Παρακλητικός Κανών εις τον Άγιο Οσιομάρτυρα Ηλία τον Αρδούνη εκ Καλαμών

Ποίημα Αθανασίου Τσιάρα

†Εορτάζεται στις 31 Ιανουαρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὸ τροπάριον.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν Νεομάρτυρα τιμήσωμεν πάντες, τῶν Καλαμῶν περιφανέστατον γόνον, Ἠλίαν τὸν ἀήττητον καὶ μέγαν Ἀθλητήν· χρόνοις ἐν δισσέκτοις γὰρ τῆς ἐχθρῶν τυραννίας πίστιν τὴν σωτήριον ἀνεκήρυξε χαίρων· καὶ ἐν καμίνῳ τοῦ πυρὸς βληθείς, χρυσοῦ ἐν εἴδει καθαρωτάτου ἐξέλαμψεν.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχὶς μετὰ τῶν Μεγαλυναρίων·
Ἡλίαν σέβω τὸν Ὁσιομάρτυρα. Ἀθανασίου Τσιάρα.

ᾨδὴ α΄.Ἦχος πλ.δ΄. Ὑγρὰν διοδεύσας.
Ἡλίαν ὑμνήσωμεν, ἀδελφοί, τῶν Νεομαρτύρων καὶ Ὁσίων τὴν καλλονήν, Χριστοῦ Ἐκκλησίας τὸν ἀστέρα καὶ τῶν πιστῶν ἱερὸν παραμύθιον.

Λαμπρὰ νῦν ἐφέστηκεν καὶ σεπτὴ ἡ μνήμη τοῦ θείου καὶ στεῤῥόφρονος Ἀθλητοῦ, ἐν μέσῳ χειμῶνος δριμυτάτου τῶν Χριστιανῶν τὰς καρδίας θερμαίνουσα.

Ἰδεῖν τοῦ Κυρίου καὶ Λυτρωτοῦ τὴν ἄκτιστον δόξαν ἐν ἡμέρᾳ τῇ φοβερᾷ τῆς Κρίσεως, θείαις σου πρεσβείαις, τοὺς ὑμνητάς σου, Ἠλία, ἀξίωσον.

Θεοτοκίον.
Ἀνύμφευτε Κόρη, ἡ τὸν Θεὸν τεκοῦσα καὶ Τοῦτον ὄντα βρέφος ἐν τῷ Ναῷ τεσσαρακονθήμερον ἰδοῦσα, μή μου παρίδῃς τὴν δέησιν, Δέσποινα.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Νεομάρτυς Ἠλία, τῶν Καλαμῶν καύχημα, Ἀθλοφόρος ὤφθης Κυρίου καὶ στῦλος ἄσειστος τῆς θείας πίστεως· σὺ γὰρ κατήσχυνας ὄντως Ἄγαρ τὰ βουλεύματα καὶ ἰταμότητα.

Σταθηρὰν ἡμῖν δίδου σὴν ἀρωγήν, Ὅσιε, ὅπως ἐν τοῦ βίου ταῖς τρίβοις περιπατήσωμεν μεταμελείᾳ θερμῇ καὶ μετανοίᾳ τελείᾳ, ὡς καὶ σὺ ἐβάδισας, Ἠλία ἔνδοξε.

Ἐλευθέρους παθῶν τε καὶ ζοφερῶν ἕξεων ποίησον ἡμᾶς, ταῖς εὐχαῖς σου, Ἠλία πάνσοφε· εἰ γὰρ καὶ σφάλλομεν, τῆς μετανοίας τοὺς τρόπους δίδαξον τοὺς δούλους σου, ὡς τύπος ἄριστος.

Θεοτοκίον.
Βρέφος ἔχουσα, Κόρη, θείαις ἀγκάλαις σου τὸν παντὸς τοῦ κόσμου Δεσπότην καὶ μόνον Κύριον, ἐν τῷ Ναῷ τοῦ Θεοῦ τοῦτον εἰσάγεις, Παρθένε, Νόμου τὰ προστάγματα πληροῦσα ἅπαντα.

Ἱλέωσαι, ὁσιομάρτυς Ἠλία, τὸν σὸν Δεσπότην ὑπὲρ ἡμῶν, τῶν τιμώντων τὴν μνήμην σου, τῇ θείᾳ σου χρώμενος παῤῥησίᾳ.

Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείαν τὴν σὴν τρανῶς ἀπεκδεχόμενοι, φλογὸς τῶν παθῶν ταχέως ἐκλυτρούμεθα, Ἠλία παναοίδιμε· σὺ γὰρ σφοδρῶς κατενίκησας τὸ πῦρ τὸ ὑλικὸν καὶ τῆς φθορᾶς ἐδείχθη ἀλώβητον τὸ σκῆνός σου.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὦ, Ἠλία, ἀνδρείας σου! Ὅτι αὐτοβούλως πυρὶ ὡμίλησας· ὅθεν ὁ Χριστὸς τὸ σῶμά σου τῆς φλογὸς ἐφύλαξεν ἀλύμαντον.

Τῆς σαρκὸς τὰ κινήματα καὶ παθῶν τὴν φλόγα ἡμῶν κατάστειλον, τῇ ταχείᾳ ἀντιλήψει σου καὶ τῇ σωστικῇ, Μάρτυς, πρεσβείᾳ σου.

Ὁ τὸ φῶς ὡς ἱμάτιον, θεῖε Νεομάρτυς, ἀναβαλλόμενος ὑπερκόσμιον ἀπέστειλε φῶς ἐπὶ τῷ σῷ σεπτῷ σκηνώματι.

Θεοτοκίον.
Νόμου τύπος πεπλήρωται καὶ οἰκονομία Θεοῦ προάγεται· τὸν σαρκὶ τεχθέντα Κύριον ἡ Ἁγνὴ προσφέρει ὡς πρωτότοκον.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὅλῃ τῇ ψυχῇ καὶ καρδίᾳ, παμμακάριστε, τῷ Χριστῷ, Ὅν ἀπηρνήσω πρὸς καιρόν, σεαυτόν, Ὁσιομάρτυς, ἀφιέρωσας.

Σώζει ὁ Θεὸς τοὺς τὴν κλίνην καταβρέχοντας τῶν δακρύων μετανοίας ταῖς ῥοαῖς, ὡς καὶ σὺ θεοφιλῶς, Ἠλία, ἔπραξας.

Ἴδωμεν, πιστοί, μετανοίας θεῖον πρότυπον, τὸν Ἠλίαν, ἐκμιμούμενοι αὐτοῦ τὴν ἐν πτώσει ζωηφόρον μεταμέλειαν.

Θεοτοκίον.
Ὄλβιος εἰμί, ὅτι εἶδον τὸ σωτήριον τοῦ Θεοῦ πᾶσιν ἀνθρώποις καὶ λαοῖς· ἀνεβόα Συμεὼν πρὸς τὴν Πανάμωμον.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Μακάριος εἶ, Ἠλία πάντιμε, ὡς τῷ θρόνῳ παρεστῶς τοῦ Δεσπότου· ὅθεν μὴ παύσῃ Αὐτὸν ἱκετεύων ὑπὲρ ἡμῶν, τῶν τιμώντων τοὺς ἄθλους σου καὶ προσκυνούντων εὐλαβῶς τὴν σεπτὴν καὶ μυρίπνοον κάραν σου.

Ἀγάλλεται ἡ πατρίς σου, Ὅσιε· σὲ γὰρ κέκτηται μεσίτην καὶ πρέσβυν πρὸς τὸν Θεὸν καὶ καυχᾶται πλουτοῦσα τὴν ἱερὰν κεφαλὴν καὶ εἰκόνα σου, ὡς θησαυρὸν πνευματικὸν καὶ θαυμάτων ταμεῖον ἀκένωτον.

Ῥεόντων με καὶ φθαρτῶν ἀπάλλαξον ταῖς ἁγίαις σου, Ἠλία, πρεσβείαις· σὺ γὰρ ἐφήμερον καὶ πρόσκαιρον δόξαν πρὸς τὴν ζωὴν ἀντηλλάξω τὴν μένουσαν, εἰ καὶ ἐχθροῦ ἐπιβουλῇ τὸν Χριστὸν ἀπηρνήσω τὸ πρότερον.

Θεοτοκίον.
Τῆς φύσεως ἐπὶ σοὶ νενίκηνται οἱ δεσμοί, ἁγνὴ Παρθένε, καὶ ὄροι· μετὰ γὰρ Τόκον ἀεὶ παρθενεύεις καὶ ὡσεὶ Μήτηρ Χριστὸν ἐν ἀγκάλαις σου είσάγεις ἐν Ναῷ Θεοῦ, ὃν ἰδὼν Συμεὼν ἐπαγάλλετο.

