Παρακλητικός Κανών εις τον Ένδοξον Οσιομάρτυρα Δημήτριο τον εκ Σαμαρίνης
Ποίημα Θεοτέκνης Μοναχής Αγιοστεφανίτίσσης
†Εορτάζεται στις 17 Αυγούστου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Kαὶ τὸ ἑξῆς·
Ἦχος δ΄ . Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Οἱ τὴν ὁδὸν τῆς σωτηρίας ποθοῦντες, ἐν ἀκλινεῖ τῷ λογισμῷ πορευθῆναι, καὶ τοῖς Ὁσίων ἴχνεσιν ἀμέμπτως στοιχεῖν, δεῦτε καὶ προσπέσωμεν, Δημητρίῳ τῷ νέῳ, Σαμαρίνης θείῳ τε, καὶ ἐξόχῳ προστάτῃ καὶ γὰρ ἀθλήσας σθένει τοῦ Χριστοῦ, ἡμῖν δεικνύει τὴν τρίβον θεώσεως.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ἀρχόμεθα τοῦ Κανόνος, οὗ ἡ ἀκροστιχίς·
Σῶν ἰκετῶν παραστάτην Δημήτριε οἶδα. Θ(εοτέκνη)
Εἰς ἔκαστον τροπάριον λέγομεν·
Ἅγιε Μάρτυς τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν,
τὰ δύο τελευταία Δόξα καὶ νῦν.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Σταυροῦ πανοπλίᾳ καὶ προσευχαῖς, ἀήττητος ὥφθης, ἐν βασάνοις ὀδυνηραῖς, καὶ στέφους οὖν νίκης ἀπολαύων, ὑπὲρ ἡμῶν νῦν πρεσβεύεις τῷ Κτίσαντι.
Ὠ σέμνωμα μέγα τῶν μοναστῶν, Δημήτριε μάρτυς, Σαμαρίνης κλέος λαμπρόν, ἐγκαύστων παθῶν μου λύτρωσαί με, καὶ σωτηρίας με τρίβῳ ὁδήγησον.
Νοσοῦσι βαρέως καὶ πυρετοῖς, κατατρυχομένοις, ἀνιάτοις τε ἐν δεινοῖς, τοῖς ἐν φυλακαῖς καὶ ὁμηρίᾳ, ὡς συμπαθῶν Νεομάρτυς παράστηθι.
Θεοτοκίον.
Ἲνα ἀναφέρω πανευλαβῶς, σὴν ἁγίαν κλῆσιν, Θεοτόκε ὁ ταπεινός, χαρίτωσον Μῆτερ τὴν ψυχήν μου, τὴν ῥαθυμίας βυθῷ ὀλισθήσασαν.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Καθαγίασον Πάτερ, ὁ ἐναγὴς δέομαι, οἶκον τῆς ἀθλίας ψυχῆς μου, καὶ καταξίωσον, ἐν βίῳ σώφρονι, καὶ ἀληθεῖ εὐπραγίᾳ, προσευχῇ νηστείᾳ τε, χρόνον ἀνύσαι με.
Ἐπορεύθης ὁσίως καὶ εὐσεβῶς Ἅγιε, λόγους σωτηρίας κηρύττων, κώμαις καὶ πόλεσιν, ἐν Θετταλίας τῇ γῇ, Δημήτριε χριστοφόρε, γένους τὴν ἀνάστασιν, προαγγελόμενος.
Ταπεινώσεις ἐδέξω, καὶ ἐμπτυσμοὺς Ὅσιε, πλείστας τῶν μελῶν σου στρεβλώσεις, δεινὰς αἰκίας τε, μανίᾳ ἀγαρηνῶν, τῶν ἐσαεὶ ἐκζητούντων, γένος τὸ ὀρθόδοξον, πάντῃ λυμαίνεσθαι.
Θεοτοκίον.
Ὠς πολύς σου ὁ αἶνος, ἐν οὐρανοῖς Ἄχραντε, ὃν αἱ στρατιαὶ τῶν Ἀγγέλων, δῆμοι ὁσίων τε, πρὸς σὲ προσφέρουσιν, ἐν ἀκορέστῳ τῷ πόθῳ, ὡς τὸν Παντεχνήμονα, Λόγον κυήσασαν.
