Παρακλητικός Κανών εις τον Οσιομάρτυρα Αγαθάγγελο Εσφιγμενίτη

†Εορτάζεται στις 19 Απριλίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ Τροπάρια·

Ἦχος δ΄.Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν Ὁσιόαθλον Χριστοῦ Ἀγαθάγγελον, τὸν ἐν ἀσκήσει καὶ ἀθλήσει ἐκλάμψαντα, καὶ τὸν τῆς πλάνης λύσαντα κρυμόν, ἅπαντες ὑμνήσωμεν, ἱεραῖς μελωδίαις, πρὸς αὐτὸν κραυγάζοντες, ἐκ παντοίας ἀνάγκης, καὶ ἐπηρείας λύτρωσαι ἡμᾶς, τοὺς σὲ προστάτην, στεῤῥὸν εὐμοιρίσαντας.

Δόξα.
Οἱ τῇ σορῷ σεπτῶν λειψάνων προστρέχοντες, Ἀγαθαγγέλου ἐκ ψυχῆς ἀνακράξωμεν, μετὰ ζεούσης πίστεως τὴν κάραν τε αὐτοῦ, πόθῳ ἀσπαζόμενοι, ἐκ δεινῶν συμπτωμάτων, νόσων καὶ κακώσεων, ἐξελοῦ ἡμᾶς Μάρτυς, καὶ δυσωδίας λύτρωσαι παθῶν, ταῖς πρὸς Θεὸν ἱεραῖς μεσιτείαις σου.

Καὶ νῦν.
Θεοτοκίον.

Τίς ἐξισχύσειεν ὑμνεῖν Θεοτόκε, τὰς δυναστείας καὶ θαυμάτων τὰ πλήθη, τῆς θαυμαστῆς Εἰκόνος σου τὰ ξένα καὶ φρικτά, πάντας ἰατρεύουσα, ἐκ δεινῶν νοσημάτων, τάχος τε προφθάνουσα, τοῖς θερμῶς σε καλοῦσιν, ἀλλὰ καὶ νῦν ἡμᾶς ἐκ τῶν δεινῶν, ταῖς προστασίαις σου σῶζε δεόμεθα.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ Κανών.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἀγγέλων συνώνυμε ἐκτενῶς, δέησιν προσάγων, μὴ ἐλλείπης τῷ Λυτρωτῇ, κινδύνων παντοίων διασώσαι, τοὺς ἀδιστάκτῳ τῇ πίστει τιμῶντάς σε.

Ἡ θεία σορός σου τῶν ἱερῶν, λειψάνων βραβεύει, τὰς ἰάσεις τοῖς εὐλαβῶς, κατασπαζομένοις τῇ θερμῇ σου, πρὸς τὸν Θεὸν μεσιτείᾳ τρισόλβιε.

Νοσοῦσάν μου ἴασαι τὴν ψυχήν, Μαρτύρων τὸ κλέος, Ἀγαθάγγελε ἱερέ, καὶ βαίνειν τὰς τρίβους τοῦ Κυρίου, σῇ μεσιτείᾳ τρισμάκαρ ἐνίσχυσον.

Θεοτοκίον.
Δυσώπει Παρθένε τὸν Σὸν Υἱόν, σὺν Ἀγαθαγγέλῳ, νεκρωθεῖσάν μου τὴν ψυχήν, ζωῶσας ὁ πάλαι τὸν τῆς χήρας, υἱὸν ζωώσας τῷ θείῳ προστάγματι.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος
Ἔχοντές σε προστάτιν πρὸς τὸν Θεὸν ἔνδοξε, οἱ ἐν τῇ Μονῇ Ἐσφιγμένου καθικετεύομεν, ὦ Ἀγαθάγγελε, τοὺς σὲ πιστῶς εὐφημοῦντας, πειρασμῶν ἀπάλλαξον τῇ μεσιτείᾳ σου.