Ἱλέωσαι, ὁσιομάρτυς Ἠλία, τὸν σὸν Δεσπότην ὑπὲρ ἡμῶν, τῶν τιμώντων τὴν μνήμην σου, τῇ θείᾳ σου χρώμενος παῤῥησίᾳ.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου ῥείθροις.
Τοῖς τῶν αἱμάτων σου ῥείθροις ἀπέπλυνας τὴν πρὶν τῆς πίστεως ἄφρονα ἄρνησιν καὶ τὴν ψυχήν σου λευκάνας ἐσκήνωσας ἐν Παραδείσου, Ἠλία, τοῖς δώμασιν, ἔνθα ζωὴ καὶ τὸ φῶς ἀτελεύτητα.

Εἶτα οἱ Ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. ιβ΄ 8-12).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ, ἔμπροσθεν τῶν Ἀγγέλων τοῦ Θεοῦ. Ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων, ἀπαρνηθήσεται ἐνώπιον τῶν Ἀγγέλων τοῦ Θεοῦ. Καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν Υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ Ἅγιον Πνεῦμα βλασφημήσαντι, οὐκ ἀφεθήσεται. Ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς, καὶ τὰς ἀρχὰς, καὶ τὰς ἐξουσίας, μὴ μεριμνᾶτε, πῶς ἢ τί ἀπολογήσησθε, ἢ τί εἴπητε· τὸ γὰρ ῞Αγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.

Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ζῆλον ἀνεπίγνωτον ἐπιδειξάμενος, Μάρτυς, καὶ Χριστοῦ τὸ ὄνομα ἐπιπολαιότητι ἀρνησάμενος, πρὸς καιρὸν πέπτωκας πλάνῃ τῶν τῆς Ἄγαρ· εἰς σαυτὸν δ’ ἐλθών, μακάριε, τρανῶς ἐκήρυξας πίστιν Ὀρθοδόξων τὴν ἄχραντον καὶ μαρτυρίου αἵμασι σὴν ἐπιστροφὴν ἐπεσφράγισας· φάρος μετανοίας γενόμενος καὶ τύπος τοῖς πιστοῖς, ἧς καὶ ἡμᾶς καταξίωσον τυχεῖν ταῖς σαῖς ἐντεύξεσιν.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὑετῷ σῶν χαρίτων τὴν διψῶσαν ψυχήν μου, Μάρτυς, ἐπόμβρισον καὶ σβέσον τῶν παθῶν μου τὴν ἀδηφάγον φλόγα, ἵνα ψάλλω γηθόμενος· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ῥυπωθεὶς τῇ κακίᾳ καὶ τρωθεὶς τοῦ βελίαρ πυρφόροις βέλεσι, πρὸς σέ, Ἠλία, σπεύδω καὶ κράζω· ταῖς εὐχαῖς σου τοῦ πολέμου με κούφισον, ἵνα ὑμνῶ τὸν Χριστόν, τὸν μόνον Εὐεργέτην.

Ἀρετῶν τῇ πενίᾳ καὶ παθῶν τῇ πλημμύρᾳ ὁ τάλας τρύχομαι· ἀλλὰ τὴν σὴν ἀγάπην ζηλῶν πρὸς τὸν Σωτῆρα, ἐκβοῶ δυναμούμενος· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Ἀγκαλίζῃ χερσί σου τὸν Υἱὸν καὶ Θεόν σου, παρθένε Δέσποινα, καὶ τοῦτον τῷ Κυρίῳ ἀφιεροῖς ὡς βρέφος, εὐλογοῦσα καὶ ψάλλουσα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Θεομαχούντων Ἀγαρηνῶν τὰς ἐτάσεις καὶ πυρὸς τὴν φοβερὰν τιμωρίαν ἔφερες γενναίως, Ἠλία θεοφόρε.

Ἀλήκτου δόξης ἐν οὐρανοῖς ἠξιώθης, τὰ ἐπίγεια καταλιπών, παμμάκαρ· ὅθεν μεσιτεύεις ὑπὲρ τῶν οἰκετῶν σου.

Νέμεις θαυμάτων τὰς δωρεάς, Ἀθλοφόρε, τοῖς τιμῶσί σου τὴν σεβασμίαν μνήμην καὶ ἀσπαζομένοις τὴν ἱεράν σου κάραν.

