Δύο Παρακλητικοί Κανόνες εις τον Προφήτη Ελισσαίο

  1. Ποίημα Αλεξάνδρου Μωραϊτίδη

  2. Ποίημα Αρχίμ. Χριστοφόρου Καραβία

Παρακλητικός Κανών στον Προφήτη Ελισσαίο

Ποίημα Αλεξάνδρου Μωραϊτίδη
Ψαλλόμενος εν πάση θλίψει

†Εορτάζεται στις 14 Ιουνίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα Τροπάρια·

Ἦχος δ΄. Τῇ Θεοτόκω ἐκτενῶς.
Τῷ τοῦ Προφήτου Ἱερῶ Ναῶ συνδράμωμεν, ἁμαρτωλοί καὶ ταπεινοί καὶ προσπέσωμεν, ἐν ἰκεσίαις κράζοντες ἐκ βάθους ψυχῆς, Προφητῶν ἐγκαλλώπισμα, Ἐλισσαῖε τρισμάκαρ, δὸς ἡμῖν βοήθειαν, τοῖς τιμῶσί σε πόθω, χειμαζομένοις ἐν θλίψει δεινῶς, σὲ γὰρ προστάτην καὶ ρύστην κεκτήμεθα.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ψάλλομεν τὰς Ὠδᾶς τοῦ Κανόνος.

ᾨδὴ α΄. Ἦχος πλ. α΄. Ὑγρᾶν διοδεύσας.
Παθῶν ἐπικλύσεσι συσχεθεῖς, ἐξ ἁμαρτιῶν μου, ὧ Προφῆτα Ἐλισσαῖε, πρὸς σὲ καταφεύγω ἀπὸ βάθους, ἐμῆς καρδίας ὀδυνώμενος.

Ἀβύσσω ἐλέους καὶ οἰκτιρμῶν, προσπελάσας μάκαρ, διανοία ἐν καθαρᾶ, ἐκεῖθεν τὴν ἄβυσσον ἠρύσθης, τῆς εὐσπλαγχνίας παναοίδιμε.

Τῇ θεία εἰκόνι σου προσδράμων, ἐν τῷ σῷ τεμένει, κλίνων γόνυ πανευλαβῶς, Προφῆτα Κυρίου Ἐλισσαῖε, ἐπικαλοῦμαι θερμῶς σὴν ἀντίληψιν.

Θεοτοκίον.
Τοὺς θρήνους μου δέξαι καὶ στεναγμούς, Παντάνασσα Μήτηρ, θλιβομένων καὶ ὀρφανῶν, καὶ ἴασιν χάρισαι σῷ δούλω, συνεχομένω ἀῤῥωστήμασιν.

ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος
Ὡς τὰ ὕδατα πάλαι, Ἐλισσαῖε ἔνδοξε, τῆς Ἱεριχοῦντος ἰάσω, ἀλοί τὰ ἄγονα, οὕτω πρεσβείαις σαῖς, θεράπευσον τὴν ψυχήν μου, ἐν ἐνθέοις πράξεσιν, ἄκαρπον μένουσαν.

Ποντισθέντα τρισμάκαρ, βυθῶ τῶν πταισμάτων μου, καὶ πλημμελημάτων ἀφρόνως, ὦσπερ συνέζησα, τῇ εὐσπλαχνία τῇ σῇ ἀνάγαγέ με ὡς πάλαι, τὸ σίδηρον ἐκ τῶν ρείθρων ἀνήγαγες.

Σὲ προστάτην μου μάκαρ, ἐν τῇ ζωὴ τίθημι, καὶ καθηγεμόνα ἐν πάσι, σύ με ὁδήγησον, ἐν τῷ ἐλέει τῷ σῷ, πρὸς τὰς ὁδοὺς τοῦ Κυρίου, ὅπως ὑμνῶ σὲ ἀεί, τὸν θεοδόξαστον.

Θεοτοκίον.
Παναγία Παρθένε, τῶν πιστῶν τὸ στήριγμα, τὸν περιτρεπόμενον νοῦν μου, καλῶς στερέωσον, ἐν τῇ ἀγάπη ἁγνή, τῶν ἐντολῶν τοῦ Κυρίου, ὅνπερ ἐσωμάτωσας, εἰς ἡμῶν λύτρωσιν.

Διάσωσον, ἀπὸ κινδύνων τὰ τέκνα σου ὧ Προφῆτα, ὅτι πάντες μετὰ Θεὸν πρός σε καταφεύγομεν, ὡς τὸν μέγαν ἠμῶν προστάτην.

Ἐπίβλεψον, ἐν εὐμενεία, ὧ πανεύφημε Προφῆτα, ἐπὶ τὴν δεινὴν ἠμῶν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τὸ τῆς ψυχῆς ἡμῶν ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα
Ἦχος β΄. Τὰ ἄνω ζητῶν
Προφῆτα Χριστοῦ, Ἐλισσαῖε Πανεύφημε, ἰάσεων πηγή, καὶ κρήνη ἀκένωτος, ἰκετικῶς βοῶμέν σοι πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἠμᾶς, ὁ μέγας φρουρὸς ἡμῶν καὶ πρόμαχος.