Ἱκετεύομεν μάκαρ τὰ τῆς ψυχῆς ἴασαι, πάθη καὶ τὰ τραύματα ταύτης, τάχος θεράπευσον, ὦ Ἀγαθάγγελε, τῶν εὐφημούντων σε πόθῳ, Μοναστῶν Μαρτύρων τε θεῖον ἀγλάϊσμα.

Εὐμενῆ σε προστάτιν πρὸς τὸν Θεὸν ἔνδοξε, πάντες προβαλλόμεθα οἱ τοῦ Σωτῆρος, Μονῆς ἀδελφοὶ καθικετεύοντες, πειρατηρίων παντοίων, λυτρωθῆναι ἅπαντας τῇ μεσιτείᾳ σου.

Θεοτοκίον.
Παναγία Παρθένε τὸν Λυτρωτὴν τέξασα, λύτρωσαι παντοίων κινδύνων τοὺς Σοὶ προστρέχοντας, καὶ ἀνυμνοῦντάς Σε, Θεοκυῆτορ Μαρία, τῶν πιστῶν βοήθεια μόνη Πανύμνητε.

Διάσωσον, ἀπὸ κινδύνων Μονήν σου τὴν σὲ τιμῶσαν, καὶ τὴν ποίμνην ἧς ἐκ Θεοῦ προστάτης γεγένησαι, καὶ ἄγρυπνος φύλαξ ἡμῶν καὶ ῥύστης.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτης θερμὸς ὑπάρχεις Ἀγαθάγγελε, τοῖς πόθῳ τοῖς σοῖς, λειψάνοις προσπελάζουσι, καὶ πιστῶς γεραίρουσι, καὶ βοῶσί σοι Ὁσιόαθλε, ἐκ τῶν κινδύνων λύτρωσαι ἡμᾶς, ὡς μέγας ἡμῶν φύλαξ καὶ πρόμαχος.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἰερὲ Ἀγαθάγγελε, λύτρωσαι κινδύνων τοὺς σὲ γεραίροντας, καὶ τιμῶντάς σου τὰ λείψανα, ὅπως σε ἀπαύστως μακαρίζομεν.

Δυσωποῦμέν σε ἔνδοξε, τὴν νενεκρωμένην ψυχὴν ἡμῶν ζώωσον, καὶ ἀνάστησον πρεσβείαις σου, Ἀθλητὰ Κυρίου Ἀγαθάγγελε.

Ὃν ἐπόθησας ἔνδοξε, σῶμα δι’ Ὅν ἔθυσας καθικέτευε, τοῖς ὑμνοῦσί σε δωρήσασθαι, τῶν πλημμελημάτων τὴν συγχώρησιν.

Θεοτοκίον.
Τῆς Μητρός Σου δεήσεσι, καὶ Ἀγαθαγγέλου Κύριε δώρησαι, τοῖς ἱκέταις Σου τὴν ἄφεσιν, τῶν πλημμελημάτων Ὑπεράγαθε.

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Ἰατρὸς καχεκτούντων, ἀνεδείχθης πανόλβιε Ἀγαθάγγελε, διὸ δέομαί σου, τῆς ψυχῆς μου τὰ πάθη καὶ σώματος, καὶ παντοίας λώβης, ἐξασθενοῦντά με λιταῖς σου, ὡς καλός μου προστάτης θεράπευσον.

Παῤῥησίαν ὡς ἔχων, τῷ Δεσπότῃ τῶν ὅλων Μάρτυς ἱκέτευε, ἵνα ἐγκλημάτων, τὴν συγχώρησιν πᾶσι δωρήσηται, τοῖς μετ’ εὐλαβείας, ἀσπαζομένοις σῶν λειψάνων, τὴν σορὸν ἱερὲ Ἀγαθάγγελε.

Παρεστὼς τῇ Τριάδι, θεῖε Ἀγαθάγγελε ὅλος ὁλόφωτος, ὑπὲρ τῆς Μονῆς σου, καθικέτευε ταύτην μακάριε, ἐκ παντὸς κινδύνου, βιοτικῶν πειρατηρίων, φυλαχθῆναι εἰς τέλος ἀπήμονα.