Διάσωσον, ἀπὸ κινδύνων δουλώσεως σοὺς ἱκέτας, ὅτι πάντες ἀεὶ φρουρόν, καὶ ῥύστην σὲ ἔχομεν, ἐν θλίψει Δημήτριε νεομάρτυς.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Δυνάμει Χριστοῦ, ἐνήθλησας στεῤῥότατα, κολάσεις φρικτάς, καὶ μάστιγας δεξάμενος, ἀθλητὰ Δημήτριε, Σαμαρίνης φύλαξ καὶ πρόμαχος, διὸ πρεπόντως ἐν τοῖς Οὐρανοῖς, τὰ γέρα τῶν ἄθλων σου ἀπείληφας.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Νεολαίαν ὑπόδουλον, πάθει ἀκρατείας, μαρτύρων κράτιστε, τῶν δεσμῶν τῆς ἐξαρτήσεως, ξίφει πρεσβειῶν σου ἐλευθέρωσον.
Πρεσβευτής μοι γενόμενος, πρὸς τὸν σὸν Δεσπότην, θεῖε Δημήτριε, κατοικτίρησον τὸν δοῦλόν σου, ἄγχους δαιμονώδους ἐκρυόμενος.
Ἄστρον πέφηνας ἔνδοξον, καὶ ἀεὶ φωτίζον, κλεινὲ Δημήτριε, τὴν στενὴν ὁδὸν τὴν ἄγουσαν, εἰς πλατεῖαν θείας ἀντιδόσεως.
Θεοτοκίον.
Ῥητορεύουσα βρότειος, γλῶττα οὐ δυνήσεται, Μῆτερ ἄσπιλε, ἐπαξίως ἐπαινέσασθαι, πέλαγος γλυκείας εὐσπλαγχνίας σου.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἂδοντες θερμῶς, σὸν μαρτύριον Δημήτριε, ἐξαιτούμεθα τὴν χάριν σου ἡμῖν, καὶ δαιμόνων ἐπηρείας τὴν ἀλέξησιν.
Στήριξον ἡμᾶς, σῷ τεμένει καταφεύγοντας, μονοτρόπων ἀκροθίνιον λαμπρόν, ἐρηρεισμένους τῇ πέτρᾳ, ἀεὶ τῆς πίστεως.
Τεῖχός μοι γενοῦ, καὶ φρουρός μοι, ὦ Δημήτριε, ἐν στενώσεσι ποικίλαις τοῦ ἐχθροῦ, ὁ τοιχείῳ ἐγκλεισθεὶς διὰ τὸν Κύριον.
Θεοτοκίον.
Ἂνασσα σεπτή, Οὐρανῶν Κυρία πάντιμε, καθικέτευε Χριστὸν ὑπὲρ ἐμοῦ, ὁ Δημήτριος ἐν θλίψει ἀνεβόα σοι.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Τῶν νόσων μου, τῶν δεινῶν τοῦ σώματος, καὶ ψυχῆς ἐξ ἀκηδίας ῥυσθείην, ὁ ἐν πολλῇ εὐλαβείᾳ σῷ οἴκῳ, καταφυγὼν καὶ ἐν πίστει δεόμενος, τῇ σῇ Εἰκόνι τῇ σεπτῇ, ἱστορούσῃ φρικτόν σου μαρτύριον.
Ἡρέμησον, ἀντιθέων κύματα, τὰ ἐκσπῶντα Ὀρθοδόξῳ τῇ ποίμνῃ, καὶ τὴν μανίαν σατὰν ἀποσόβει, ὃς ἐφορμᾷ, ὥσπερ λέων βρυχώμενος, σπαράξαι θεῖε ἀθλητά, τὰ ἀρνία Χριστοῦ τὰ ἀμώμητα.
Νενίκηκας, βίου νῦν τὴν ἔφεσιν, ὑπὲρ ἄνθρωπον δεχθεὶς χριστοκῆρυξ, τοὺς αἰκισμοὺς ὠμοτάτων δημίων, θραῦσιν ὀστῶν καὶ ὀνύχων ἀφαίρεσιν, καὶ τὸν σκληρὸν ἐντοιχισμόν, οὑτωσὶ τῷ Κυρίῳ ἑπόμενος.
Θεοτοκίον.
