Παρακλητικός Kανών εις τον Όσιο Χαρίτων τον Ομολογητήν

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

†Εορτάζεται στις 28 Σεπτεμβρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὸ ἐξῆς·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς ἐναρέτου βιοτῆς ἐκμαγεῖον, καὶ θησαυρὸν ὁμολογίας σε πάντες, τιμῶμεν παναοίδιμε Χαρίτων σοφέ, ὅτι χάριν εἴληφας χορηγεῖν τοῖς τιμῶσι, σοῦ τὰ κατορθώματα τὴν κατ’ ἄμφω ὑγιείαν, καὶ θεραπεύειν πάθη ζοφερά, ταῖς σαῖς ἀόκνοις, πρὸς Κτίστην πρεσβείαις σου.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Χαρίτων μακάριε, χαρίτωσον Χαραλάμπη.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Χαρίτων τοῦ Πνεύματος ἐραστά, θεόφρον Χαρίτων, τὸν αἰτοῦντα πανευλαβῶς, ταῖς σαῖς πρὸς Θεὸν θερμαῖς πρεσβείαις, καὶ ἀσιγήτοις ἐν τάχει χαρίτωσον.

Ἀπαύστως ἱκέτευε τὸν Θεόν, τῆς χάριτος ῥεῖθρα, χαριτώνυμε ἀσκητά, ἡμῖν ἐπομβρῆσαι τοῖς ἐν ὕμνοις, σὲ ὡς κρουνὸν θείας χάριτος μέλπουσι.

Ῥανίσι δακρύων ἀσκητικῶν, Χαρίτων ἀρδεύσας, τὴν Φαράν τε καὶ τῆς Σουκᾶν, τὴν ἔρημον τάχος ἄρδευσόν μου, τὸ τῆς καρδίας πετρῶδες καὶ ἄγονον.

Θεοτοκίον.
Ἰάτρευσον νόσους παντοδαπάς, παρθένε Μαρία, τρυχομένων σου οἰκετῶν, ὡς Μήτηρ τοῦ πάντων δυναμένου, τὰ ἀλγεινὰ θεραπεύειν νοσήματα.

ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος.
Τῶν παθῶν μου Χαρίτων τὸν ζοφερὸν τάραχον πράυνον, ὁ χάριτι θείᾳ ἀποταξάμενος, τὰς χαμαιζήλους ὁρμάς, καὶ νουνεχῶς ἐνασκήσας, ὡς βροτὸς ἰσάγγελος, ὅπως δοξάζω σε.

Ὡς Μαρτύρων ἀκρότης τοῦ βδελυροῦ ἄρχοντος, τὴν ὀφρὺν συνέτριψας σθένει μάκαρ τοῦ Πνεύματος, καὶ νῦν Χριστῷ παρεστώς, Αὐτῷ πρεσβεύεις ἀπαύστως, ῥῦσαι ἐκ τῆς δαίμονος, πλάνης σοὺς πρόσφυγας.

Νικηφόρως τελέσας τὸν ἐπὶ γῆς βίον σου, ὡς συγκοινωνὸς Ἀθλοφόρων, καὶ πνευματέμφορος, Ὁσίων ὑφηγητής, Χαρίτων χάρισαι νίκαις, κατ’ ἐχθρῶν τῆς πίστεως, τοῖς σὲ γεραίρουσι.

Θεοτοκίον.
Μητροπάρθενε Κόρη μετὰ Θεὸν ἄμαχον, ἔχοντες πιστοὶ σὲ προστάτιν, καὶ ἀντιλήπτορα, κράζομεν· κόσμου χαρά, ἐκ συμφορᾶς ἀνηκέστου, ῥῦσαι τοὺς ἐν ᾄσμασι, σὲ μεγαλύνοντας.

Χαρίτωσον, τοὺς σοὺς ἱκέτας Χαρίτων σημειοφόρε, καὶ δοχεῖα τῆς πανσθενοῦς ἀνάδειξον χάριτος, τοὺς σπεύδοντας πάντοτε ταῖς λιταῖς σου.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄ . Πρεσβεία θερμή.

