Παρακλητικός Κανών εις τον Όσιο Βασίλειο Αρχιεπίσκοπο Θεσσαλονίκης ο Ομολογητής

Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

†Εορτάζεται στις 1 Φεβρουαρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὸ τροπάριον.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς Ἱεράρχης τοῦ Χριστοῦ θεοφόρος, καὶ Βασιλείας οὐρανῶν κληρονόμος, ἀρχιερεῦ Βασίλειε μακάριε, πρέσβευε δεόμεθα, Βασιλεῖ τῶν αἰώνων, πάσης ἡμᾶς ῥύεσθαι, προσβολῆς καὶ ἀνάγκης, καὶ τῆς μελλούσης δόξης μετασχεῖν, Θεσσαλονίκης, ποιμὴν ἱερώτατε.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Βάσις ἡμῶν, Βασίλειε, πέλεις. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Βασίλειε Πάτερ μύστα Χριστοῦ, Θεσσαλονικέων, ποιμενάρχης ὁ ἱερός, πάσης ἡμᾶς λύτρωσαι ἀνάγκης, τοὺς προσιόντας θερμῶς τῇ πρεσβείᾳ σου.

Ἀμέτροις συνέχομαι πειρασμοῖς, καὶ πίστει βοῶ σοι, ἐκ καρδίας ὀδυνηρᾶς· ῥῦσαί με Βασίλειε τρισμάκαρ, τῆς συνοχῆς τῶν δεινῶν περιστάσεων.

Σωμάτων τοὺς πόνους τοὺς χαλεπούς, καὶ ψυχῆς τὴν νόσον, τῇ δοθείσῃ σοι δωρεᾷ, ἴασαι Βασίλειε θεόφρον, τῶν προσιόντων θερμῶς τῇ πρεσβείᾳ σου.

Θεοτοκίον.
Ἱλέωσαι Κόρη ὡς συμπαθής, ἡμῖν τοῖς καθ’ ὥραν, ἁμαρτάνουσιν ἀδεῶς, Χριστὸν τὸν φιλάνθρωπον Υἱόν σου, ἵνα πταισμάτων συγχώρησιν λάβομεν.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Σωτηρίαν ἐξαίτει παρὰ Χριστοῦ Ὅσιε, τὴν κατὰ ψυχήν τε καὶ σῶμα, καὶ παθῶν ἴασιν, ἡμῖν Βασίλειε, καὶ τῶν ἐν βίῳ κινδύνων, τὴν ταχεῖαν λύτρωσιν, ἐκδυσωποῦμέν σε.

Ἡ θερμή σου πρεσβεία δρόσος ἡμῖν γένοιτο, ἄνθρακας πικρῶν παθημάτων, ἀποσβεννύουσα, καὶ ἀναψύχουσα, ἡμῶν ψυχῆς τὰς δυνάμεις, τῶν μακαρίζοντων σε, πάτερ Βάσιλειε.

Μετὰ πίστεως Πάτερ τῇ σῇ σορῷ σπεύδομεν, ἵνα ψυχικῶν νοσημάτων, ἴασιν λάβομεν· ἡ γὰρ τοῦ Πνεύματος, χάρις ἐν ταύτῃ σκηνοῦσα, ἅπασι Βασίλειε, νέμει σωτήρια.

Θεοτοκίον.
Ὡς πυρίμορφος θρόνος καὶ χρυσαυγὲς σκήνωμα, τοῦ παμβασιλέως τῆς δόξης, καὶ Παντοκράτορος, Παρθένε ἄχραντε, τὸν νοῦν μου κάθαρον πάσης, ἐμπαθοῦς φαυλότητος, θείῳ ἐλέει σου.

