Παρακλητικός Κανών εις τον Ταξιάρχη Μιχαήλ Μανταμάδου

Ποίημα Αθανασίου του εκ Ραιδεστού διορθωθείς δε και συμπληρωθεις επιμέλεια του αειμνήστου Μητροπολίτου Μηθύμνης κύρου Ιακώβου Μαλλιαρού του εκ Πλωμαρίου

Πατήστε το play για να ακούσετε την Παράκληση

†Εορτάζεται στις 8 Νοεμβρίου και την Kυριακή των Mυροφόρων.

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Τῶν Ἀσωμάτων λειτουργῶν Ἀρχιστράτηγε, ὁ κατ’ ἐνώπιον Θεοῦ παριστάμενος, καὶ ταῖς ἐκεῖθεν, λάμψεσι λαμπόμενος, φαίδρυνον ἁγίασον τοὺς πιστῶς σε ὑμνοῦντας, πάσης ἀπολύτρωσαι τοῦ ἐχθροῦ τυραννίδος, καὶ εἰρηναίαν αἴτησαι ζωήν, τοῖς Βασιλεῦσι καὶ πᾶσι τοῖς πέρασι.

Δόξα.
Τῶν οὐρανιῶν στρατιῶν Ἀρχιστράτηγοι, δυσωποῦμεν ὑμᾶς ἡμεῖς οἱ ἀνάξιοι, ἵνα ταῖς ἡμῶν δεήσεσι τειχίσηται ἡμᾶς, σκέπη τῶν πτερύγων τῆς ἀΰλου ὑμῶν δόξης, φρουροῦντες ἡμᾶς προσπίπτοντες, ἐκτενῶς καὶ βοῶντας· ἐκ τῶν κινδύνων λυτρώσασθε ἡμᾶς· ὡς Ταξιάρχαι τῶν ἄνω δυνάμεων.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ἐπικαλεῖσθε κάμνοντες τοὺς Ἀγγέλους.
Ἐν δὲ τοῖς Θεοτοκίοις· Ἀθανασίῳ.

ᾨδὴ α΄ Ἦχος πλ.δ’. Ὕγρὰν διοδεύσας
Ἐκ βάθους καρδίας μου προσελθών, ναῷ τῷ πανσέπτῳ τῶν ἀΰλων σου λειτουργῶν, Ἁγία Τριὰς τούτους φρουρούς μοι, ἐκδυσωπῶ σε προστῆσαι ἑκάστοτε.

Πολλαῖς περιπέπτωκα συμφοραῖς, καὶ νόσοις ποικίλαις ἐκ πολλῶν μου ἁμαρτιῶν, διὸ Μιχαὴλ ὁ Ταξιάρχης, καὶ Γαβριήλ με πασῶν τούτων ῥύσασθε.

Ἱστάμενος ἔμπροσθεν τριλαμπροῦς, θεότητος αἴγλης καὶ θεοῦμενος μετοχῇ, φωτὸς τοῦ ἀῤῥήτου Ταξιάρχα, τῆς τῶν παθῶν με σκοτώσεως λύτρωσαι.

Κακίας καὶ βλάβης τῶν δυσμενῶν, Μιχαὴλ ὁ ἄρχων τῶν Ἀγγελῶν με ἐξελοῦ, καὶ πᾶσαν πικρίαν τῆς ψυχῆς μου, εἰς γλυκασμὸν εὐμενῶς μεταποίησον.

Θεοτοκίον.
Ἀῤῥήτως συνέλαβες Μαριάμ, Θεὸν τῶν ἀπαντῶν, ἐν γαστρί σου παρθενική, διὸ μετὰ πάντων τῶν Ἀγγέλων, ὑπὲρ ἡμῶν ὡς Υἱόν σου ἱκέτευσον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀπορήσας ἐκ πάντων, ὀδυνηρῶς κράζω σοι, πρόφθασον κᾀμοὶ Ταξιάρχα, τῷ ἐκζητοῦντι νῦν, τὴν σὴν ἀντίληψιν καὶ τὴν ταχεῖαν σου σκέπην, ὡς πολλοῖς προέφθασας καὶ πάλαι ἔσωσας.