Φιλόξενος ὤν ἁπλοῦς τε καὶ εὐπρόσιτος, Χαρίτων σοφὲ πιστῶν καρδίας ηὔφρανας, διό σοι κραυγάζομεν· εὐφρανθῆναι πάντας ἀξίωσον, τῆς μυστικῆς χαρᾶς τοῦ οὐρανοῦ, πρεσβείαις ταῖς σαῖς θερμαῖς πρὸς Κύριον.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἀθυμίαν ἐκδίωξον, ἀφ’ ἡμῶν Χαρίτων Φαρὰν ἀγλάισμα, Ἐλπιδίου μάνδρας κλέισμα, καὶ Σουκᾶν τῆς Λαύρας σεμνολόγημα.

Καλλιέρημα ἅγιον, ὄμβρους τῶν αἱμάτων καὶ τῶν ἱδρώτων σου, ἐν ἐρήμῳ χαίρων ἤνεγκας, τῷ Χριστῷ Χαρίτων κόσμου στήριγμα.

Ἀπαστράπτων τοῖς θαύμασι, σκότος ἐγκλημάτων φρικτὸν ἀπέλασον, ἀφ’ ἡμῶν τῶν προσφευγόντων σοι, ὄλβιε Χαρίτων θαυματόβρυτε.

Θεοτοκίον.
Ῥεῖθρα ὄντως ἀκένωτα, ἰαμάτων Μῆτερ βλυζάνεις ἅπασι, τοῖς ἀπαύστως μακαρίζουσιν, εἰς αἰῶνά σε ὡς Ἀειπάρθενον.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἴδοιμι σοφέ, ἀρωγόν σε καὶ συλλήπτορα, ἐν καιρῷ ἐπιφορῶν τοῦ μιαροῦ, ὦ Χαρίτων Παρακλήτου ἐνδιαίτημα.

Ἔρωτι Θεοῦ, τετρωμένος χαριτώνυμε, ἀπετάξω πᾶν φθαρτὸν καὶ δυσωπεῖν, εὗρες χάριν ὑπὲρ πάντων τὸν σὸν Κύριον.

Χάριν εἰληφώς, ἐκ Θεοῦ ὡς Μάρτυς ἔνδοξος, καὶ Ὁσίων ἀκροθίνιον λαμπρόν, φυγαδεύεις ἀφ’ ἡμῶν πάθη δυσίατα.

Θεοτοκίον.
Ἄνωθεν ἡμᾶς, συμπαθῶς ἴδε Πανάχραντε, τοὺς προσφεύγοντας τῇ σῇ ἐπισκοπῇ, ὑπερύμνητε λοχεύτρια τοῦ Κτίσαντος.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ῥεόντων, τοῦ χαμερποῦς ἀστάτου τε, καὶ φθαρτοῦ Χαρίτων βίου παρεῖδες, ἐπιποθήσας τῶν ὄντων ἀφθάρτων, διὸ καὶ δόξης Χριστοῦ κατηξίωσαι, πρεσβεύων πάντας μετασχεῖν, τῆς ἐν πόλῳ ἀλήκτου βιώσεως.

Ἱκέτευε, τὸν Θεὸν καὶ Κύριον, ὑπὲρ πάντων τῶν πιστῶς σε τιμώντων, ὡς μονοτρόπων σοφὸν ποδηγέτην, καὶ ἐρημίας στρουθίον γλυκύλαλον, ὅτι ἐν βίου πειρασμοῖς, σὲ Χαρίτων προστάτην κεκτήμεθα.

Τὴν πάμφωτον, ἐκτελοῦντες μνήμην σου, χαριτώνυμε πιστῶν αἱ χορεῖαι, ἀναβοῶμεν σεμνὲ παιδοτρίβα, καὶ ἐναρέτου ζωῆς θεῖον ὄργανον, βοήθει ἅπαντας ἡμᾶς, ἀρετῶν τὰς βαθμίδας ἀνέρχεσθαι.

Θεοτοκίον.
Ὡς ἔμψυχον, τοῦ Θεοῦ παλάτιον, ἀπολύτρωσιν Ἀδάμ τε καὶ Εὔας, καὶ ἱκαστήριον κόσμου σε Μῆτερ, οἱ διὰ Σοῦ σεσωσμένοι γινώσκοντες, τὸ Χαῖρέ σοι τοῦ Γαβριήλ, εἰς αἰῶνα αἰῶνος κραυγάζομεν.

