Παρακλητικός Κανών εις τους Αγίους Τρείς Νεομάρτυρες Θεοδώρου Λάμπρου και Ετέρου Αγνώστου εν Βραχωρίω Μαρτυρήσαντες

Ποίημα Αποστόλου Παπαχρήστου

†Εορτάζονται 2 Νοεμβρίου

Εὐλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

καὶ τὸ ἑξῆς·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν Ἀθλοφόρων τῷ ναῷ νῦν ἐν πίστει, οἱ τὸ Βραχώριον οἰκοῦντες καὶ πάντες, ἐν μετανοίᾳ σπεύσωμεν βοῶντες πρὸς αὐτούς, Μάρτυρες πανένδοξοι, τῆς Τριάδος ὁπλῖται, Λάμπρε σὺν Ἑτέρῳ τε καὶ κλεινῷ Θεοδώρῳ, ὑπὲρ ἡμῶν πρεσβεύσατε Αὐτήν, ἵνα πταισμάτων, ῥυσθῶμεν καὶ θλίψεων.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν’ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Καὶ ὀ Κανών, οὗ ἡ ἀκροστιχίς·
Σοὺς δυσωπῶ Μάρτυρας Σῶτερ. Ἀποστόλου.

ᾨδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.
Σὲ πίστει Ὑπέρθεε δυσωπῶ, Τριὰς ὁ Θεός μου τῶν Μαρτύρων Σου ταῖς εὐχαῖς, παθῶν ἐκ ποικίλων καὶ κινδύνων, ὡς Ἀγαθὸς καὶ φιλάνθρωπος ῥῦσαί με.

Ὁ θεῖος Θεόδωρος καὶ κλεινός, ὁ ἔνδοξος Λάμπρος σὺν Ἑτέρῳ τῷ θαυμαστῷ, Τριάδα ἀπαύστως δυσωποῦσιν, ῥυσθῆναι πάντας κινδύνων τοῦ ὄφεως.

Ὑμνῆσαι προσέλθωμεν ἐν χαρᾷ, Χριστοῦ τοὺς ὁπλίτας, οἱ Βραχώριον τὸ κλεινόν, οἰκοῦντες καὶ πάντες καὶ γὰρ οὗτοι, ἡμῶν προστάται καὶ φύλακες πέλουσιν.

Θεοτοκίον.
Σωτῆρα τεκοῦσα ὑπερφυῶς, Παρθένε Μαρία τὸν Συνάναρχον τῷ Πατρί, καὶ Πνεύματι ὄντα Θεὸν Λόγον, Αὐτὸν δυσώπει ῥυσθῆναι τοὺς δούλους Σου.

ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος.
Δελεάζει με ἔνδοξοι ὁ ἐχθρὸς πάντοτε, καὶ τῆς ἁμαρτίας εἰς βάραθρα καταῤῥίπτει με, ἀλλὰ προφθάσατε, καὶ ἐξ αὐτοῦ ῥύσατέ με, τῶν χειρῶν οἱ δύναμιν τούτου πατήσαντες.

Ὑπὸ πλήθους πταισμάτων καὶ συμφορῶν Ἅγιοι, καὶ ταῖς τῶν παθῶν τρικυμίαις καταποντούμενον, οἱ διανύσαντες, τοῦ μαρτυρίου τὸν δρόμον, καὶ Χριστῷ συνόντες με, σώσατε δέομαι.

Συνελθόντες τοὺς ἄθλους τοὺς ἱεροὺς μέλψωμεν, Λάμπρου Θεοδώρου σὺν Ἄλλῳ καὶ τὰ παλαίσματα, καὶ τὴν ἀγχόνην τε, διὰ Χριστοῦ ἥνπερ πίστει, καὶ χαρᾷ ὑπέμειναν οὕς μακαρίσωμεν.

Θεοτοκίον.
Ὡς Θεοῦ Σε Μητέρα ἐκδυσωπῶ Ἄχραντε, ἐξ ἀσθενειῶν μου τοῦ πλήθους καὶ τῶν κακώσεων, καὶ πάσης θλίψεως, καὶ ἐξ ἐχθρῶν πολυπλόκων, τῶν πολεμουμένων με ῥῦσαι καὶ σῶσόν με.