Δροσίσειας, τὴν αὐχμῶσαν πάθεσι, καὶ βαρέως ἀσθενοῦσαν ψυχήν μου, καὶ τῆς φλογὸς ἀκηδίας με ῥύσαι, τῇ μεσιτείᾳ σου Ἄχραντε Δέσποινα, σὺ γὰρ ἐκύησας πηγήν, τὴν ἐκερέουσαν ὕδωρ ἀείζωον.
Διάσωσον, ἀπὸ κινδύνων δουλώσεως σοὺς ἱκέτας, ὅτι πάντες ἀεὶ φρουρόν, καὶ ῥύστην σὲ ἔχομεν, ἐν θλίψει Δημήτριε νεομάρτυς.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Δημήτριον εὔσημον, τῆς Σαμαρίνης βλαστόν, ᾧδαῖς εὐφημήσωμεν, ὡς στρατιώτην πιστόν, Χριστοῦ τοῦ Παντάνακτος, ψάλλοντες εὐφροσύνως, τὰ πανίερα ἄθλα, οἷς περ καὶ στέφος θεῖον, κεκτημένος ἐν πόλῳ, πρεσβεύει ἀδιαλείπτως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ εὐθὺς τὸ Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. ι΄, 16-22).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς· καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. Ὅταν δὲ παραδώσωσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσετε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσετε. Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν. Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς· καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Καὶ τὸ παρὸν Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅσιον μονάζοντα, καὶ ἀθλομάρτυρα μέγαν, Θετταλίας κήρυκα, Μακεδόνων ἔξοχον ἐγκαλλώπισμα, δεῦτε οὖν φιλέορτοι, ἄνθεσιν ἀσμάτων, εὐλαβῶς νῦν καταστέψωμεν, καθικετεύοντες, οἱ ἁμαρτωλοὶ καὶ ἀνάξιοι Δημήτριε πανόλβιε, καὶ ἡμῶν ποιμνίαρχε ἄριστε, ἀεὶ ἐκδυσώπει, Χριστῷ τῷ Ἐλεήμονι Θεῷ, δαιμονικῶν ἐπιθέσεων, ῥύσασθαι τοὺς δούλους σου.
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἡμαγμένον ὁρῶντες, χαλεπαῖς ἐν βασάνοις, σεπτὲ Δημήτριε, τὰ πλήθη εὐσεβούντων, ἐξίσταντο ὦ μάρτυς, καὶ ἐν θάμβει συνέψαλλον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Μακαρία ἡ πόλις, ἡ τεκοῦσά σε μάρτυς, Χριστοῦ Δημήτριε, καὶ πλέον πανολβία, ψυχή σε μιμουμένη, καὶ ἐν σθένει κραυγάζουσα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἡλιότροπον ὥσπερ, τῷ Σταυρῷ τοῦ Κυρίου, ἀεὶ προσέβλεπες, διὸ καὶ ἐν τῇ θλίψει, ἀήττητος ἐδείχθης, μέλπων παίδων τὴν αἴνεσιν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Τειχισμὸς εὐσεβέσι, τῇ καρδίᾳ εἰρήνη, νοὸς μελέτημα, ψυχῆς τε εὐφροσύνῃ, ὑπάρχεις Παναγία, καὶ ἐλπὶς τῶν φωνούντων σοι· χαῖρε ἡ Μήτηρ ἡμῶν, καὶ Δέσποινα τοῦ κόσμου.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥανάτωσάν μοι, ἐξ Οὐρανίων θαλάμων, θείας δρόσου γλυκασμὸν αἱ εὐχαί σου, τῶν πικρῶν πολέμων, τὴν λήθην ἵνα λάβω.
Ἲασαι Πάτερ, τὸν προσφυγόντα σοι πόθῳ, ἐκ χρονίων καὶ δεινῶν ἀλγημάτων, καὶ παράσχου νῆψιν, ἐν πάγαις ἀντιχρίστου.
Εὑσεβοφρόνως, καὶ εὐλαβῶς διανύσαι, ἀξιώσαις τὸν ἐπίλοιπον βίον, Πάτερ θεοφόρε, τοὺς σοὺς θερμοὺς ἱκέτας.
Θεοτοκίον.
Οὐράνωσόν μου, ἐν θεοπνεύστοις ἐννοίαις, τὴν ψυχήν μου, ἁγνὴ Θεοτόκε, λογισμοὺς τοῦ σκότους, σῇ χάριτι νικῶσα.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰωαννίνων πόλιν, καθαγιασθεῖσαν, σοῦ μαρτυρίου τοῖς λύθροις Δημήτριε, ἐν εὐλογίαις πλουσίαις, σὺ καταλάμπρυνον.