ᾨδὴ δ΄. Ἐξ ὅρους κατασκίου.
Φέρων κακῶν, δυσβάστακτα φορτία, ἐν τῷ σῷ ναῷ μετανοῶν προσφεύγω, μή με παρίδης ἱκετεύω σὲ τρισμάκαρ, ἀλλά με τῷ Θεῶ κατάλλαξον.

Σὲ τὸ καθαρόν, τοῦ Πνεύματος δοχεῖον, πίστει δυσωπῶ, καθάρισόν με πάσης, ἐξ εἰδεχθοῦς ἁμαρτίαις, ταῖς σαῖς πρεσβείαις, πρὸς τὸν Θεὸν ἡμῶν τὸν Εὔσπλαγχνον.

Κείμενον νεκρόν, ἐν τάφω ἁμαρτίας, ἔνδοξε Θεοῦ Προφήτα Ἐλισσαῖε, ἀνάστησόν με ὡς πάλαι, νεκρὸν τὸν παίδα, τῆς Σωμανίτιδος ἀνέστησας.

Θεοτοκίον.
Ράθυμον ζωήν, Παρθένε δαπανήσας, ἄκαρπος εἰμι πράξεων ἐναρέτων δύο πτοούμενος δίκην φεῦ τὴν ἐσχάτην, ταῖς σαῖς πρεσβείαις καταπέφευγα.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὦσπερ Νεεμᾶν, ἰάσω λεπρὸν ἀοίδιμε, ταῖς Ἰορδάνου προχοαῖς καὶ ἐμοῦ, λεπρᾶν τὴν ψυχήν, καθάρισον ταῖς πρεσβείαις σου.

Τὸ τοῦ Γιεζί, ὑλόφρον καὶ φιλάργυρον, ἦθος τῇ λέπρα ἐμάστιξας σφοδρῶς, ἠμᾶς διδάσκων, νόσον φεύγειν τὴν ἐπάρατον.

Ἄσκευιν ζωήν, καὶ ἀκτήμονα διήγαγες, ἐν σαρκί ὡς ἄσαρκος βιῶν σοφέ, ἠμᾶς διδάσκων, τὰ ἄνω ποθεῖν ἀείποτε.

Θεοτοκίον.
Δέσποινα ἁγνή, φώτισόν μου τὴν διάνοιαν, ἐσκοτισμένην δεινῶς τοῖς γεηροῖς, ὅπως τὰ κάλλη τὰ οὐράνια φαντάζωμαι.

ᾨδὴ στ΄. Τήν δέησιν ἐκχεῶ.
Ἐλάμπρυνας, τῶν πιστῶν τὸ σύστημα, τῶν θαυμάτων σου τῇ αἴγλη Προφῆτα, διὸ κᾀμὲ λάμπρυνον ἐν τοῖς ἔργοις, τῆς σωτηρίας μου ὅπως σωθεῖς ὑμνῶ, τὸν δόντα σοὶ Ἐλισσαῖε, τῶν θαυμάτων τὴν χάριν τὴν ἄφθονον.

Λαμπρὸς ἀστήρ, παμφαέστατος τρισένδοξε, καταυγάζεις Χριστοῦ τὴν Ἐκκλησίαν, διὸ κᾀμοῦ καταύγασον τὸ σκότος τῆς διανοίας, τῶν πρεσβειῶν σου ἐλέει θεόληπτε, σοῦ δέομαι διακαῶς, ὅπως βλέψω τὴν τρῖβον τὴν ἔνθεον.

Καλέσαντι, μάκαρ ἠκολούθησας, τῷ Ἠλία καὶ προφρόνως διηκόνεις, οὕτω κᾀμὲ τὸν ῥαθύμως βιούντα, ἀκολουθεῖν τῷ Χριστῷ ἐνδυνάμωσον, καὶ πράττειν καὶ ἐπιτελεῖν, τὰ σωτήρια τούτου ἐντάλματα.

Θεοτοκίον.
Τὰ κύματα, τῶν πλημμελημάτων μου, κατεκάλυψαν τὴν ψυχήν μου Παρθένε, διὸ προσθάσασα σῶσόν με Κόρη, καθικετεύω τὴν εὐσπλαχνίαν σου, καὶ χείρα δός μοι ἀρωγόν, πρίν εἰς τέλος ὁ ᾄδης ἐκπίη με.