Διάσωσον, πάσης ἀνάγκης Βασίλειε ἱεράρχα, τοὺς ἐν πίστει τῇ σῇ πρεσβείᾳ προστρέχοντας, ταῖς πρὸς Θεὸν εὐπροσδέκτοις σου ἱκεσίαις.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ποιμὴν ὡς ἀληθής, Θεσσαλονίκης πέφηνας, ὡς πλήρης φωτός, Βασίλειε μακάριε· διὸ ταῖς σαῖς δεήσεσι, τῶν παθῶν μου τὸν ζόφον διάλυσον, καὶ τὴν κατ’ ἄμφω ὑγείαν σοφέ, παράσχου τοῖς πόθῳ σε γεραίρουσι.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νοσημάτων ἀπάλλαξον, καὶ πολυειδῶν κινδύνων καὶ θλίψεων, τοὺς προστρέχοντας Βασίλειε, τῇ συμπαθεστάτῃ προστασίᾳ σου.

Βασιλεῖ πάσης κτίσεως, πρέσβευε Βασίλειε παμμακάριστε, Βασιλείας ἀξιῶσαί με, τῆς ἐπουρανίου ὡς φιλάνθρωπος.

Ἀσθενοῦσι τὴν ἴασιν, καὶ τοῖς θλιβομένοις τὴν ἀνακούφισιν, δίδου Ἅγιε Βασίλειε, ὡς ἡμῶν μεσίτης πρὸς τὸν Κύριον.

Θεοτοκίον.
Σαρκωθέντα ἐκύησας, ἐκ τῶν σῶν αἱμάτων τὸν πάντων Κύριον· διὰ τοῦτό σε δοξάζομεν, ὡς Θεοῦ Μητέρα ἀειπάρθενε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἵνα τὴν θερμήν, προστασίαν σου κηρύττομεν, πάσης λύτρωσαι ἡμᾶς ἐπαγωγῆς, ἐπωδύνων περιστάσεων Βασίλειε.

Λάμπων τῷ φωτί, τῆς Τριάδος διασκέδασον, τὴν μανίαν καθ’ ἡμῶν τοῦ δυσμενοῦς, φωτοφόρῳ ἀντιλήψει σου Βασίλειε.

Ἔργοις σκοτεινοῖς, ἠμαυρώθην τὴν διάνοιαν· ἀλλὰ σὺ ὡς ἱεράρχης θεαυγής, τὴν καρδίαν μου καταύγασον Βασίλειε.

Θεοτοκίον.
Ἴθυνον ἁγνή, τὴν ζωὴν ἡμῶν δεόμεθα, πρὸς ἐκπλήρωσιν τῶν θείων ἐντολῶν, ὡς ἂν εὕρομεν ζωὴν τὴν ἀτελεύτητον.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἐλέους, τὸν χορηγὸν ἐκδυσώπει, ἐλεῆσαι τὰς ψυχὰς ἡμῶν πάτερ, ἵνα ῥυσθῶμεν δεινῶν συντριμμάτων, καὶ τοῦ ἐχθροῦ τὰς παγίδας ἐκφύγωμεν, καὶ λάβομεν παρὰ Θεοῦ, θείαν χάριν Βασίλειε ὅσιε.

Πρὸς ὅρμον, τῆς ἀληθοῦς σωτηρίας, ἐκ κυμάτων χαλεπῆς ἁμαρτίας, τῇ ἀρωγῇ σου κυβέρνησον Πάτερ, τοὺς τὴν θερμήν σου ζητοῦντας βοήθειαν, ἵνα λιμένα τῆς ζωῆς, τῆς ἀλήκτου Βασίλειε φθάσομεν.

Ἐκ πάσης, ἐπιβουλῆς καὶ μανίας, τὴν παροῦσάν σου διάσωσον ποίμνην, τοῦ ἀοράτου ἐχθροῦ ἱεράρχα, καὶ τῇ σῇ ῥάβδῳ αὐτὴν καθοδήγησον, ἐπὶ νομὰς τῶν ἐντολῶν, καὶ Σωτῆρος παμμάκαρ Βασίλειε.

Θεοτοκίον.
Λυχνία, ὤφθης ἑπτάφωτος Κόρη, ἣν ἐτύπου ἡ τοῦ νόμου λυχνία· σὺ γὰρ ἐν ὕλῃ σαρκὸς ὑπὲρ λόγον, Πατρὸς τὸ θεῖον ἀπαύγασμα τέτοκας, Χριστὸν δι’ ἔλεος πολύ, τοῦ Ἀδὰμ τὴν ἀρὰν ἀφανίσαντα.