Δακρύων δός μοι ῥεῖθρα, καὶ ψυχῆς τὴν ῥῶσιν, ἵνα διάγω ἐν πάσῃ πιστότητι, καὶ Οὐρανῶν βασιλείας, γένωμαι σύγκληρος.
Ἀφθόνως ἐπευλόγει, τέκνα Σαμαρίνης, καὶ ἱκετῶν σου τὰ πλήθη Δημήτριε, τὰ σοὶ ἐγείραντα οἶκον, Πάτερ περίλαμπρον.
Θεοτοκίον.
Θεὀδμητον ὑπάρχεις, μέλαθρον τοῦ Λόγου, ᾧ παμμακάριστε Μῆτερ Θεόνυμφε, πεποικιλμένον ἐξόχως, τῇ Θείᾳ Χάριτι.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Σαμαρίνης λαμπρὸς βλαστός, καὶ τῆς Θετταλίας, ὁ ταχύπτερος ἀετός, χαίροις Γρεβενῶν τε, καὶ τῆς Ἠπείρου κλέος, ἡμῶν δὲ μεσιτεία, φύλαξ τε ἄγρυπνος.
Δεῦτε φιλεόρτων συναγωγή, νῦν συνευφρανθῶμεν, ἐν τῇ μνήμῃ τῇ ποθητῇ, θείου Δημητρίου, ναῷ ἐν Σαμαρίνῃ, ἅμα σὺν τῇ Κοιμήσει, πανηγυρίζοντες.
Ἐκ δεσμῶν μαγείας τῆς βδελυρᾶς, τήρησον ἀτρώτους, σοὺς Δημήτριε ὑμνητάς, καὶ τὸ πῦρ μετάδος, ἁγίας σου καρδίας, τοῖς πίστει προσκυνοῦσι, θεῖά σου Λείψανα.
Φύλαττε τὰ ποίμνια ἀβλαβῆ, τῶν συμμετεχόντων, τῇ πανσέπτῳ σου ἑορτῇ, καὶ τὴν γεωργίαν ἀπήμαντον συντήρει, ἐπευλογῶν ἱδρῶτας, τῶν προσιόντων σοι.
Λῦσον ἀεργίας σκληρὸν κλοιόν, καὶ δουλοπαθείας, τῆς ἀπέλπιδος τὸν ζυγόν, χάριν δὲ προσθείης, ἡμῖν τοῖς σοῖς ἱκέταις, ἵνα χρηστῷ ἐν βίῳ, πολιτευώμεθα.
Στίγματα βαστάζων σώματι σῷ, αἰκισμῶν ἐκ πλήθους, οὓς ὑπέστης διὰ Χριστόν, τοὺς ἀλγοῦντας Πάτερ, ἐκ νόσων ἀφορήτων, καὶ ἐκ δεινῶν πολέμου, σὺ ἀνακούφισον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Σαμαρίνης τὸν γόνον, εὐσεβῶν τὸ κραταίωμα, τὸν νεοφανῆ Ἁθλοφόρον, τοῦ Σωτῆρος Δημήτριον, τιμήσωμεν συμφώνως οἱ πιστοί· ἀθλήσας γὰρ στεῤῥῶς ὑπὲρ Χριστοῦ, Ἐκκλησίας ἀνεδείχθη νέος ἀστήρ, καὶ τῶν βοώντων πρόμαχος· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐκπληροῦντι διὰ σοῦ, ἡμῶν τὰ αἰτήματα.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Πάντας τοὺς τιμῶντας εὐλαβῶς, μνήμην σου πανίερον Μάρτυς, καὶ τὰ παλαίσματα, ἅγιε Δημήτριε ἀξιοθαύμαστε, καὶ ἐν πίστει καὶ δάκρυσι, κατασπαζομένους, σὴν εἰκόνα Ὅσιε, τὴν χαριτόβρυτον, ἴασαι ἐκ νόσων ποικίλων, καὶ τῶν ἱερῶν Μυστηρίων, μέτοχόν με δεῖξον ἀκατάγνωστον.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Ὕμνους προφρόνως τῷ θείῳ Δημητρίῳ,
Θεοτέκνη πλέξασα ἐλεηθείη.