Διάσωσον, ἀπό κινδύνων Ἐλισσαῖε σοὺς ἰκέτας, ὅτι πάντες σεμνοπρεπῶς, εἰς σὲ καταφεύγομεν, τὸν φύλακα πάντων τῶν Ὀρθοδόξων.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄.
Ἰατρεῖον τῶν Χριστιανῶν ἐτοιμότατον, ὁ Ναός σου ἀνεδείχθη Παναοίδιμε, διὸ οἱ ἀῤῥωστήμασι κυκλούμενοι δεινῶς, ἐν αὐτῶ ἀθροιζόμενοι, τὴν σὴν βοήθειαν θερμῶς, ἑξαιτούμεθα κράζοντες ἔνδοξε Ἐλισσαῖε, Προφῆτα Θεοῦ τρισμάκαρ, μὴ ὑπερίδης νῦν ἠμᾶς, κινδυνεύοντας εἰς θάνατον.

Προκείμενον.
Μὴ ἅπτεσθε τῶν χρηστῶν μου καὶ ἐν τοῖς Προφήταις μου μὴ πονηρεύεσθε. (δίς)
Στίχος. Σὺ ἱερεύς εἰς τὸν αἰώνα.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατά Λουκᾶν
(Κεφ. δ΄ 22-30)
Τῷ καιρῶ ἐκείνω ἐθαύμαζον οἱ ὄχλοι ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος Ἰησοῦ καὶ ἔλεγον· οὐχ οὗτός ἐστιν ὁ υἱὸς Ἰωσήφ; Καὶ εἶπε πρὸς αὐτούς· πάντως ἐρεῖτέ μοι τὴν παραβολὴν ταύτην· ἰατρέ, θεράπευσον σεαυτόν· ὅσα ἠκούσαμεν γενόμενα ἐν τῇ Καπερναούμ, ποίησον καὶ ὧδε ἐν τῇ πατρίδι σου. Εἶπε δέ· ἀμὴν λέγω ὑμῖν ὅτι οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τῇ πατρίδι αὐτοῦ. Ἐπ᾿ ἀληθείας δὲ λέγω ὑμῖν, πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡμέραις Ἠλιοὺ ἐν τῷ Ἰσραήλ, ὅτε ἐκλείσθη ὁ οὐρανὸς ἐπὶ ἔτη τρία καὶ μῆνας ἕξ, ὡς ἐγένετο λιμὸς μέγας ἐπὶ πᾶσαν τὴν γῆν, καὶ πρὸς οὐδεμίαν αὐτῶν ἐπέμφθη Ἠλίας εἰ μὴ εἰς Σάρεπτα τῆς Σιδωνίας πρὸς γυναῖκα χήραν. Καὶ πολλοὶ λεπροὶ ἦσαν ἐπὶ Ἐλισαίου τοῦ προφήτου ἐν τῷ Ἰσραήλ, καὶ οὐδεὶς αὐτῶν ἐκαθαρίσθη εἰ μὴ Νεεμὰν ὁ Σύρος. Καὶ ἐπλήσθησαν πάντες θυμοῦ ἐν τῇ συναγωγῇ ἀκούοντες ταῦτα, καὶ ἀναστάντες ἐξέβαλον αὐτὸν ἔξω τῆς πόλεως καὶ ἤγαγον αὐτὸν ἕως ὀφρύος τοῦ ὄρους, ἐφ᾿ οὗ ἡ πόλις αὐτῶν ᾠκοδόμητο, εἰς τὸ κατακρημνίσαι αὐτόν. Αὐτὸς δὲ διελθὼν διὰ μέσου αὐτῶν ἐπορεύετο.

Δόξα.
Ταῖς τοῦ σοῦ Προφήτου, πρεσβείαις Ἐλεῆμον, ἑξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἑξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι
Προφῆτα θεσπέσιε, ὁ ἰατρός τῶν νοσούντων, θλιβομένων ἡ χαρά, καὶ τελεία λύτρωσις καὶ ἁπάλλαξις, πάσης κακώσεως, πάσης στενώσεως, τὰς δεήσεις νῦν ἐπάκουσον, ἄς πέρ οἱ δοῦλοί σου, ἐν ψυχῆς ὀδύνη σοὶ προσάγομεν, πάντοθεν πολεμούμενοι, ὁρατῶν ἐξ ἐχθρῶν τε καὶ ἀοράτων, ἔνδοξε Προφήτα, ἐν τῷ ναῷ σου πάντες ἐν κλαυθμῶ, γονυπετοῦντες αἰτούμενοι, τὸ σὸν μάκαρ ἔλεος.

Σῶσον ὁ Θεός τὸν λαόν σου..

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἡλιοῦ σὲ ὁ Μέγας νεύσει θεία Προφήτην ἐν τῷ λαῶ ἔχρισε, θεόφρον Ἐλισσαῖε, Θεῶ ἱερωμένον, ἀνυμνοῦντα καὶ ψάλλοντα· Ὁ τῶν Πατέρων ἠμῶν, Θεὸς εὐλογητός εἶ.

Ἠξιώθης ἰδέσθαι, τὸν σὸν θεῖον διδάσκαλον πυρίνω ἐν ἄρματι, αἰθέριον πορείαν, ποιούμενον ἐνδόξως, καὶ ἐνθέως ἐκραύγαζες· Ὁ τῶν Πατέρων ἠμῶν, Θεὸς εὐλογητός εἶ.