Θεοτοκίον.
Τὴν Ἁγίαν Παρθένον, τὴν Θεοχαρίτωτον καὶ Παναμώμητον, ὁ στεῤῥὸς ὁπλίτης, εἰς βοήθειαν ἐπικαλούμενος, τῶν βασάνων ὄγκον, καὶ τῶν δεινῶν τὴν τρικυμίαν, ἀπτοήτῳ διῆλθε φρονήματι.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Τὴν πίστιν, τὴν τοῦ Χριστοῦ ἀοίδιμε, ἀγαπήσαι οὐδαμῶς ἐπτοήθης, τὰς χαλεπάς καὶ ποικίλαις κολάσεις, ἀλλὰ τυράννων ἀνδρείως ἐνώπιον, ἐκήρυξας τὴν ἀληθῆ, τῆς Τριάδος ἀήττητον δύναμιν.

Προστάτην, πρὸς τὸν Θεὸν κεκτήμεθα, καὶ μεσίτην Ἀγαθάγγελε Μάρτυς· καὶ γὰρ πολλὴν παῤῥησίαν ἐκτήσω, ὑπεραθλήσας γενναίως ἀοίδιμε· ἱκέτευε οὖν ἐκτενῶς, ὑπὲρ πάντων τῶν πίστει τιμώντων σε.

Νυγεῖσά σου, ἡ ψυχὴ θείῳ βέλει, τῆς γλυκείας τοῦ Σωτῆρος ἀγάπης, καὶ τὸ Αὐτοῦ, φανταζόμενος κάλλος, φανταζομένη δι’ ὅλου προσέδραμες, ὀπίσω Αὐτοῦ μαρτυρικῶς, καὶ Αὐτοῦ ἐντρυφᾶς ἀγαλλόμενος.

Θεοτοκίον.
Νοσοῦσάν μου, ἀνιάτως Παρθένε, καὶ τῷ δείγματι δεινῶς πληγωθεῖσαν, τοῦ πονηροῦ, τὴν καρδίαν μου Κόρη, τῷ δραστικῷ Σου φαρμάκῳ θεράπευσον, καὶ σῶσόν με τὸν ἐπὶ Σοί, τὰς ἐλπίδας μου θέμενον Δέσποινα.

Διάσωσον, ἀπὸ κινδύνων Μονήν σου τὴν σὲ τιμῶσαν, καὶ τὴν ποίμνην ἧς ἐκ Θεοῦ προστάτης γεγένησαι, καὶ ἄγρυπνος φύλαξ ἡμῶν καὶ ῥύστης.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἀθλοφόρε Χριστοῦ Ἀγαθάγγελε, τῆς Ἁγίας Τριάδος ὑπέρμαχε ἔνθερμε, μὴ παρίδῃς δεήσεις εὐσεβῶν, ἀλλὰ πρόφθασον ταχύ, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς ἐκβοώντων σοι· ἔνδοξε στεφανίτα, πρεσβείαν πρὸς Θεὸν ποίει, ὅπως ῥυσθῶμεν τῶν δεινῶν, καὶ κινδύνων ταῖς πρεσβείαις σου.

Προκείμενον.
Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κέφ. ιβ΄ 8 – 12).

Εἶπεν ὁ κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν Ἀγγέλων τοῦ Θεοῦ· ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων, ἀπαρνηθήσεται ἐνώπιον τῶν Ἀγγέλων τοῦ Θεοῦ. Καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν Υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ Ἅγιον Πνεῦμα βλασφημήσαντι, οὐκ ἀφεθήσεται. Ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγάς, καὶ τὰς ἀρχάς, καὶ τὰς ἐξουσίας, μὴ μεριμνᾶτε πῶς ἤ τι ἀπολογήσησθε, ἤ τι εἴπητε· τὸ γὰρ Ἅγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.

