Παρακλητικός Κανών εις τον Ταπεινοίς Διδόντα Χάριν Κύριον ημών Ιησούν Χριστόν

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα άναγινώσκοντες τόν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἐν τῆ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῆ δικαιοσύνη σοῦ καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου μή ἀποστρέψῃς τό πρόσωπον σου ἀπ’ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοί ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μοῦ ἐξελοῦ μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μοῦ τό πνεῦμα σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματος σου, Κύριε, ζήσεις μέ, ἐν τῆ δικαιοσύνη σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

καὶ τὸ ἑξῆς·

Ἦχος πλ. δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοῦ Φαρισαίου, Σῶτερ, ὑψηγορίας δούλους ἀνάδειξον τοὺς Σοὺς ὑπερόπτας καὶ τοῦ Τελώνου, εὔσπλαγχνε Χριστέ, ζηλωτὰς δεῖξον ταπεινώσεως καὶ ἱλάσθητι πάντας τοὺς δοξολογοῦντάς Σε, ταπεινὸν Θεοῦ Λόγον, τὸν δι’ ἀγάπην ἄφατον μορφὴν λαβόντα δούλου ἑκὼν ταπεινούμενος.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Εἶτα ὁ Ν’ (50) Ψαλμός
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ταπεινοῦ φρονήματος πλῆσόν με, Σῶτερ. Χ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ταπείνωσον, Λόγε Θεοῦ, ἡμᾶς τοὺς ὑπερηφάνους καὶ σωτήριον ἀτραπὸν ὑπόδειξον πᾶσι μετανοίας, ὁ ἀνυψῶν ταπεινόφρονας ἅπαντας.

Ἀνάγαγε δούλους Σου ἐκ φθορᾶς ὑπερηφανίαν τοὺς μισοῦντας καὶ ἀκλινῶς φιλοῦντας ταπείνωσιν, Παντάναξ, ὁ ταπεινοῖς πέμπων χάριν Σου ἄφθονον.

Πληθὺν πεπραγμένων μοι ἐννοῶν δεινῶν τρέμω, Σῶτερ, τὴν ἡμέραν τὴν ζοφερὰν Σῆς Κρίσεως· ὅθεν δυσωπῶ Σε. Δεῖξον κἀμοὶ εὐσπλαχνίας Σου ἔλεος.

Θεοτοκίον.
Ἐπάκουσον πάντων ὡς συμπαθὴς τῶν σὲ ἀνυμνούντων ἐν φρονήματι ταπεινῷ καὶ πᾶσι κατάπεμψον εὐχαῖς σου τοὺς οἰκτιρμοὺς σοῦ Υἱοῦ, Μητροπάρθενε.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἱκανοὺς σοὺς ἱκέτας τελωνικῶς εὔχεσθαι δεῖξον ταπεινῶς τοὺς βοῶντας· Πᾶσιν ἱλάσθητι ἁμαρτωλοῖς, Ἰησοῦ, ὁ δαψιλῶς τὴν Σὴν χάριν πέμπων ταπεινόφροσι, δοξολογοῦσί Σε.

Νῦν βοῶμέν Σοι, Σῶτερ· Δούλοις τοῖς Σοῖς βράβευσον ταπεινὲ Παντάναξ, Τελώνου θείαν ταπείνωσιν, ἵνα χαρᾶς οὐρανῶν ἀξιωθῶμεν ἀλήκτου, ἧσπερ ἀπολαύουσιν οἱ ταπεινόφρονες.

Οὐρανῶν κληρονόμους τοὺς ταπεινοὺς δούλους Σου, δεῖξον, τοῦ Θεοῦ τοῦ Ὑψίστου Λόγε φιλάνθρωπε, ὁ ἐκ Παρθένου τεχθεὶς καὶ τοῦ Σταυροῦ ὑπομείνας πόνους ταπεινούμενος δι’ ἀγαθότητα.