Καὶ ἠμᾶς Ἐλισσαῖε, τοὺς ἐν τῷ τεμένει σου ἀγρυπνοῦντας ἐπίσκεψαι, καὶ ἴασιν ἐν νόσοις, καὶ θάῤῥος ἐν κινδύνοις, παρασχοῦ τοῖς κραυγάζουσιν· Ὁ τῶν πατέρων ἠμῶν, Θεὸς εὐλογητός εἶ.

Θεοτοκίον.
Παναγία Παρθένε, ἠθικαῖς τρικυμίαις περιστατούμενον, οἰκτείρησον καὶ σῶσον, ἐμὲ τὸν σὸν ἱκέτην, τὸν ἐν πίστει κραυγάζοντα· Ὁ τῶν Πατέρων ἠμῶν, Θεὸς εὐλογητός εἶ.

ᾨδὴ η΄. Τὸν βασιλέα, τῶν οὐρανῶν.
Τὰς σηπεδόνας, τῆς ψυχῆς μου ὧ Προφῆτα, καὶ τὰ πάθη τοῦ σώματος ὁμοίως, θεράπευσον ἐν ὕμνοις, ὅπως σὲ μεγαλύνω.

Τοὺς πειρασμούς, διασκέδασον καὶ ἐνέδρας, τῶν δαιμόνων Προφῆτα Κυρίου, κατ’ ἐμοῦ γὰρ φθόνω, κεκίνηνται ἀπαύστως.

Ἐπάκουσόν μου, ἐν ὀδυρμοῖς σοὶ βοῶντος, καὶ παράσχου γαλήνην τῇ ψυχή μου, ὅπως ἀνυμνῶ σε, Προφῆτα εἰς αἰώνας.

Θεοτοκίον.
Τὴν δέησίν μου, μὴ παρίδης Θεοτόκε, ἣν ἐμπόνως νῦν σοὶ ἀναφέρω, σὺ γὰρ θλιβομένων, παράκλησις ὑπάρχεις.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Διπλὴν παρὰ Κυρίου, ἔνδοξε Προφῆτα, λαβῶν τὴν χάριν διπλὰ καὶ τὰ χαρίσματα, ἠμίν παρέχεις, ψυχαῖς ὦμα τε καὶ σώμασι.

Τὴν θείαν μηλωτήν σου, εἴλησον καί πάλιν, καὶ τῶν παθῶν ἠμῶν τὴν θάλασσαν ξήρανον, τῶν ἀγρυπνούντων Προφῆτα ἐν τῷ τεμένει σου.

Νυκτός τε καὶ ἡμέρας, σὲ ἐπικαλοῦμαι, τὸν ἀγαθόν μου προστάτην Προφῆτα Θεοῦ, παντὸς κινδύνου καὶ βλάβης με λύτρωσαι.

Θεοτοκίον.
Υἱέ Θεοῦ Παντάναξ, ἀναπαυσον πάντας, οὖς προσελάβου ἐκ τῆς δὲ τῆς ποίμνης σου, πρεσβείαις τῆς Μητρός σου, καὶ τοῦ Προφήτου σου.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις ὁ τὴν χάριν διπλὴν λαβῶν, Πνεύματος Ἁγίου καὶ Θεσβίτου τὴν μηλωτήν, χαίροις ὁ πληρώσας τὴν γῆν τῶν σῶν θαυμάτων, Προφῆτα Ἐλισσαῖε, ἡμῶν τὸ στήριγμα.

Ἔχοντες ναόν σου τὸν ἱερόν, Προφῆτα Κυρίου, ἰατρεῖον θαυματουργόν, εἰς τοῦτον ἐν πίστει, προσφεύγομεν καὶ πόθω, καὶ ἴασιν καὶ ῥῶσιν ἀπαρυόμεθα.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Ὄτε ἐκ τοῦ Ξύλου.
Πάντων θλιβομένων ἡ χαρά, σὺ Θεοῦ Προφῆτα ὑπάρχεις, καὶ τῶν πεινώντων τροφή, σκέπη καὶ ἀντίληψις, τῶν ἀδυνάτων ἡμῶν, ἀσθενούντων ἡ ἰάσις, ὑγιῶν ἡ ρώμη, ἀναπήρων ἔρεισμα, καὶ βακτηρία τυφλῶν, ὅθεν σοὶ προσφεύγομεν πόθω, καὶ ἐν εὐλαβεῖ παῤῥησία, τὴν σὴν εὐσπλαχνίαν ἐκδεχόμεθα.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Παρακλητικός Κανών εις τον Προφήτη Ελισαίο
Ψαλλομένη εἰς τὸ ἐξωκκλήσιον τοῦ Προφήτου, ἐν Κρανιδίῳ

