε θεοφόρε, Ἀγγέλων σύσκηνε.

Τίτον εὐφημήσωμεν εὐλαβῶς, ᾠδαῖς τε καὶ λόγοις, τὸν ἀσκήσει καὶ ἀρετῇ, ἐν τῷ κοινοβίῳ, Ποιμένα ἀσκουμένων, ἀξίως ὁρισθέντα ὑπὸ τοῦ Πνεύματος.

Δεῦτε Τίτον πάντες θαυματουργόν, τιμήσωμεν ὕμνοις, τὸν κοσμήτορα ἀδελφῶν, τὸν ἐνοικισθέντα, ἐν δώμοις οὐρανίοις, ἀσκήσει τε καὶ βίᾳ καὶ ἀγωνίσμασι.

Τὸν τῆς ταπεινώσεως ὁδηγόν, καὶ τῆς ἰσαγγέλου, βιοτῆς τὸν ὑφηγητήν, τὸν τῆς ἐγκρατείας, διδάσκαλον ἐν ἔργοις, Τίτον τὸν θεοφόρον ἐγκωμιάσωμεν.

Κρήνη τῶν θαυμάτων ἀναδειχθείς, πανεύφημε Τίτε, τοῖς προστρέχουσιν εὐλαβῶς, ἰάσεις παρέχεις, καὶ χάριν μεταδίδως, στηρίζων ἐν τῇ πίστει θεομακάριστε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Τίτον ᾄσμασι, σεπτῶς τιμῶμεν, τὸν τιμήσαντα, Ἀγγέλων βίον, ἐν ἀσκήσει, ἀρετῇ καὶ δεήσεσι. Τὸν Ἰησοῦν ἀγαπήσας θερμότατα, πάντα τερπνὰ καὶ φθαρτὰ καταλέλοιπεν· ὅθεν ἔλαβε θαυμάτων τὴν χάριν ἄνωθεν, καὶ δόξης στέφος ἐκ Χριστοῦ ἀείφωτον.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, κοινοβίου τὸν βλαστόν, καὶ τῆς ἡσυχίας τὸ ἄνθος, τὸν τῆς μονῆς φρυκτωρόν, ἄξιον ἡγούμενον, ᾠδαῖς τιμήσωμεν, ἀσκουμένων τὸ σέμνωμα, πιστῶν τὸν προστάτην, θαύμασι κηρύττοντα, Χριστοῦ τὴν δύναμιν, ὄντως, Ἐκκλησίας τὸν κόσμον, καὶ τῶν μοναχῶν ὑποφήτην, Τίτον τοῦ Χριστοῦ τὸ ἀφομοίωμα.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.