Λυτρώσασθε, ἡμᾶς κινδύνων ὦ Ἀθλοφόροι, ὅτι ἅπαντες πρὸς ὑμᾶς ἀεὶ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.

Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἲτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Προστάται θερμοὶ τῆς πόλεως ἐδείχθητε, σοφοὶ Βραχωρίου ἐκ πάσης περιστάσεως, καὶ δεινῶν αἱρέσεων, καὶ πολέμων ταύτην φυλάττοντες, ἥτις τιμῶσα ἡμῶν, τὰ λείψανα χαίρει καὶ ἀγάλλλεται.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Πάσης βλάβης τοῦ δράκοντος, Μάρτυρες ἀήττητοι ἡμῶν ῥύσασθε, τὰς ψυχάς τε καὶ τὰ σώματα, οἱ αὐτοῦ ὀλέσαντες τὴν δύναμιν.

Ὡς προστάτας καὶ φύλακας, πίστεως ἡμῶν τῆς ἀμώμου Ἅγιοι, δυσωποῦμεν ἐκλυτρώσασθε, πάσης ἡμᾶς πλάνης καὶ αἱρέσεως.

Μαρτυρίου εὐώδηιτε, ἄνθη σὺν Ἑτέρῳ Λάμπρε Θεόδωρε, Παραδείσου τῶν ἀνθέων τε, καὶ ἡμᾶς τρυφᾶν καταξιώσατε.

Θεοτοκίον.
Ἀρετῶν τὸ κεφάλαιον, Παναγία Δέσποινα Σύ με κάλλυνον, ἀρεταῖς Σῇ θείᾳ χάριτι, τὸν ῥερυπωμένον ἐν τοῖς πταίσμασιν.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ῥώμην κραταιάν, μοὶ δωρήσατε πανεύφημοι, ἐξ ἀῤῥωστίας καὶ παθῶν τῆς σαρκός, καὶ ἀνιάτων με ἐκ νόσων ἐκλυτρούμενοι.

Τίς ἡμᾶς θερμῶς, Αθληταὶ ἐπεκαλέσατο, καὶ οὐκ ἠκούσθη ἀφ’ ἡμῶν ταχύ, καὶ δωρημάτων τῶν σῶν χαίρων ἀπέλαβε.

Ὕμνοις τὰς ὑμῶν, κάρας στέφοντες πανόλβιοι, σὺν Ἄλλῳ Λάμπρε καὶ Θεόδωρε, ἡμᾶς αἰτοῦμεν χάριν πᾶσι καταπέμψατε.

Θεοτοκίον.
Ῥῦσαί με Ἁγνή, ἡδονῶν ἐξ ἀκαθάρτων τε, τὸ καθαρὸν Χριστοῦ παλάτιον, καὶ καθορᾶν με τῆς μορφῆς Αὐτοῦ ἀξίωσον.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἁπάντων τε, τῶν βροτῶν ὑπάρχοντες, ἰατροὶ ὦ Ἀθλοφόροι Κυρίου, ἐκ γὰρ ψυχῆς ἀθυμίαν καὶ ζάλην, καὶ ἐκ τῆς βλάβης φρενῶν πάντας σώζετε, μαγείας ῥύεσθε πικρᾶς, δαιμονῶντάς τε πνεύματος χάριτι.

Συνόντες οὖν, τῷ Χριστῷ μακάριοι, μὴ φειδόμενοι πληθὺν τῶν βασάνων, τὰς φυλακάς, πεῖναν δίψαν κακώσεις, καὶ δι’ ἀγχόνης τὸν ἄδικον θάνατον, διόπερ καὶ παρὰ Χριστοῦ, χάριν σχόντες ἰᾶσθαι τοὺς πάσχοντας.