Ποίημα τοῦ Αρχιμ. π. Χριστοφόρου Καραβία.
Ἐγράφη ἐν Κρανιδίῳ τὴν 14ην Ἰουνίου 2010 – Μνήμη τοῦ Προφήτου Ἐλισσαίου

†Εορτάζεται στις 14 Ιουνίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν τῆς Χριστοῦ μεγαλωσύνης Προφήτην καὶ Ἠλιού τὸν μαθητὴν τὸν πιστώτατον, τὸν Ἐλισσαῖον ἅπαντες ὑμνήσωμεν πιστοὶ. Οὗτος γὰρ ἐν θαύμασι τὴν Θεοῦ παρουσίαν ἔθνεσιν ἐκήρυξεν καὶ συγκόπτων τῷ λόγῳ, τῆς ἀσεβείας δένδρον τὸ σαπρόν, τῆς ἀληθείας τὸν σπόρον ἐφύτευσεν .

Δόξα Πατρὶ .
Ἦχος δ΄.
Ὁ ἔνσαρκος Ἄγγελος, τῶν Προφητῶν ἡ κρηπίς, ὁ δεύτερος Πρόδρομος, τῆς παρουσίας Χριστοῦ, Ἠλίας ὁ ἔνδοξος, ἄνωθεν καταπέμψας, Ἐλισσαίῳ τὴν χάριν, νόσους ἀποδιώκει, καὶ λεπροὺς καθαρίζει· διὸ καὶ τοῖς τιμῶσιν αὐτόν, βρύει ἰάματα.

Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἴτα ψάλλομεν τὸν Κανόνα

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Προφῆτα Κυρίου θαυματουργὲ, μάκαρ Ἐλισσαῖε, τοὺς προστρέχοντας εὐλαβῶς τῷ θείῳ ναῷ σου νῦν παράσχου, τῶν πρεσβειῶν σου τὴν χάριν τὴν ἄφθονον.

Μαθητὴς ὑπάρχων τοῦ Ἡλιού, καὶ αὐτοῦ τὴν χάριν διπλῆν ἔχων, πᾶσιν ἡμῖν, τοῖς τὴν θείαν μνήμην σου τελοῦσιν, τῶν νοσημάτων χορήγησον ἴασιν.

Τὸν νόμον Κυρίου ἔχων σοφέ, ἐν τῇ βιοτῇ σου, ὥσπερ λύχνον ἀειλαμπῆ, ἐκήρυττες πᾶσι τοῖς ἀνθρώποις, τὴν ἐν Χριστῷ σωτηρίαν καὶ λύτρωσιν.

Θεοτοκίον.
Πολλοῖς συνεχόμενος πειρασμοῖς, μερίμναις τοῦ βίου καὶ ἀπάταις τῶν ἡδονῶν, πρὸς σὲ καταφεύγω Θεοτόκε· πρὸς σωτηρίας λιμένα μὲ ὅρμισον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Σῶν θαυμάτων τὰ πλήθη ἐπιχειρῶν Ἅγιε, ἵνα ἐξυμνήσω εὑρίσκονται ἀναρίθμητα, διό μοι δώρησον, τὸν φωτισμόν σου Προφῆτα, καὶ τῆς μετανοίας τὸ θαῦμα τὸ μέγιστον.

Σύ τῆς χήρας τὸ ἔλαιον πληθύνων, ἐν θαύματι ἔπαυσας Προφῆτα, τὴν ἔνδειαν καὶ τὴν στέρησιν τῶν δύο τέκνων αὐτῆς· κᾀμὲ πενόμενον σῷζε, χορηγῶν μοι πάντοτε τροφὴν οὐράνιον.

Τῶν ὑδάτων ὁ τρέψας τὴν βλαπτικὴν σύστασιν καὶ μεταποιήσας δἰ΄ ἅλατος εἰς ἰάματα· οὕτω μετάβαλε, προφητικῇ σου δυνάμει, λογισμῶν μου σύστασιν ἅλατι χάριτος.

Θεοτοκίον.
Χορηγὸν τῶν θαυμάτων καὶ τῆς ζωῆς ἔχοντα σὺ τὴν ἐξουσίαν Παρθένε ἐκυοφόρησας. Διὰ τοῦ τόκου σου, πάντες εὑρήκαμεν Κόρη τὴν ὁδὸν τὴν ἄγουσαν εἰς τὸν Παράδεισον.

Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου ὦ Ἐλισσαῖε Προφῆτα , καὶ καταξίωσον πάντας θεάσασθαι, τὴν ἄφθιτον δόξαν τήν τοῦ Κυρίου.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν καί ἲασαι τῆς ψυχῆς μου τό ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τά ἄνω ζητῶν
Ὑμνοῦντες τὰ σὰ Ἐλισσαῖε κατορθώματα, θαυμάτων πληθὺν καὶ χάριτος τὸ μέγεθος, ἣν αἰτήσας θερμῶς, διπλῆν θεόφρον ἔλαβες παρὰ τοῦ διδασκάλου τοῦ σοῦ, χαρίτωσον καὶ ἡμᾶς, σὲ ἱκετεύομεν .