Διάσωσον, πάσης ἀνάγκης Βασίλειε ἱεράρχα, τοὺς ἐν πίστει τῇ σῇ πρεσβείᾳ προστρέχοντας, ταῖς πρὸς Θεὸν εὐπροσδέκτοις σου ἱκεσίαις.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ἀρχιεράρχα Κυρίου Βασίλειε, Θεσσαλονίκης ποιμὴν ἐνθεώτατε, μὴ παύσῃ πρεσβείαν ποιούμενος, πρὸς τὸν Χριστὸν ὡς ἂν εὕρομεν ἔλεος, καὶ πάσης ῥυσθῶμεν κακώσεως.

Προκείμενον.
Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί σου ἀγαλλιάσει ἀγαλλιάσονται.
Στίχος. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ἰωάννην.
(Κεφ. ι΄, 1-9).
Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς Αὐτὸν Ἰουδαίους· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ ληστής, ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας, ποιμήν ἐστι τῶν προβάτων. Τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ᾿ ὄνομα καὶ ἐξάγει αὐτά. Καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ· ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ᾿ αὐτοῦ, ὅτι οὐκ οἵδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἧν ἃ ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν. Ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. Πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καί λησταί, ἀλλ᾿ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. Ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.

Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Βίον ἐνθεώτατον, πολιτευσάμενος Πάτερ, ὄργανον θεόπνευστον, τοῦ Ἁγίου Πνεύματος ἀναδέδειξαι· οὐ ἡμᾶς κράτυνον, ταῖς σαῖς ἱκεσίαις, τῇ δυνάμει τε καὶ χάριτι, ὡς ἂν Βασίλειε, πάσης προσβολῆς τοῦ ἀλάστορος, στεῤῥῶς περιγενώμεθα, καὶ πολυειδῶν περιστάσεων, καὶ πάσης ἀνάγκης, ἀνώτεροι ὀφθείημεν σοφέ, οἱ σὲ μεσίτην πρὸς Κύριον, ἔχοντες θερμότατον.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐκ δεινῶν συμπτωμάτων καὶ ποικίλων παγίδων τοῦ πολεμήτορος, Βασίλειε παμμάκαρ, ἀτρώτους διατήρει, τοὺς ἐν πίστει κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἱεράρχα Κυρίου μὴ ἐλλίπῃς προσφέρειν πρὸς τὸν φιλάνθρωπον, ὡς ἔχων παῤῥησίαν, θερμὰς ἱκετηρίους, τοῦ σωθῆναι τοὺς ψάλλοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Σωτηρίαν ἐξαίτει καὶ παθῶν θεραπείαν ψυχῆς καὶ σώματος, καὶ πᾶσαν εὐπραγίαν, Βασίλειε θεόφρον, τοῖς ἐν πίστει κραυγάζουσιν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Γεννηθεὶς ἐκ γαστρός σου ὁ ὑπέρθεος Λόγος καὶ ὑπερούσιος, μορφῇ ἐν ἀνθρωπίνῃ, προστάτιν σε δεικνύει, τῶν βοώντων πανάχραντε· χαῖρε βροτῶν προσφυγή, καὶ τῶν Ἀγγέλων δόξα.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἐξ οὐρανίων, Πάτερ προκύψας ἀδύτων, ἡμῶν πρόσδεξαι φωνὰς τὰς ἱκεσίους, καὶ ἡμῖν βοήθει, Βασίλειε ἐν πᾶσι.

Ῥῶσιν παράσχου, κατὰ ψυχήν τε καὶ σῶμα, καὶ ἐκλύτρωσιν παθῶν τῶν ἀκαθάρτων, τοῖς σοὶ προσιοῦσι, Βασίλειε παμμάκαρ.

Ἀγγέλων δήμοις, συνὼν Βασίλειε πάτερ, καθικέτευε πταισμάτνω λύσιν δοῦναι, τοῖς σὲ κεκτημένοις, πρὸς τὸν Χριστὸν μεσίτην.