Λειτουργοὶ μυστηρίων, τῶν τοῦ Θεοῦ μέγιστοι, οἱ πρὸς σωτηρίαν ἀνθρώπων καταπεμπόμενοι, θεῖοι Ἀρχάγγελοι, τοὺς σοὺς ἱκέτας φρουρεῖτε, καὶ πρὸς βίον ἔνθεον τούτους προτρέπετε.

Ἱκεσίαν μου ταύτην, τὴν πενιχρὰν πρόσδεξαι, ἣν ἀπὸ καρδιᾷς ἐν πόθῳ καὶ κατανύξει προσάγω σοι, θεῖε Ἀρχάγγελε, καὶ πρὸς τὸν Κτίστην μου ταύτην, ἀναφέρων αἴτησαι πταισμάτων ἄφεσιν.

Θεοτοκίον.
Θεολόγων αἱ γλωσσαὶ τὸ ἐπὶ σοὶ μέγιστον, ἐξειπεῖν τολμῶσαι ἀδυνατοῦσιν Ἁγνή, μυστήριον, διὸ τοὺς σιγῆ τοῦτο προσκυνοῦντας Παρθένε, καὶ πιστῶς δοξάζοντας σκέπε καὶ φύλαττε.

Διάσωσον ἀπὸ κινδύνων τοὺς δούλους σου, Μιχαὴλ Νόε, ὅτι πάντες ἐν πειρασμοῖς ναῷ σου προστρέχομεν, ὡς τάχιστον βοηθὸν τῶν ἐν πόνοις.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου ἄλγος.

Αἴτησις καὶ τὸ κάθισμα
Ἦχος β΄. Πρέσβεια θερμή.
Πρεσβείαν τὴν σὴν αἰτούμεθα Ἀρχάγγελε, οἱ πάλαι τε καὶ νῦν τῷ Ναῷ σου προστρέχοντες, Μιχαὴλ πρωτάγγελε φάνηθι, καὶ τὰς παγίδας τοῦ ἐχθροῦ διάλυσον, ὡς ἔχων ἐξουσίαν Ἀρχιστράτηγε.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Συμβουλίᾳ τοῦ ὄφεως, ὑπακούσας ὅλως, Θεοῦ Ἀρχάγγελε, παῤῥησίας σὴς γεγύγνωμαι, μεταγνόντα ἤδη μὴ παρίδῃς με.

Θεωρίας Ἀρχάγγελε, τῶν σκοτεινοτάτων δαιμόνων ῥῦσαί με, ἐν καιρῷ ὅτε τοῦ σώματος, ἡ ψυχή μου μέλλει ἐκχωρήσεσθαι.

Ἐπὶ σοὶ τὰς ἐλπίδας μου, ὅλας ἀναθέμην, Θεοῦ Ἀρχάγγελε, τὴν ψυχήν μου παραμύθησον, καὶ σαρκὸς τοὺς πόνους καταπράυνον.

Καταφύγιον ἅπαντες, καὶ ὠχυρωμένον πύργον πυρίμορφοι, τὸν ναὸν ὑμῶν Ἀρχάγγελοι, κεκτημένοι νῦν ὑμῖν προσφεύγομεν.

Θεοτοκίον.
Ἀποστάντα τοῦ Κτιστοῦ μου ἀλλὰ ἐν μετανοίᾳ ἐπανερχόμενον, τούτῳ πάλιν με οἰκείωσον, σὺ Παρθενομῆτορ, μεσιτείαις σου.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἄπαντα φλογμόν, ἀθυμίας ἀποσβέσατε, τῆς ταπεινῆς μου ψύχῃς οἱ πυρσολαμπεῖς, καὶ τῆς χαρὰς ὑμῶν δρόσον ταύτῃ ἐκπέμψατε.