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τῆς θανάτου δυνάμεως σὺ τὸν καθαιρέτην λαμπρῶς ἐκήρυξας, καὶ υἱὸν τῆς Σωμανίτιδος, τῇ Αὐτοῦ δυνάμει ἐξανέστησας.

Τὴν τροφὴν τὴν πρὸς θάνατον πάντας ὁδηγοῦσαν, σύ μετεποίησας, δι΄ ἀλεύρου τῆς προσμίξεως, ἐλεῶν Προφῆτα τοὺς συνδούλους σου.

Ἁπαλῶν ἐξ ὀνύχων τὸν Θεὸν ἀγαπήσας Προφῆτα Τίμιε, ἐνετρύφησας χαρίσματι εἰς Αὐτοῦ ἀπόῤῥητα μυστήρια.

Θεοτοκίον.
Μυστηρίων μυστήριον καὶ θαυμάτων θαῦμα ἀπερινόητον, πῶς καὶ τίκτεις τὸν Θεὸν ἡμῶν καὶ Παρθένος μένεις Παναμώμητε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Λέπρας τὴν φθορὰν θεραπεύσας Ἐλισσαῖε ποτὲ, τὸν ἀσεβῆ ἐπαιδαγώγης Γιεζήν, διά τῆς αὐτῆς ἀσθενείας, δικαιώτατε.

Λέπρᾳ τὴν ψυχὴν ἀσθενοῦσαν μου, θεράπευσον, τούς τοῦ πλάνου μολυσμούς καὶ πειρασμούς ἐκδιώκων, ὦ Προφῆτα, ταῖς πρεσβείαις σου.

Μόνος Νεεμάν ὑπὸ σοῦ ἐκαθαρίσθη σοφὲ, καθὼς λέγει ὁ Χριστὸς ἐν ταῖς Γραφαῖς, μαρτυρῶν τὴν σὴν χάριν τῆς ἰάσεως.

Θεοτοκίον.
Σῦ τῶν προφητῶν καὶ δικαίων σεμνολόγημα καὶ ἐν σοὶ Θεοκυήτωρ Μαριάμ, τῶν Ἀγγέλων αἱ χορεῖαι ἀναπαύονται.

Ὠδὴ στ΄. Ἰλάσθητί μοι Σωτήρ.
Ὡς ὁ Χριστὸς εὐλόγων, τοὺς πέντε ἄρτους ἐπλήθυνε , οὕτω καὶ σὺ τοὺς πεινῶντας ἔθρεψας Ἅγιε, Προφῆτα θεόπνευστε Ἐλισσαῖε Μάκαρ, ἐν κριθίνοις ἄρτοις εἰκόσι.

Σύ ὡς πιστὸς μαθητὴς τοῦ Ἡλιού καὶ ὑπήκοος, ἐδέξω διπλῆν αὐτοῦ τὴν χάριν πανόλβιε, κάμοι μαθητεύοντι τῷ Εὐαγγελίῳ, δίδου χάριν κατανύξεως.

Δυνάμει προφητικῇ, τοὺς ἀσεβεῖς ἐστηλίτευσας καὶ παῤῥησίᾳ πολλῇ τὸν Λόγον ἐκήρυξας, ἐν κόσμῳ ἐρχόμενον, θανάτου ἵνα λύσῃ τὴν σκοτόμαιναν, θεόπνευστε.

Θεοτοκίον.
Ἡ ῥάβδος τοῦ Ἀαρών, τὸ ὄρος τὸ ἀλατόμητον, τὸ κλέος τῶν Προφητῶν, Ἀποστόλων σέμνωμα ὑπάρχεις Πανάχραντε· ἔχων σὲ προστάτιν, οὐ φοβοῦμαι τὸν ἀντίπαλον.

Διάσωσον ἀπὸ κινδύνων τοὺς δούλους σου ὦ Ἐλισσαῖε Προφῆτα, καὶ καταξίωσον πάντας θεάσασθαι, τὴν ἄφθιτον δόξαν τήν τοῦ Κυρίου.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄.
Μερίμναις ταῖς βιοτικαῖς συνεχόμενος καὶ πελάγει τῶν ἀνομιῶν βυθιζόμενος, σοί προστρέχω θερμῶς, τῷ τοῦ Κυρίου Προφήτῃ, δεόμενος. Ὡς ἔχων παῤῥησίαν πολλὴν, διώκειν ἀσθενειῶν τὴν ἀχλὺν Ἐλισσαῖε ἱερώτατε· πρόφθασον ἐν ἀνάγκαις καὶ ἴασίν μοι χορήγει, ψυχικὴν καὶ σωματικὴν, ὅπως μεγαλύνω τὴν μνήμην σου.