Δόξα.
Ταῖς τοῦ Ὁσιοάθλου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Τὸν ὑπεραθλήσαντα, ἐν τῷ σταδίῳ γενναίως, θεῖον Ἀγαθάγγελον, ἐν ᾠδαῖς καὶ ᾄσμασιν εὐφημήσωμεν· οὗτος γὰρ πάντοτε, οὐδέποτε λείπει, τοῦ πρεσβεύειν πρὸς τὸν Κύριον, ὅπως ἂν λάβωμεν, τῶν ἁμαρτημάτων συγχώρησιν· τούτῳ οὖν προσερχόμενοι, πίστει τε καὶ βοήσωμεν· Μάρτυς Ἀθλοφόρε, Μονῆς τοῦ Ἐσφιγμένου φοιτηταί, τὸν Λυτρωτὴν ἐκδυσώπησον, ὑπὲρ τῶν τιμώντων σε.

Σῶσον ὀ Θεός τὸν λαό σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τῶν Ἁγίων Ἀγγέλων, ἰσοστάσιος ὄντως, ὦ Ἀγαθάγγελε, ὑπάρχων Ἀθλοφόρε, ἐκλύτρωσαι κινδύνων, τοὺς ἐν πίστει κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Σεαυτὸν τῷ Κυρίῳ, προσενήνοχας Μάρτυς θῦμα εὐπρόσδεκτον· καὶ νῦν μὴ διαλείπῃς, Ὁσιόαθλε πάντας, ἐποπτεύων τοὺς ψάλλοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θησαυρὸς ἰαμάτων, καὶ πηγὴ τῶν θαυμάτων ἡ θεία πέφυκε, κάρα τοῦ Ἀθλοφόρου, στεῤῥοῦ Ἀγαθαγγέλου, τοῖς ἐν πίστει κραυγάζουσιν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Πανύμνητε Παρθένε, ἡ Θεὸν σαρκωθέντα κόσμῳ κυήσασα, παντοίων ἀλγηδόνων, ἀπάλλαξον τοὺς πίστει, τῷ Υἱῷ Σου κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ταῖς σαῖς πρεσβείαις, τὰς τῶν ψυχῶν ἀῤῥωστίας, τῶν σὲ τιμώντων θεραπεύεις τρισμάκαρ· ὅθεν σὲ τιμῶμεν, Ἀγαθάγγελε Μάρτυς.

Τοὺς προσιόντας, τοῖς ἱεροῖς σου λειψάνοις, ἐκ παντοίων λύτρωσαι κινδύνων, νόσων τε ποικίλων, Ἀγαθάγγελε μάκαρ.

Πρὸς τὸν Δεσπότην, σὲ προβάλλοντες πρέσβυν, ἀπὸ κινδύνων ἐκλυτρούμεθα Μάρτυς, σαῖς πανευπροσδέκτοις, πρὸς τὸν Θεὸν πρεσβείαις.

Θεοτοκίον.
Τὴν ἐκτακεῖσαν, ταῖς ἁμαρτίαις ψυχήν μου, Σῇ μεσιτείᾳ καταδρόσισον Κόρη, ὅπως Σὲ δοξάζω, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἐνήθλησας γενναίως, Ἀγαθάγγελε Μάρτυς, καὶ τὰ βραβεῖα τῆς νίκης παρὰ Χριστοῦ τοῦ Θεοῦ, ἐδέξω ὄντως αἰσχύνας τὸν πολυμήχανον.

Χαρᾶς καὶ εὐφροσύνης, ἔμπλησον τοὺς πόθῳ, ἀσπαζομένους τὰ θεῖά σου λείψανα, ὦ Ἀγαθάγγελε Μάρτυς καὶ ῥῶσιν βράβευσον.

Δεήθητι Κυρίου, Ὅσιε καὶ Μάρτυς, ὑπὲρ τῶν πίστει τελούντων τὴν μνήμην σου, τοῦ λυτρωθῆναι κινδύνων καὶ περιστάσεων.