Θεοτοκίον.
Ἀγκάλαις φέρεις τὸν Ποιητὴν τῶν ἁπάντων καὶ τοῦ κόσμου Βασιλέα, Παρθένε· ὅθεν σε ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Στεφάνοις μαρτυρίου καὶ ὁσίου βίου κατακεκόσμησαι, Μάρτυς ἀοίδιμε· διπλῆς τιμῆς γὰρ ὁ Κτίστης σε κατηξίωσεν.

Ἰάσεων τὰ ῥεῖθρα δαψιλῶς προχέεις τοῖς προσιοῦσί σοι, Ἠλία ἔνδοξε· οὕτω δοξάζειν γὰρ οἶδε Θεὸς τοὺς Μάρτυρας.

Ὁμολογίας τύπον ἔγνωμέν σε, μάκαρ, οἱ ἐν πολλοῖς πειρασμοῖς περιπίπτοντες καὶ ταῖς τοῦ βίου ἀπάταις περικυκλούμενοι.

Θεοτοκίον.
Ὑπέρλαμπρε Παρθένε, ἡ Θεὸν τεκοῦσα καὶ τῷ Ναῷ ὡσεὶ βρέφος εἰσάξασα, ταῖς σαῖς ἀγκάλαις ἡμᾶς περικράτησον.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σε μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τοὺς μετερχομένους κομμωτικὴν τέχνην εἰς τοῦ βίου ἀναγκαίων προσπορισμὸν φρούρει καὶ ὁδήγει εἰς τρίβον σωτηρίας, ὅτι αὐτῶν ὑπῆρξας, Μάρτυς, ὁμότεχνος.

Σύμπας Μεσσηνίων ὁ εὐσεβὴς δῆμος ἑορτάζει τὴν λαμπράν σου καὶ φωταυγῆ μνήμην καὶ ἡμέραν σεπτοῦ σου μαρτυρίου, δι’ οὗ, Ὁσιομάρτυς, χαίρων δεδόξασαι.

Ἱερὸν θησαύρισμα καὶ σεπτὸν χαίρει ὡς πλουτοῦσα τοῦ Βουλκάνου θεία Μονὴ τὴν τιμίαν κάραν Ἠλία τοῦ ἐνδόξου, παθῶν καὶ ἀλγηδόνων ἀλεξιτήριον.

Ἄφεσιν ἐξαίτει ἁμαρτιῶν καὶ πταισμάτων λύσιν τοῖς προστρέχουσιν εὐλαβῶς τῇ σῇ ἀντιλήψει, Ἠλία νεομάρτυς, ὡς ἀληθεῖ καὶ θείῳ Θεοῦ θεράποντι.

Ῥῶσιν καὶ ἰσχύν τε ἐξ οὐρανοῦ αἴτει σοῖς οἰκέταις, Ἀθλοφόρε, καὶ ὑμνηταῖς, ἵνα, διελθόντες τὸ πέλαγος τοῦ βίου, εἰς γαληνὸν λιμένα σὺν σοὶ γενώμεθα.

Ἆρόν σου τὰ ὄμματα τῆς ψυχῆς πρὸς τὸν σὸν Δεσπότην, Νεομάρτυς, ἱκετικῶς ὑπὲρ τῶν τιμώντων τὴν σὴν ἁγίαν μνήμην καὶ ἐπικαλουμένων τὴν σὴν βοήθειαν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Θεῖον βλάστημα τῆς Μεσσηνίας, γόνος εὔσημος τῶν Καλαμῶν τε ἀνεδείχθης, Ἠλία πανεύφημε· Χριστιανῶν γὰρ τὸ κέρας ἀνύψωσας καὶ τῶν τῆς Ἄγαρ κατήσχυνας φρόνημα· Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Σκέπε καὶ συντήρει ἀσφαλεῖς τῶν ἐχθροῦ παγίδων καὶ βίου κινδύνων καὶ συμφορῶν τοὺς οἰκοῦντας ἅπαντας ἐν Μεσσηνίας τῇ γῇ καὶ σῇ χάριτι φύλαττε τοὺς παρεπιδημούντας, Ὀρθοδόξων δ’ ἅπαντα δῆμον προστάτευε· ἔχεις γὰρ πολλὴν παῤῥησίαν πρὸς Χριστόν, τὸν μόνον Δεσπότην, ὡς Αὐτοῦ, Ἡλία, φίλος γνήσιος.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Εὐχαριστῶ θερμῶς τὸν ἐν Χριστῷ ἀδελφὸν Ἀθανάσιο,
διὰ τὴν παραχώρησιν τῆς Παρακλήσεως.