Θεοτοκίον.
Σκέπε Παρθένε, ἐκ τῶν βελῶν τοῦ βελίαρ, τοὺς προστρέχοντας τῇ θείᾳ σου πρεσβείᾳ, καὶ φῶς μετανοίας, δίδου τοῖς σὲ ὑμνοῦσι.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰάτρευσον τὸν νοῦν μου, τετραυματισμένον, καὶ τῶν παθῶν μου τὸν τάραχον κόπασον, ταῖς πρὸς Θεόν σου πρεσβείαις, πάτερ Βασίλειε.

Μὴ παύσῃ ἐποπτεύων, τοὺς θερμῶς αἰτοῦντας, τὴν σὴν ἀντίληψιν πάτερ Βασίλειε, καὶ τούτοις δίδου ἀπαύστως, τὴν σὴν βοήθειαν.

Ὁ θεῖος Ἱεράρχης, καὶ Θεσσαλονίκης, ὁ εὐκλεὴς ποιμενάρχης Βασίλειε, τὸν σὸν λαὸν ἀεὶ ῥυου ἐκ πάσης θλίψεως.

Θεοτοκίον.
Ὑπέραγνε Μαρία, Μῆτερ τοῦ Σωτῆρος, τὴν ἄναγνόν μου καρδίαν ἐκκάθαρον, καὶ σωτηρίας ἀξίωσον τὸν ἱκέτην σου.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σε μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις ὦ Βασίλειε ἱερέ, τῆς ἐπουρανίου, Βασιλείας ὁ κοινωνός, καὶ Θεσσαλονίκης, ὁ φωτοφόρος λύχνος, καὶ πρὸς Χριστὸν μεσίτης, καὶ πρέσβυς ἄριστος.

Ἔλαμψας ἐν κόσμῳ ταῖς ἀρεταῖς, καὶ ἱερωσύνης, ἐνδυσάμενος τὴν στολήν, ὤφθης Ἱεράρχης, σοφὸς τῆς Ἐκκλησίας, καὶ τῆς Θεσσαλονίκης, κλέος Βασίλειε.

Ἔργοις ἐναρέτοις καὶ διδαχαῖς, τὸν λαὸν Κυρίου, ὡς ἐποίμανας ἱερῶς, τοῦτον πρὸς λειμῶνας, τῆς ἄνω Βασιλείας, ὡδήγησας πανσόφως, πάτερ Βασίλειε.

Ἔνδον τῶν ἀδύτων Πάτερ χωρῶν, οἷα Ἱεράρχης, τοῦ Κυρίου θεοειδής, φωτισμοῦ ἐπλήσθης, Βασίλειε ἀΰλου, καὶ πάντας καταυγάζεις, τῇ πολιτείᾳ σου.

Χαίροις θεῖον σκεῦος τῶν ἀρετῶν, καὶ ἀρχιερέων, ὑποτύπωσις καὶ κανών· χαίροις εὐσεβούντων, Βασίλειε προστάτης, καὶ θεῖος ἀντιλήπτωρ, καὶ ἐγκαλλώπισμα.

Πρέσβευε ἀπαύστως πρὸς τὸν Χριστόν, Βασίλειε πάτερ, λυτρωθῆναι πάσης ὀρῆς, καὶ τῆς Βασίλειας, τυχεῖν τῆς οὐρανίου, τοὺς πίστει προσιόντας, τῇ ἀντιλήψει σου.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Μύστα, οὐρανίων ἀρετῶν, καὶ ἀρχιερεῦ καὶ θεράπον, Χριστοῦ πανθαύμαστε, ἅγιε Βασίλειε, Θεσσαλονίκης ποιμήν, τοὺς πιστῶς καταφεύγοντας, τῇ σῇ προστασίᾳ, πάσης ἀπολύτρωσαι, ὀργῆς καὶ θλίψεως, ἄφεσιν πταισμάτων παρέχων, ταῖς σαῖς πρὸς Χριστὸν ἱκεσίαις, πᾶσι καὶ εἰρήνην ἀστασίαστον.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.