Χαρίτωσον, τοὺς σοὺς ἱκέτας Χαρίτων σημειοφόρε, καὶ δοχεῖα τῆς πανσθενοῦς ἀνάδειξον χάριτος, τοὺς σπεύδοντας πάντοτε ταῖς λιταῖς σου.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Τοῦ Ἰκονίου βλαστὲ εὐθαλέστατε, καὶ ἐρημίας λειμὼν εὐωδέστατε, Χαρίτων ἰσάγγελε ἄνθρωπε, ἐκ τῆς μελλούσης με Κρίσεως λύτρωσαι, τὸν πίστει καὶ πόθῳ τιμῶντά σε.

Προκείμενον
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος.
Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;

Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. στ΄ 17-23)
Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν Αὐτοῦ, καὶ πλῆθος πολὺς τοῦ λαοῦ ἀπὸ πάσης Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἱ ἦλθον ἀκοῦσαι Αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ὑπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο· καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἄπτεσθαι Αὐτοῦ, ὅτι δύναμις παρ’ Αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ Αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς Αὐτοῦ εἰς τοὺς μαθητὰς Αὐτοῦ, ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ· μακάριοι οἱ πεινῶντες νῦν ὅτι χορτασθήσεσθε· μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε· μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνη τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοῦ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις, Ἐλεήμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεήμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Ῥῦσαι χαριτώνυμε, τοὺς ἐκτελοῦντας σὴν μνήμην, καὶ πιστῶς προστρέχοντας, ἐν ποικίλαις θλίψεσι καὶ κακώσεσι, ταῖς πρὸς τὸν Κύριον, θείαις πρεσβείαις σου, εὐσταλὲς Χαρίτων ὅσιε, λύχνε τῆς χάριτος, ὄργανον αὐτῆς παναρμόνιον, καὶ λίθε πολυτίμητε, ἵνα εἰς αἰῶνα γεραίρωμέν σε, αἱ τῶν ἱκετῶν σου, χορεῖαι καὶ λαμβάνωμεν ταχύ, ῥῶσιν ψυχῶν πολυπόθητον, καὶ σωμάτων δύναμιν.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Σκοτισθέντα με Πάτερ, ἁμαρτήμασι πλείστοις, Χαρίτων λάμπρυνον, τὸν πόθῳ προσιόντα, τῇ θείᾳ χάριτί σου, καὶ ἐν πίστει κραυγάζοντα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Οὐρανόθεν ὁδήγει, πρὸς νομὰς θείας δόξης τοὺς σὲ γεραίροντας, ὡς μὴ φεισθέντα κόπων, αἱμάτων καὶ ἱδρώτων, διὰ πίστιν πανόλβιε, ἀλλὰ βοῶντα· Χριστέ, σοὶ ὄντως δόξα πρέπει.

Νυχθημέροις καμάτοις, καὶ συντόνοις λιταῖς σου, πρὸς τὸν Παντάνακτα, χιτῶνα ἐξυφαίνων, πανάσπιλον Χαρίτων, ἀσιγήτως ἀνέκραζες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Χαριτόβρυτε Μῆτερ, ῥυπωθεὶς ὁ σὸς δοῦλος, ποικίλοις πάθεσι, βοῶ σοι· ἕγειρόν με, ἐκ πτώσεως θανάτου, ἵνα ὡς ἀειπάρθενον, εὐλογημένη Ἁγνή, ἀπαύστως ἀνυμνῶ σε.

ᾬδὴ η΄. Τὸν Βασιλέα.
Ἀθανασίας, σὲ ἐπιστάμενοι πάντες, ὦ Χαρίτων εὐώδη λειμῶνα, τῆς ὀσμῆς ῥυσθῆναι, αἰτούμεθα θανάτου.

Ῥᾶνον Χαρίτων, θεοχαρίτωτε κῆπε, ἀρετῶν τὸν ἀεί σε τιμῶντα, τῆς σῆς προστασίας, ταῖς ἱεραῖς ῥανίσιν.

Ἄστρον Χαρίτων, θεοειδὲς ἀνατεῖλαν, θείᾳ χάριτι ἐκ τοῦ Ἰκονίου, αὔγασον καρδίας, τῶν σὲ ὑμνολογούντων.