Νίκην τῶν ἐχθρῶν, τῶν ἀΰλων, ὦ Ἀρχάγγελοι, τῶν κινουμένων πάντοθεν καθ’ ἡμῶν, συμπολεμοῦντες ἀοράτως μοι παρέχετε.

Ὅλον μου τὸν νοῦν, ἀστραπαῖς ταῖς ἐκ προσώπου σου, καταλαμπρύνας κάθαρον Μιχαήλ, ἵνα τρανῶς καθορῷ σου κάλλος τὸ ἄῤῥητον.

Θεοτοκίον.
Νέαν καὶ δεινήν, ἐφιστᾶσάν μοι τὴν ἔφοδον, ἐκ λῃστρικῶν τοῦ πονηροῦ προσβολῶν, σῇ Θεοτόκε δυνάμει ἄρδην ἀπόλεσον.

ᾨδὴ ς΄. Τὴν δέησιν ἐκχεῶ.
Νεότητος, τῆς ἐμῆς Ἄρχάγγελε ἁμαρτίας καὶ ἀγνοίας μου πάσας, τὸν ποιητὴν καὶ Θεόν μου δυσώπει, ἐπιλησθῆναι ἐν ὥρᾳ τῆς κρίσεως, καὶ μοίρας αὐτοῦ τῆς δεξιάς, δωρεάν με ποιήσαι συμμέτοχον.

Τοὺς μώλωπας καὶ τὰ τραύματα οἶδας, τῆς ἀθλίας μου σαρκὸς Ταξιάρχα, καὶ τὴν πικρὰν καὶ ὀλέθριον ταύτης, τῆς ταλαιπώρου καρδίας μου κάκωσιν, διὸ τῇ δέησει μου προσχών, θεραπείαν τὴν τούτων μοι βράβευσον.

Εἰσάκουσον, Μιχαὴλ Ἀρχάγγελε, τῆς φωνῆς τῶν ἐν τῷ θείῳ ναῷ σου, καὶ πρὸ τῆς σῆς θειοτάτης εἰκόνος, γονυπετούντων θερμαῖς παρακλήσεσι, καὶ δὸς τῶν εὐχῶν ἐπιτυχεῖν, καὶ χαρὰ ἀπελθεῖν εἰς τὰ ἴδια.

Συνέκδημον, ἐν ἐξόδῳ ψυχῆς μου, πρὸς πορείαν τὴν οὐράνιον ἔχειν, σὲ δυσωπῶ, Μιχαὴλ Ταξιάρχα, καὶ τῆς ζωῆς μου ἐνταῦθα συλλήπτορα, πρὸς πᾶσαν παράταξιν ἐχθρῶν, καὶ φρουράν μου καὶ σκέπην καὶ φύλακα.

Θεοτοκίον.
Ἀνείκαστον, τοῦ ἐκ σου γεννηθέντος, Θεοτόκε ἀειπάρθενε οἶδα, τὴν διὰ σοῦ σωτηρίαν τῷ κόσμῳ, καὶ εὐσπλαγχνίαν καὶ οἶκτον καὶ ἔλεον διὸ ὑπὲρ πάντων τῶν πιστῶν, πρὸς αὐτόν σε μεσίτην προβάλλομαι.

Διάσωσον ἀπὸ κινδύνων τοὺς δούλους σου, Ταξιάρχα, ὅτι πάντες πρὸς τὸν Θεὸν μεσίτην θερμότατον, κεκτήμεθα Ἀρχάγγελε τοῦ Κυρίου.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Οἱ τῷ Ναῷ σου τῷ σεπτῷ παρεδρεύοντες, καὶ ἐν αὐτῷ σε εὐσεβῶς μεγαλύνοντες , ὡς τῶν ἀΰλων τάξεων πρωτεύοντα, πίστει δυσωποῦμέν σε, Ἀρχιστράτηγε θεῖε, πάσης ἐξελοῦ ἡμᾶς, τῆς ἐχθρῶν τυραννίδος, καὶ τῆς μελλούσης ῥῦσαι ἀπειλῆς, καὶ τῆς γεέννης ταῖς σαῖς παρακλήσεσι.