Θεοτοκίον.
Ὑπερύμνητε Μῆτερ τοῦ Παντουργοῦ Κτίσαντος, δὸς ἡμῖν εὐχαῖς σου Τελώνου τὴν εὐκατάνυκτον εὐχήν, μισοῦσιν ἀεὶ φωνὴν μεγάλαυχον, οἴμοι, Φαρισαίου, ἄχραντε Θεογεννήτρια.

Ταπείνωσιν βράβευσον δούλοις Σου, Λόγε Θεοῦ Ὑψίστου, καὶ μετάνοιαν σωστικὴν τοῖς δοξολογοῦσί Σε ὡς πάντας μισοῦντα ὑπερηφάνους.

Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ἐγγὺς ὤν, Χριστέ, συντετριμμένοις ἅπασι καρδίαν πιστοῖς, διάσωσον τοὺς δούλους Σου, ταπεινοὺς ἐν πνεύματι, ἐξ ἐχθροῦ ἐπηρείας, στενώσεων, βιοτικῶν κυμάτων ζοφερῶν, φθορᾶς καὶ θανάτου αἰωνίζοντος.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Φαρισαίου, Θεάνθρωπε, τὴν ὑψηγορίαν ἡμᾶς ἀξίωσον φεύγειν, ὁ τὴν ταπεινότητα τοῦ Τελώνου πᾶσιν ὑφηγούμενος.

Ῥεῖθρα, Σῶτερ, τῶν δούλων Σου πρόσδεξαι δακρύων ὡς εὐσυμπάθητος ἐκβοώντων· Πύλας ἄνοιξον μετανοίας πᾶσιν ὑμνηπόλοις Σου.

Ὀφθαλμοὺς τῆς καρδίας μου ἄνοιξον τοῦ γνῶναι ὁδὸν σωτήριον, ταπεινόφρον Λόγε Κτίσαντος, ὁ τοὺς ταπεινοὺς ὑψῶν ἀείποτε.

Θεοτοκίον.
Νέκρωσόν μου κινήματα τῆς σαρκὸς καὶ ζώωσον, Μῆτερ, πνεῦμά μου τοῦ ποθεῖν τὰ διαμένοντα εἰς αἰῶνας, ἄχραντε Παντάνασσα.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἦμαρ, Λυτρωτά, μετανοίας ἐξανάτειλον ταπεινοῖς, τοῖς Σὲ δοξάζουσιν ἀεί, τὸν μορφὴν λαβόντα δούλου, Θεὸν Κύριον.

Μέμνησο ἡμῶν τῶν μισούντων ὑπερήφανον Φαρισαίου, Σῶτερ εὔσπλαγχνε, φωνὴν καὶ φιλούντων τοῦ Τελώνου τὴν ταπείνωσιν.

Ἄνεσιν ἡμῖν δὸς ἐν βίῳ τοῖς ἱκέταις Σου καὶ ἱλάσθητι πιστοῖς, τοῖς ταπεινῶς ἐκζητοῦσι τὴν ἀνύστακτόν σου πρόνοιαν.

Θεοτοκίον.
Τεῖχος ἀῤῥαγὲς προστασίας, Μητροπάρθενε, καὶ ἑτοίμης ἀρωγῆς Χριστιανῶν, περιφρούρει τοὺς προστρέχοντας σῇ χάριτι.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὁδήγησον ὕψος πρὸς ἀπρόσιτον ταπεινόφρονας θεώσεως, Σῶτερ, ὁ ταπεινῶν πάντας ὑπερηφάνους καὶ ἀνυψῶν ταπεινούς, πανευΐλατε Υἱὲ Θεοῦ, ὁ δι’ ἡμᾶς ὑπομείνας τὴν ἄκραν ταπείνωσιν.