Καὶ εὐθὺς τὸ Προκείμενον.
Μὴ ἅπτεσθε τῶν χρηστῶν μου καὶ ἐν τοῖς Προφήταις μου μὴ πονηρεύεσθε. (δίς)
Στίχος . Ὁ Θεὸς ὁ ἐνδοξαζόμενος ἐν βουλῇ Ἁγίων.
Μὴ ἅπτεσθε τῶν χρηστῶν μου καὶ ἐν τοῖς Προφήταις μου μὴ πονηρεύεσθε.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατά Λουκᾶν
(Κεφ. δ΄ 22-30)
Τῷ καιρῶ ἐκείνω ἐθαύμαζον οἱ ὄχλοι ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος Ἰησοῦ καὶ ἔλεγον· οὐχ οὗτός ἐστιν ὁ υἱὸς Ἰωσήφ; Καὶ εἶπε πρὸς αὐτούς· πάντως ἐρεῖτέ μοι τὴν παραβολὴν ταύτην· ἰατρέ, θεράπευσον σεαυτόν· ὅσα ἠκούσαμεν γενόμενα ἐν τῇ Καπερναούμ, ποίησον καὶ ὧδε ἐν τῇ πατρίδι σου. Εἶπε δέ· ἀμὴν λέγω ὑμῖν ὅτι οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τῇ πατρίδι αὐτοῦ. Ἐπ᾿ ἀληθείας δὲ λέγω ὑμῖν, πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡμέραις Ἠλιοὺ ἐν τῷ Ἰσραήλ, ὅτε ἐκλείσθη ὁ οὐρανὸς ἐπὶ ἔτη τρία καὶ μῆνας ἕξ, ὡς ἐγένετο λιμὸς μέγας ἐπὶ πᾶσαν τὴν γῆν, καὶ πρὸς οὐδεμίαν αὐτῶν ἐπέμφθη Ἠλίας εἰ μὴ εἰς Σάρεπτα τῆς Σιδωνίας πρὸς γυναῖκα χήραν. Καὶ πολλοὶ λεπροὶ ἦσαν ἐπὶ Ἐλισαίου τοῦ προφήτου ἐν τῷ Ἰσραήλ, καὶ οὐδεὶς αὐτῶν ἐκαθαρίσθη εἰ μὴ Νεεμὰν ὁ Σύρος. Καὶ ἐπλήσθησαν πάντες θυμοῦ ἐν τῇ συναγωγῇ ἀκούοντες ταῦτα, καὶ ἀναστάντες ἐξέβαλον αὐτὸν ἔξω τῆς πόλεως καὶ ἤγαγον αὐτὸν ἕως ὀφρύος τοῦ ὄρους, ἐφ᾿ οὗ ἡ πόλις αὐτῶν ᾠκοδόμητο, εἰς τὸ κατακρημνίσαι αὐτόν. Αὐτὸς δὲ διελθὼν διὰ μέσου αὐτῶν ἐπορεύετο.

Δόξα Πατρὶ .
Ταῖς τοῦ σοῦ Προφήτου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ῥεῖθρα Ἰορδάνεια διῄρεσας Ἐλισσαῖε, ἰσχύει δοθείσῃ σοι διὰ μηλωτῆς Ἠλιού διδασκάλου σου. Νόσους ἐξεδίωξας διὰ προσευχῶν σου καὶ λεπροῖς διδοὺς τὴν κάθαρσιν, ὤφθης μακάριε βρύσις τῶν θαυμάτων ἀδάπανος. Νεκρὸν δὲ ἐξανέστησας χήρας τὸν υἱὸν Σωμανίτιδος. Διό μὴ παρίδῃς τὴν δέησιν ἡμῶν σῶν ἱκετῶν, ἀλλὰ χορήγει τὴν χάριν σου, τοῖς νῦν εὐφημοῦσι σε.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Οἱ ἐκ τοῦ Κρανιδιου, νῦν προστρέχοντες πίστει τῷ τοῦ Προφήτου Ναῷ καὶ χάριν ἐξαιτοῦντες ψυχῆς τε τὴν γαλήνην, νοσημάτων τὴν ἴασιν, πρεσβείας θεοπειθεῖς ἀντλήσατε προθύμως.

Παλαιᾶς Διαθήκης σὺ ὁ φλογερὸς καὶ θεῖος διδάσκαλος, Προφῆτα Ἐλισσαῖε, θαυμάτων ταῖς ἀκτῖσι τοὺς τὴν μνήμην σου σήμερον τελοῦντας χαρμονικῶς, καταύγασον καὶ σῶσον.

Τὴν ἀγάπην Κυρίου ἔχων ἐν καρδίᾳ σου ἀξιάγαστε, καὶ τῇ δικαιοσύνῃ αὐτοῦ ἐντρυφήσας, δυσεβεῖς κατεδίκασας, ὑπάρχεις δὲ ἀρωγὸς τοῖς πίστει σὲ τιμῶσιν.