Προκείμενον.
Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς Αὑτοῦ πυρὸς φλόγα. (δὶς)
Στίχος. Εὐλόγει ἡ ψυχήμου τὸν Κύριον.
Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς Αὐτοῦ πυρὸς φλόγα.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον
(Κεφ. ιη΄ 10-20).

Εἶπεν ὁ Κύριος· Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων· λέγω γὰρ ὑμῖν ὅτι οἱ ἄγγελοι αὐτῶν ἐν οὐρανοῖς διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. Ἦλθε γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου σῶσαι τὸ ἀπολωλός. Τί ὑμῖν δοκεῖ; ἐὰν γένηταί τινι ἀνθρώπῳ ἑκατὸν πρόβατα καὶ πλανηθῇ ἓν ἐξ αὐτῶν, οὐχὶ ἀφεὶς τὰ ἐνενήκοντα ἐννέα ἐπὶ τὰ ὄρη, πορευθεὶς ζητεῖ τὸ πλανώμενον; Καὶ ἐὰν γένηται εὑρεῖν αὐτό, ἀμὴν λέγω ὑμῖν ὅτι χαίρει ἐπ᾿ αὐτῷ μᾶλλον ἢ ἐπὶ τοῖς ἐνενήκοντα ἐννέα τοῖς μὴ πεπλανημένοις. Οὕτως οὐκ ἔστι θέλημα ἔμπροσθεν τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς ἵνα ἀπόληται εἷς τῶν μικρῶν τούτων. ᾿Εὰν δὲ ἁμαρτήσῃ εἰς σὲ ὁ ἀδελφός σου, ὕπαγε καὶ ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου· ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου· ἐὰν δὲ μὴ ἀκούσῃ, παράλαβε μετὰ σοῦ ἔτι ἕνα ἢ δύο, ἵνα ἐπὶ στόματος δύο μαρτύρων ἢ τριῶν σταθῇ πᾶν ῥῆμα. Ἐὰν δὲ παρακούσῃ αὐτῶν, εἰπὲ τῇ ἐκκλησίᾳ· ἐὰν δὲ καὶ τῆς ἐκκλησίας παρακούσῃ, ἔστω σοι ὥσπερ ὁ ἐθνικὸς καὶ ὁ τελώνης. Ἀμὴν λέγω ὑμῖν, ὅσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τῷ οὐρανῷ, καὶ ὅσα ἐὰν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τῷ οὐρανῷ. Πάλιν ἀμὴν λέγω ὑμῖν ὅτι ἐὰν δύο ὑμῶν συμφωνήσωσιν ἐπὶ τῆς γῆς περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται, γενήσεται αὐτοῖς παρὰ τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. Οὗ γάρ εἰσι δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν.

Δόξα.
Ταῖς τῶν Ἀσωματῶν πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ.β΄. Ὅλην ἀποθέμενοι.
Ταξιάρχαι μέγιστοι, καὶ ἀρχηγοὶ τῶν ἀγγέλων, προστάται θερμότατοι, Μιχαὴλ καὶ Γαβριήλ, πάσης κτίσεως· οἱ περὶ τὴν ἄκτιστον τῆς Τριάδος δόξαν, ἐν ὑψίστοις διϊπτάμενοι, καὶ ἐπινίκιον ὕμνον τὸν Τρισάγιον μέλποντες· Θεὸν τὸν τρισυπόστατον, Κτίστην τῶν ἀπαντῶν καὶ εὔσπλαχνον, θείαις προστασίαις, ὑμῶν ἐκδυσωπεῖτε ἐκτενῶς, ἐπιτυχεῖν ἡμᾶς ἅπαντας, τῆς Αὐτοῦ ἐλλάμψεως.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τῇ δυνάμει σου πάσης, λοιμικῆς ἀσθενείας καὶ πυρετοῦ χαλεποῦ, τοὺς σε προσκαλουμένους ἀπαλλάξον ἐν ταχεῖ, Μιχαὴλ Ἀρχιστράτηγε, καὶ ὀφθαλμίας δεινῆς, καὶ πάσης μαλακίᾳς.