Συντήρησον ἀσινεῖς τοὺς δούλους Σου ἐπηρείας πτερνιστοῦ τοῦ ἀρχαίου, τοῦ ἐκπεσόντος ποτὲ ἑῳσφόρου δι’ ὑπερήφανον φρόνημα, Κύριε, ὁ ταπεινῶν ὡς ἀληθῶς ἐπηρμένον τοὺς ἔχοντας φρύαγμα.

Προσπίπτοντες, Ἰησοῦ Θεάνθρωπε, τῷ παθόντι δι’ ἡμᾶς Σοὶ βοῶμεν ἐν ταπεινώσει· Μὴ ἐξουθενώσῃς συντετριμμένας καρδίας τῶν δούλων Σου, τῶν αἰτουμένων ἱλασμὸν καὶ τὸ μέγα Σου ἔλεος, Κύριε.

Θεοτοκίον.
Λαμπάδα μοι μετανοίας ἄναψον τῷ καθεύδοντι ἐν χαμαιζηλίᾳ, Θεογεννῆτορ, Κυρία Παρθένε, ἡ ἀστραπαῖς ταπεινώσεως ἅπαντας φωτίζουσα τοὺς χοϊκούς, σὲ φαιδροῖς μεγαλύνοντας ᾄσμασι.

Ταπείνωσιν βράβευσον δούλοις Σου, Λόγε Θεοῦ Ὑψίστου, καὶ μετάνοιαν σωστικὴν τοῖς δοξολογοῦσί Σε, ὡς πάντας μισοῦντα ὑπερηφάνους.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὁ ταπεινῶν τὰς καρδίας ἰώμενος καὶ εὖ ποιῶν ἀκλινῶς εὐσεβόφρονας, Λόγε Θεοῦ, πανευΐλατε Κύριε, ὑπερηφάνων ὀφρὺν καταπάτησον καὶ ταπεινῶν τὰ αἰτήματα πλήρωσον.

Προκείμενον.
Ἦχος δ΄. Ἐγγὺς Κύριος τοῖς συντετριμμένοις τὴν καρδίαν καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σώσει.
Στίχος. Προσευχὴ ταπεινοῦ νεφέλας διῆλθε.

Εὐαγγέλιον· Ἐκ τοῦ Κατὰ Λουκᾶν (Κεφ. ιη΄ 10 – 14 ).
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι, ὁ εἷς Φαρισαῖος καὶ ὁ ἕτερος Τελώνης. Ὁ Φαρισαῖος σταθεὶς πρὸς ἑαυτὸν ταῦτα προσηύξατο· Ὁ Θεὸς εὐχαριστῶ Σοι, ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ Τελώνης. Νηστεύω δὶς τοῦ Σαββάτου, ἀποδεκατῶ πάντα ὅσα κτῶμαι. Καὶ ὁ Τελώνης μακρόθεν ἑστώς, οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν ἐπᾶραι· ἀλλ’ ἔτυπτεν εἰς τὸ στῆθος αὐτοῦ λέγων· Ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ. Λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ ἢ ἐκεῖνος· ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.

Δόξα.
Ταπεινέ, οἰκτίρμον Θεοῦ Ὑψίστου Λόγε, τοῖς ταπεινοῖς Σου δούλοις Θείαν Χάριν Σου δίδου.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ β΄. Ὅλην ἀποθέμενοι.
Πάντας καταξίωσον φιλεῖν εὐχὴν τοῦ Τελώνου ἄγαν εὐκατάνυκτον, Σῶτερ, ταπεινόφρονος καὶ μεγάλαυχον, Ἰησοῦ εὔσπλαγχνε, φθόγγον τῶν χειλέων Φαρισαίου φεύγειν τάχιστα, Λόγε τοῦ Κτίσαντος Ἰησοῦ Χριστοῦ, ἵνα τύχωμεν τῆς θείας προστασίας Σου καὶ τοῦ ἀμετρήτου ἐλέους Σου καὶ ἀξιωθῶμεν, τρυφῆς τοῦ Παραδείσου καὶ χαρᾶς ἀλήκτου, ἧς ἀπολαύουσι πάντες ταπεινόφρονες.