Θεοτοκίον.
Λῦσον Παρθένε τῆς ἀνομίας δεσμούς μου, τὸν λυτῆρα τῆς ἀρᾶς ἡ τεκοῦσα, τῆς ἀρχαίας κτίστην, καὶ Κύριον τῆς δόξης.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἁγίασον Χαρίτων, τοὺς σὲ ἀνυμνοῦντας, ὡς ἀθλητῶν εὐκλεῶν ὑποτύπωσιν, καὶ ἀσκητῶν θεοφόρων ἔνθεον πρύτανιν.

Μὴ παύσῃ ἱκετεύων, ὅσιε Χαρίτων, τοῦ ἀμπελῶνος Χριστοῦ βότρυ πέπειρε, ῥύεσθαι πάσης ἀνάγκης ἡμᾶς καὶ θλίψεως.

Προσάγων τῷ Κυρίῳ, τόνδε ὕμνον Πάτερ, σεπτὲ Χαρίτων Αὐτὸν καθικέτευε, ὅπως τῆς δόξης τῆς ἄνω μέτοχος γένωμαι.

Θεοτοκίον.
Ἡ τὸν Θεὸν ἀφράστως, Μῆτερ συλλαβοῦσα, καὶ σωματώσασα πρέσβευε πάντοτε, ὑπὲρ τῶν πίστει ἀόκνως μεγαλυνόντων σε.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Ἰκονίου θεοφιλές, γόνε καὶ ἐρήμου ἀδαπάνητε θησαυρέ, χαίροις τῆς ἐνθέου, ὁμολογίας ἄστρον, ἀείφωτον Χαρίτων, τέμενος χάριτος.

Τῆς κακοπαθείας διὰ Χριστόν, στίγματα βαστάζων ἐπεπόθησας ἀσκητῶν, τρίβους διοδεῦσαι, Χαρίτων ἐν ἐρήμῳ, καὶ κύαθος γενέσθαι, τῆς θείας χάριτος.

Χαίροις ὁ δομήτωρ μονῆς Φαράν, Ἐλπιδίου μάνδρας καὶ τῆς λαύρας Σουκᾶν σοφέ, χάριτος ταμεῖον, Χαρίτων θεηγόρε, καὶ μοναζόντων κλέος, θεοειδέστατον.

Ἀθλητῶν Κυρίου τὴν καλλονήν, θεῖον ὑποφήτην μονοτρόπων καὶ ἀρετῶν, τὸν τερπνὸν λειμῶνα, Χαρίτωνα τὸν μέγαν, ἐν ἀσκηταῖς ἐρήμου, ὕμνοις τιμήσωμεν.

Πάντας τοὺς προστρέχοντας εὐλαβῶς, τῇ σῇ ἀντιλήψει καὶ ζητοῦντας σὴν ἀρωγήν, ὅσιε Χαρίτων, χαρίτωσον καὶ σκεύη, τοῦ Παρακλήτου δεῖξον, πολυτιμότατα.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Χαριτώνυμε Πάτερ τῶν χαρίτων τοῦ Πνεύματος, αὐγασθεὶς ἀκτῖσι πυρφόροις, ἄστρον ὤφθης ἀείφωτον, Χριστὸν ὁμολογήσας γὰρ στεῤῥῶς, διέλαμψας συντόνῳ προσευχῇ, καὶ ἀσκήσει ἐν ἐρήμῳ, Χαρίτων ὅθεν πίστει σοι κραυγάζομεν· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ σὲ χαρίτων ποταμόν, ἡμῖν δωρήσαντι.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Πάντων προστατεύεις.
Χάριν, εἰληφὼς παρὰ Θεοῦ, πάτερ θεοφόρε Χαρίτων, Ὁσίων καὶ Ἀθλητῶν, σέλας παμφαέστατον, τὸ διαλάμψαν φαιδρῶς, τοῖς αἱμάτων σου χεύμασι, καὶ ὄμβροις δακρύων, ῥῦσαι τοὺς ἱκέτας σου, ἐκ πάσης θλίψεως, καὶ εἰρηνικὴν πολιτείαν, δώρησαι τοῖς μέλπουσιν ὕμνοις, τὰ ὑπερφυᾶ σου κατορθώματα.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.