Οἱ τὸν θρόνον κυκλοῦντες τῆς τρισυποστάτου Θεότητος Ἄγγελοι, καὶ λάμψεως ἐκείνης, μετέχοντες ἀῤῥῆτως, τοῖς ἐν σκότει καθεύδουσι, ἀντιπαρέχοντες φῶς, νυκτὸς ἀπολυτροῦσθε.

Ὑπομάζια βρέφη, ἀγκαλῶν τῶν μητρώων καταθερίζονται, θανάτῳ πικροτάτῳ, διὸ συγκοπτομένας, Ταξιάρχα οἰκτείρησον, τὴν κατ’ αὐτῶν τοῦ Θεοῦ ὀργὴν ἐξιλεώσας.

Σωτηρίαν παράσχου, τοῖς μακρόθεν ἅπασιν ἐπιφοιτήσασι, συναμᾷ τοῖς πλησίον, Ναῷ σου τῷ ἁγίῳ, Μιχαὴλ Ἀρχιστράτηγε, τῶν ὁρατῶν τε αὐτῶν, ἐχθρῶν καὶ ἀοράτων.

Θεοτοκίον.
Σὲ τὴν μόνην Παρθένον, καὶ μητέρα ἀπαντῶν τοῦ Βασιλέως Χριστοῦ, Θεοῦ τοῦ ζωοδότου, ὑμνοῦμεν προσκυνοῦμεν, Μαριὰμ χαριτώνυμε, καὶ εὐλογοῦμεν πιστῶς, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἀποτεφρώσαντες, τὰ ὑλώδη μου πάθη, τῷ πυρὶ τῆς ὑμῶν ἀπαθείας, ζῆν με ἐν ἁγνείᾳ,  Ἀρχάγγελοι φρουρεῖτε.

Γενναιοφρόνως μοι, καὶ στεῤῥᾷ διάνοια, προσβολὰς τοῦ διαβόλου τροποῦσθαι, θεῖε Ταξιάρχα, τῇ σῇ δυνάμει δίδου.

Γαλήνην ἄνωθεν, τοῖς ἱκέταις σου δίδου, Μιχαὴλ ὁ Ἄρχων τῶν ἀγγελῶν, περιφερομένοις, τοῖς κύμασι τοῦ βιοῦ.

Ἐπὶ τὰ πάλαι σου, κατιδόντες σημεῖᾳ, παρεγένοντο τὰ πλήθη τῶν ὧδε, δεῖξον οὗν κἂν τούτοις, τὴν σὴν θαυματουργίαν.

Θεοτοκίον.
Ἴθυνον Δέσποινα τὸν ἐμὸν βιὸν πάντα, πρὸς τὸν θεῖον νόμον τοῦ Χριστοῦ μου, πέμπουσά μοι χάριν, τὴν σὴν εἰς σωτηρίαν.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Λιμένι τοῦ Σωτῆρος, τὴν οἰκτρὰν ψυχήν μου, χωριζόμενοι τοῦ σώματος Ἄγγελοι, τῆς μετανοίας ἱστίῳ ἐγκαθωρμίσατε.

Ὁ ῥύστης καὶ φρουρός μου καὶ παραμύθια, τῆς τελευταίας πνοῆς μου Ἀρχάγγελε, μὴ ἀπ’ ἐμοῦ χωρισθείης, καὶ τότε δέομαι.

Ὑπόπτεροι τελοῦντες, τάχει λειτουργεῖται, καὶ φοβεροὶ τοῖς πολλοῖς ἐπιδείκνυσθε, διὸ ἐμοὶ ἐπελθόντες, φαιδροὶ ὀφθείητε.

Σὺν πάσαις οὐρανίων, ταῖς χοροστασίαις, ὑπὲρ ἡμῶν τὸν Θεὸν ἱκετεύετε, οἱ ἀρχηγοὶ τῶν Ἀγγελῶν καὶ ὑπερεύχεσθε.