Συνδράμετε, τῷ ναῷ οἱ ἄῤῥωστοι, ταν Ἁγίων Βραχωρίου ἐν πόλει, οἱ χαλεποῖς, ἀνιάτοις ἐν νόσοις, καὶ πολυχρόνια πάθη οἱ φέροντες, βραβεύουσιν καὶ γὰρ ὑμῖν, τὴν ὑγείαν οἱ Ἅγιοι Μάρτυρες.

Θεοτοκίον.
Ὡς πάντων, ἁμαρτωλῶν διόρθωσιν, τὴν Ἁγνὴν ἐκδυσωπήσωμεν πάντες, οἱ ἐν αἰσχροῖς, βυθισμένοι τοῖς ἔργοις, οἱ ψευδορκίᾳ κλοπῇ τε καὶ βλάσφημοι, προπάντων δὲ οἱ βδελυρᾷ, φιλαργύρῳ τε νόσῳ τοῦ σῶσαι ἡμᾶς.

Λυτρώσασθε, ἡμᾶς κινδύνων ὦ Ἀθλοφόροι, ὅτι ἅπαντες πρὸς ὑμᾶς ἀεὶ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.

Ἄχραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἲτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προστασία τῶν ἐν Βραχωρίῳ ὑπάρχοντες, καὶ ἁπάντων τῶν πιστῶν ἀεὶ ἡ ἀντίληψις, Λάμπρε μάκαρ σὺν Θεοδώρῳ καὶ Ἑτέρῳ οἱ σοφοί, διὸ ῥύσασθε δεινῶν ἡμᾶς, πολέμων ἅμα πειρασμῶν, καὶ παθῶν καὶ αἱρέσεων, σεισμοῦ καὶ λοιμοῦ πυρός τε, λιμοῦ καὶ αἰχμαλωσίας, τοὺς καταφεύγοντας ἀεί, ἐν τῇ σκέπῃ τῶν ἀμάχων ὑμῶν.

Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον, Ἐκ τοῦ κατὰ Λουκᾶν (Κέφ. κα΄, 12-16).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπὸ τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ’ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου. Ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι, ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν, οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ φίλων καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὐπὸ πάντων διὰ τὸ ὄνομά μου, καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται. Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ἡμῶν.

Δόξα.
Ταῖς τῶν Αθλοφόρων πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ Νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μὴ ἐγκαταλείπετε, ὦ Ἀθλοφόροι Κυρίου, ἡμᾶς τοὺς προσπίπτοντας, πίστει τῇ Εἰκόνι ὑμῶν καὶ κράζοντας, ἐκ δεινῶν ῥύσασθε, χαλεπῶν τε νόσων, πειρασμῶν παθῶν μαγείας τε, καὶ ἐκ δαιμόνων τε, τοὺς ἐνοχλουμένους καὶ ἅπαντας, ἡμᾶς τοὺς ἁμαρτάνοντας, καὶ πεσεῖν εἰς κόλασιν μέλλοντας. Φίλοι τοῦ Κυρίου, οἱ δόξης ἐντρυφῶντες τῆς Αὐτοῦ, σωθῆναι πάντας πρεσβεύσατε, ὑμᾶς τοὺς μακαρίζοντας.

Σῶσον ὀ Θεός τὸν λαό σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τοὺς Χριστοῦ Αθλοφόρους οἱ ἐν γῇ Βραχωρίου δεῦτε νῦν τιμήσωμεν νῦν, φρουροῦσι γὰρ τὴν πόλιν, ἡμῶν ἐχθρῶν ἐκ πάντων, καὶ Χριστῷ ἐκβοήσωμεν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἐν νυκτὶ ἐν ἡμέρᾳ ἐν θαλάσσῃ ἀέρι οἱ ἐν ἐρήμῳ σοφοί, ἐν πόλει οἱ ἐν τόπῳ, παντὶ φρουρεῖτε πάντας, τοὺς Χριστῷ ἀνακράζοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ῥωμαλέοι ὁπλῖται νικηταὶ ἁμαρτίας ἀναδειχθέντες σοφοί, πλανώμενόν με πλάνῃ ἀεὶ ὑπὸ τοῦ πλάνου, θεραπεύσατε ψάλλοντα· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Ἀειπάρθενε Κόρη ἡ διπλοῦν ἐν ταῖς φύσεσι ὑποστάσει μιᾷ, τεκοῦσα τὸν Σωτῆρα, διό Σε Θεοτόκον, καταγγέλομεν ψάλλοντες· Εὐλογημένη Σὺ εἶ, Ἁγνὴ εἰς τοὺς αἰῶνας.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Παραμυθία, ἀπηλπισμένων φανέντας, γηραλέων ἰσχύς, ὦ Ἀθλοφόροι, ὅθεν κατὰ χρέος, ὑμᾶς ἀεὶ τιμῶμεν.