Σῶσον, ὁ Θεός, τὸν λαόν Σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἤθους καὶ εὐσεβείας ταπεινοῖς σου ἱκέταις ταχὺ ἀπόνειμον τὸ στέφος, Θεοῦ Λόγε, ὁ ἀνυψῶν Σοὺς δούλους ταπεινοὺς καὶ εἰς βάραθρον φθορᾶς βαθὺ ταπεινῶν τούς, φεῦ, ὑπερηφάνους.

Σωτηρίας τὰς πύλας, εὐσυμπάθητε Σῶτερ, ἡμῖν διάνοιξον, μισοῦσι Φαρισαίου δεινὴν ὑψηγορίαν καὶ φιλοῦσι ταπείνωσιν Τελώνου, Λόγε Θεοῦ, οἰκτίρμον Παντοκράτορ.

Οὐρανῶν κληρονόμους δεῖξον, εὔσπλαγχνε Σῶτερ, τοὺς ταπεινόφρονας, ποθοῦντας μετανοίας ὁδοῖς ἀκολουθῆσαι, ἀπαγούσαις πρὸς εὔκλειαν τοῦ πόλου, ἔνθα χοροὶ Ἀγγέλων Σὲ ὑμνοῦσι.

Θεοτοκίον.
Νικητὰς ἐν ταῖς μάχαις καθ’ ἡμέραν, Παρθένε, ἡμᾶς ἀνάδειξον, τοὺς μεγαλύνοντάς Σε ὡς νικητοῦ μητέρα τοῦ θανάτου φιλόστοργον, Χριστοῦ, τοῦ Λόγου Θεοῦ Ὑψίστου, τοῦ εὐσπλάγχνου.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Μὴ μοῦ παρίδῃς τοὺς στεναγμοὺς τῆς καρδίας καὶ δακρύων ῥοάς, πανοικτίρμον, Λόγε τοῦ Ὑψίστου, Θεὲ ταπεινοφρόνων.

Ἐσπιλωμένον φέρων ναὸν σώματός μου ἁμαρτίαις πολλαῖς δυσωπῶ Σε· Ἄνοιξόν μοι πυλάς, Χριστέ, τῆς μετανοίας.

Σεσαρκωμένε Λόγε Θεοῦ τοῦ Ὑψίστου, ταπεινέ, δεῖξον Σὴν εὐσπλαγχνίαν ταπεινοῖς Σου δούλοις, ἀεὶ δοξάζουσί Σε.

Θεοτοκίον.
Ὡς Θεοτόκον σὲ μεγαλύνοντες πόθῳ ταπεινῶν προστασία ἑτοίμη σπεύδομεν ἐν δίναις τῇ σῇ ἐπιστασίᾳ.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Τὸν βίον μου ῥαθύμως δαπανήσας, Σῶτερ, καὶ Φαρισαίου βιώσας αὐθάδειαν βοῶ Σοι· Δεῖξον Τελώνου κἀμὲ ὁμόζηλον.

Εἰρήνευσον τὸν βίον ταπεινῶν Σου δούλων, Λόγε Θεοῦ ταπεινέ, ὁ τὴν ἔπαρσιν τοῦ πολεμίου συντρίψας, Θεὲ εἰρήναρχε.

Ῥανίδας μου δακρύων σμῆξον μανδηλίῳ Σῆς ἀντιλήψεως, Σῶτερ εὐΐλατε, χαρὰν ὁ πᾶσι βραβεύων τοῖς ταπεινόφροσι.

Θεοτοκίον.
Χαρᾶς, Θεογεννῆτορ, πρόξενε μερόπων, τῶν ταπεινῶν καταπράϋνον δούλων σου θλίψεις καὶ λύπας, τῶν ὕμνοις μακαριζόντων σε.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

καὶ τὰ παρόντα Μεγαλυνάρια.
Δίδαξον ταπείνωσιν σωστικὴν πάντας τοῦ Τελώνου, τοὺς δοξάζοντας ἐν χορῷ Σέ, μορφὴν λαβόντα τοῦ δούλου καὶ ὀφθέντα λαμπάδα, Θεοῦ Λόγε, τῆς ταπεινώσεως.