Θεοτοκίον.
Ὡς Μήτηρ τοῦ Θεοῦ μου, κόρη Παναγία, τοῖς οἰκτιρμοῖς σου ἡμέρα τῆς κρίσεως, τοῦ σου Υἱοῦ ἡμᾶς ῥῦσαι τῆς κατακρίσεως.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ ἑπόμενα Μεγαλυνάρια,
Ὧ τῆς θεωρίας σου τῆς φρικτῆς, καὶ τῆς καλλονῆς σου, τῆς πυρίνης καὶ θεαυγοῦς, κατέχεις τὸ σκῆπτρον Μιχαὴλ τῇ χειρί σου, καὶ μέλπεις τῇ Τριάδι, ὕμνον τρισάγιον.

Πρώτος ὡς ὑπαρχῶν τῆς στρατιᾶς, τῆς ἐπουρανίου Ἀρχιστράτηγε Μιχαήλ, πάρεσο προστάτα πάντων ἡμῶν ἐν μέσῳ τῶν πίστει τε καὶ πόθῳ ἀνευφημούντων σε.

Ἔχων σὲ προστάτην καὶ βόηθον, φύλακα καὶ ῥύστην, τῆς ψυχῆς μου τῆς ταπεινῆς, Μιχαὴλ πρωτάρχα, καὶ μέγα Ταξιάρχα, ἐν ὥρᾳ τοῦ κινδύνου σύ μοι βοηθῆσον.

Μιχαὴλ Ἀρχάγγελε τοῦ Χριστοῦ, μὴ ἔλθῃς ὡς λεὼν ἀγριώτατος ἐπ’ ἐμέ, μηδὲ τὴν ψυχὴν μου ἁρπάσῃς ὡς στρουθίον, ἐν ὥρᾳ τοῦ θανάτου σύ μοι βοηθῆσον.

Χαίροις, ἱερώτατε Γαβριήλ, χαίροις ὦ προστάτα, τῶν Ἀγγελῶν προμηνυτά, χαίροις ὁ τὸ χαῖρε μηνύσας τῇ Παρθένῳ ἐν Ναζαρὲτ τῇ πόλει, σὲ μεγαλύνομεν.

Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, τοὺς δύο φωστῆρας τοὺς μεγάλους καὶ φωταυγεῖς, Μιχαὴλ τὸν μέγαν καὶ Γαβριὴλ τὸν θεῖον, τοὺς δύο Ταξιάρχας τοῦ Παντοκράτορος.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ ἀπολυτίκιον.  Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν οὐρανιῶν στρατιῶν Ἀρχιστράτηγοι, δυσωποῦμεν ὑμᾶς ἡμεῖς οἱ ἀνάξιοι, ἵνα ταῖς ἡμῶν δεήσεσι τειχίσηται ἡμᾶς, σκέπη τῶν πτερύγων τῆς ἀΰλου ὑμῶν δόξης, φρουροῦντες ἡμᾶς προσπίπτοντες, ἐκτενῶς καὶ βοῶντας· ἐκ τῶν κινδύνων λυτρώσασθε ἡμᾶς, ὡς Ταξιάρχαι τῶν ἀνῶ δυνάμεων.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς τὴν θείαν καὶ σεπτήν, σου ἀσπαζομένους εἰκόνα, Μιχαὴλ μέγιστε, πάσης ἀπολύτρωσαι ὀργῆς καὶ θλίψεως, καὶ θανάτου ἀπάλλαξον, πικροῦ αἰφνιδίου, καὶ δεινῆς κακώσεως, σοφὲ Ταξίαρχε, ὅπως προστασίαις σου θείαις πάντοτε σῳζόμενοι πόθῳ, τὸ σεπτόν σου ὄνομα γεραίρωμεν.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Τρίστιχον·
Μιχαὴλ δέξαι παροῦσαν βίβλον καλῶς
δίδους εἰρήνην, ἄφεσιν τοῖς μέλπουσι
καὶ τὴν κατ’ ἄμφω ῥῶσιν τῷ πονήσαντι.