Θεοτοκίον.
Τὴν ὄντως Θεοτόκον, πάντες Σὲ τιμῶμεν, καὶ ἀσιγήτως τὸ χαῖρέ Σοι κράζομεν· Σὺ γὰρ ἐκύησας κόσμῳ τὴν ἀγαλλίασιν.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τὸν λαμπρὸν καὶ μέγιστον Ἀθλητήν, ἡμῶν πολιοῦχον, Ἀγαθάγγελον τὸν στεῤῥόν, ὕμνοις ἐπαξίως, τιμήσωμεν καὶ τούτου, σορὸν θείων λειψάνων κατασπασώμεθα.

Ἔθελξε σε πόθος ὁ τοῦ Χριστοῦ, γενναῖε ὁπλῖτα, Ἀγαθάγγελε ἱερέ· διὸ τοῖς τυράννοις, παρέδωκας τὸ σῶμα, ὑπὲρ Χριστοῦ τυθῆναι, Ὃν καί ἐκήρυξας.

Δεῦτε εὐφημήσωμεν ἀδελφοί, ἐν ᾠδαῖς καὶ ὕμνοις, μαργαρίτην τοῦ Ἰησοῦ, τῶν Νεομαρτύρων Χριστοῦ τὸ λαμπρὸν ἄστρον, Ἀγαθάγγελον θεῖον, ἡμῶν τὸν πρόμαχον.

Πηγὴν θαυματόβρυτον τὰ σεπτά, ὀστέα σου Μάρτυς, κεκτημένοι παρὰ Θεοῦ, ἐν σοὶ χαρμοσύνω, καυχάται ἡ Μονή σου, ἣν φρούρεις Ἀγαθάγγελε, ταῖς πρεσβείαις σου.

Νέος ἀλλ’ ἀδάμαστος Ἀθλητής, ὤφθης γενναιόφρον, Ἀγαθάγγελε τοῦ Χριστοῦ, ἔναντι τυράννων, Αὐτὸν ἀνακηρύξας, Θεὸν καὶ Βασιλέα, πάσης τῆς κτίσεως.

Τοὺς ἀσπαζομένους σου εὐλαβῶς, Κάραν τὴν ἁγίαν, τὴν κηρύξασαν τὸν Χριστόν, καὶ ἐπιτελοῦσι, μετὰ ταύτης δεήσεις, παντοίων συμπτωμάτων, δεινῶν ἀπάλλαξον.

Ὑψημέδων Ἄναρχε ταῖς λιταῖς, Σοῦ Ἀγαθαγγέλου, νεοάθλου τοῦ θαυμαστοῦ, καὶ τῆς Θεοτόκου, ψυχήν μου σκοτισθεῖσαν, παθῶν τῇ ἀμαυρώσει, φώτισον δέομαι.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Νέος, ἀνεδείχθης Ἀθλητής, σοφὲ Ἀγαθάγγελε Μάρτυς, ἐχθρὸν συραξάμενος, τὸν μισανθρωπότατον στεῤῥᾷ ἀθλήσει σου, τὸν εἰς ὕψος καυχώμενον, καὶ γένος ἀνθρώπων, παμπήδην γελάσαντα, καὶ ἀπατήσαντα· ὅθεν, τὴν σορὸν σῶν λειψάνων, πόθῳ ἀσπαζόμενοι μάκαρ, τῷ σὲ ἐνισχύσαντι δοξάζομεν.

Ἕτερον, ὅμοιον. Ποίημα Ἀντωνίου Μάρκου.
Πάντας τοὺς προσφεύγοντας πιστῶς, ὑπό τὴν σὴν σκέπην καὶ χάριν, κλεινὲ Ἀγαθάγγελε, ῥύου πάσης θλίψεως καὶ περιστάσεως· τῶν παθῶν δὲ διάλυσον, τὸν σάλον πταιόντων, πάντων προσδεχόμενος ᾠδὴν ἱκέσιον· σὺ γὰρ Ἐσφιγμένου ὑπάρχεις, καὶ τοῦ Ὄρους Ἄθωνος κλέος, πάντων δὲ πιστῶν σεπτὸν ἐντρύφημα.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

 

Πηγή