Θεοτοκίον.
Σωμάτων καχεξίαν καὶ ψυχῶν ἀκαρπίαν, Παρθένε Ἄχραντε, τῇ θείᾳ σοῦ πρεσβείᾳ τρέψον πρὸς τὸ συμφέρον· καὶ νοεῖν πάντας ποίησον τοὺς ὑμνητάς σου Ἁγνὴ, τὸ θέλημα τὸ θεῖον.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τοὺς βοηθείας τῆς παρὰ σοῦ δεομένους μὴ παρίδῃς Προφῆτα ὑμνουντας θείαν βιοτήν σου, θαυμάτων τε τὴν χάριν.

Σύ ὁ προστάτης τῶν ἀσθενούντων ἐκ λέπρας καὶ θερμὸς ἀδικουμένων πρέσβυς, μάκαρ Ἐλισσαῖε, βοήθησον σοῖς δούλοις.

Ἐξ ἁμαρτίας, παντοδαπῶν προβλημάτων κοινωνὸν μὲ ὄντα, μὴ παρίδῃς μάκαρ Ἐλισσαῖε, ἀλλὰ βοήθησόν μοι.

Θεοτοκίον.
Τῇ ἀνθρωπίνῃ νῦν βοηθείᾳ Παρθένε, σὸν ἱκέτην μὴ καταπιστεύσῃς, πλὴν σοῦ γὰρ ὁ τάλας, ἐλπίδα οὐ γινώσκω.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Τιμῶντες τὴν σὴν μνήμην, σὲ ὑμνολογοῦμεν ἐν τοῖς Προφήταις τὸν πρόκριτον ἅπαντες, ὦ Ἐλισσαῖε, ὁρῶντες τὰ μεγαλεῖα σου.

Πιστῶν νῦν τάς δεήσεις, δέχου ὦ Προφῆτα, καὶ τῷ Υἱῷ τοῦ Θεοῦ νῦν προσάγαγε, σῦ γὰρ ἐκήρυξας Τοῦτον λόγοις καὶ ἔργοις σου.

Προφῆτα Ἐλισσαῖε, μετὰ τοῦ Προδρόμου καὶ Ἠλιού διδασκάλου σου, πρέσβευε ὑπὲρ ἡμῶν, τῶν τελούντων τὴν θείαν μνήμην σου.

Θεοτοκίον.
Παρθένε Παναγία, Μῆτερ τοῦ Σωτῆρος, τῶν Προφητῶν τὸ σεπτόν ἐγκαλλώπισμα, λιταῖς σοφοῦ Ἐλισσαίου, σῶσον τοὺς δούλους σου.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ἵλεως γενοῦ μοι τῷ ταπεινῷ, Προφῆτα Κυρίου Ἐλισσαῖε θαυματουργὲ, βέβλημαι γὰρ ὅλος κακώσεσι τοῦ βίου, ἀλλὰ τῇ σῇ πρεσβείᾳ , θαῤῥῶν προστρέχω σοι.

Χάριν σοι παρέσχε μάκαρ διπλῆν ὁ διδάσκαλός σου Ἡλιού διὰ μηλωτῆς· μετ΄ αὐτοῦ δυσώπει Προφῆτα Ἐλισσαῖε, τὸν Κύριον τῆς δόξης ὑπὲρ τῶν δούλων σου.

Θάνατος αἰφνίδιος ἐπελθών τῷ υἱῷ τῆς χήρας ξενισάσης σὲ θαυμαστὲ , αὔθις δι΄ εὐχῶν σου, τὸ ζῆν αὐτῷ ἐδίδους, δοξάζοντι σὴν χάριν, δι΄ ἧς βοήθει μοι.

Ὑπὲρ ἀσθενούντων, θαυματουργὲ, καὶ πεφορτισμένων διαβόλου ἐπιῤῥοαῖς, εὔχου πρὸς τὸν Κτίστην, ἵνα κραυγάζομέν σοι· Χαίροις ὁ τοῦ Κυρίου φίλος ὁ γνήσιος.

Σῶσον Κρανιδίου τοὺς οἰκιστὰς, τοὺς προστρέχοντάς σοι ἐν τῷ θείῳ τούτῳ Ναῷ καὶ ἐπιτελούντας τὴν ἱερὰν σοῦ μνήμην, Προφῆτα Ἐλισσαῖε, παρακαλοῦμεν σε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, ἀποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμάς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄ Ὅτε ἐκ τοῦ ξύλου σὲ νεκρόν.
Δεῦτε εὐφημήσωμεν πιστοὶ, τῆς μεγαλωσύνης Κυρίου Προφήτην πάντιμον, θαύμασι λαμπρύναντα τὴν κτίσιν ἅπασαν. Ἡλιού τὸν ἀκόλουθον, παρ΄ οὗ καὶ τὴν χάριν διπλῆν οὗτος ἔλαβεν ἐν ἔργῳ προφητικῷ. Τοῦτον ἐκτενῶς δυσωποῦμεν· πρέσβευε σοφὲ Ἐλισσαῖε, ὑπὲρ πάντων τῶν θερμῶς παρακαλοῦντων σε.

Πηγή