Δούλους Σου προσεύχεσθαι ταπεινῶς ὥσπερ ὁ Τελώνης καταξίωσον, Ἰησοῦ, καὶ οὐχὶ ὡς ἄλλος, Παντάναξ, Φαρισαῖος, οὗ ἐπάρσιν βδελύσῃ, Σῶτερ, καὶ οἴησιν.

Τοῖς συντετριμμένοις, Χριστέ, ἐγγὺς πέλων τὴν καρδίαν πάντας πνεύματι ταπεινοὺς σῴζεις, ταπεινόφρον Θεοῦ Ὑψίστου Λόγε, εὐχῶν ὧν ἐπακούεις ὥσπερ φιλάνθρωπος.

Ὁ ἀντιτασσόμενος, Λυτρωτά, τοῖς ὑπερηφάνοις, πανευΐλατε Ἰησοῦ, καὶ διδοὺς Σὴν χάριν τοῖς ταπεινοῖς, εὐχῆς μου τοῦ ταπεινοῦ Σου δούλου τάχος ἐπάκουσον.

Φαρισαίου μίσησον τὴν φωνήν, τοῦ ὑπερηφάνου, καὶ Τελώνου τὴν προσευχὴν ζήλωσον, ψυχή μου, πανευλαβῶς βοῶσα· Ἱλασθητί μοι, Λόγε Κτίστου εὐΐλατε.

Φαρισαίου φύγωμεν, ἀδελφοί, τὴν ὑψηγορίαν καὶ Τελώνου ἐν στεναγμοῖς μάθωμεν καρδίας τὸ ταπεινὸν βοῶντες· Ἡμῖν ἵλαθι, μόνε Σῶτερ καὶ Κύριε.

Πᾶσαι τῶν ᾿Αγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἣ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετά τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἰησοῦν, τὸν ἀνθρώποις ἀντιτασσόμενον ὑπερηφάνοις καὶ χάριν διδόντα τοῖς ταπεινοῖς, ταπεινώσεως διδάσκαλον δοξάσωμεν, ταπεινωθέντα δι’ ἡμᾶς ἄχρι ξύλου τοῦ Σταυροῦ βοῶντες· Ἐν ταπεινώσει ἡμᾶς ἀπαύστως συντήρει καὶ μετανοίᾳ καὶ σεμνότητι.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Δέξαι ἀλαλήτους στεναγμοὺς Σοῦ τῶν ταπεινῶν ὑμνηπόλων, Λόγε Θεοῦ καὶ Θεὲ εὔσπλαγχνε, ὡς εὔοσμον ὄντως θυμίαμα καὶ καρδίας, φιλάνθρωπε, τὰς συντετριμμένας δούλων Σου ἐνίσχυσον ὁδεῦσαι δίοδον βίου τοῦ παρόντος ἀφόβως, ὁ καθιλεούμενος πᾶσι ταπεινοῖς, ἀεὶ δοξολογοῦσί Σε.

Δέσποινα, πρόσδεξαι τάς δεήσεις τῶν δούλων σου και λύτρωσαι ἡμᾶς ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Τήν πᾶσαν ἐλπίδα μου εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην σου.

Δι’ ευχῶν τῶν ‘Αγίων Πατέρων ἠμῶν.
Κύριε Ίησοῦ Χριστέ ό Θεός ἠμῶν έλέησον ἠμᾶς.
Ἀμήν.

Δίστιχον.
Ταπεινοῦ φρονήματος πλῆσον καρδίαν
Χαραλάμπους δοξολογοῦντός Σε, Σῶτερ.

Πηγή