Οἱ νεογνῶν τε, καὶ νηπίων προστᾶται, ὀρφανῶν οἱ προασπισταί, χηρῶν τε Μάρτυρες Κυρίου, ὑμνεῖσθε εἰς αἰῶνας.

Σὺν τῷ Ἑτέρῳ, Θεόδωρόν τε καὶ Λάμπρον, τοὺς ἡμῶν πρεσβευτὰς πρὸς τὸν Δεσπότην, ὕμνοις κατὰ χρέος γεραίρωμεν ἀπαύστως.

Θεοτοκίον.
Τίς ἀριθμήσει, τὰ Σὰ ἐλέη Παρθένε, ὅτι πάντας σώζεις ἐκ κινδύνων, ὅθεν Σὲ ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὁλόφωτοι νῦν ὄντες, φωτίζετε τοὺς πίστει, ὑμῶν αἰνοῦντας τοὺς πόνους καὶ θαύματα, φωτὶ Τριάδος τῆς θείας, ὦ πανσεβάσμιοι.

Λαὸς τοῦ Βραχωρίου, ἅμα Αἰτωλίας, καὶ τῆς Ἑλλάδος φρουροὺς ὑμᾶς κέκτηται, σὺν Ἄλλῳ Λάμπρε θεόφρον, θεῖε Θεόδωρε.

Οἱ δῆμοι τῶν Ἁγίων, πάντων καὶ Ἀγγέλων, ὑμᾶς συνεχοῦσιν ἔνδοξοι Μάρτυρες, ἡμῶν τε ὅθεν αἰτοῦμεν μὴ ἐπιλάλησθε.

Θεοτοκίον.
Ὑπέρτιμε Παρθένε, Ἁγία Θεοτόκε, ἡ τὸν Θεὸν Σὺ ἀσπόρως κυήσασα, Αὐτὸν δυσώπει σωθῆναι, πάντας τοὺς δούλους Σου.

Άξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σε μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Δεῦτε τῆς Τριάδος τοὺς λατρευτάς, καὶ πασῶν τῶν νόσων καὶ δαιμόνων φυγαδευτάς, φρουρούς τε Ορθοδόξων, Θεόδωρον σὺν Ἄλλῳ, καὶ Λάμπρον κατὰ χρέος, πάντες τιμήσωμεν.

Δεῦτε τὴν Εἰκόνα τὴν ἱεράν, τῶν σεπτῶν Μαρτύρων, ἀσπασόμεθα εὐλαβῶς, βρύουσιν γὰρ χάριν, μαραίνουσιν τὰ πάθη, ψυχὰς φωταγωγοῦσιν, χάριτι Πνεύματος.

Τίς ἐν τῷ ναῷ ἡμῶν ὦ σοφοί, εἰσελθὼν ἐν πίστει, καὶ οὐκ ἔλαβεν τὸ αὐτοῦ, δῶρον μεγαλύνων, ὑμῶν τὴν προστασίαν, Θεόδωρε σὺν Ἄλλῳ, Λάμπρε πανεύφημοι.

Οἱ ἐν νόσοις ἅπαντες ἀδελφοί, ἀνιάτοις ὄντες, τῶν σωμάτων καὶ τῶν ψυχῶν, ἐκ πικρᾶς μαγείας, δαιμόνων ἐπηρείας, ποσὶ τῶν Ἀθλοφόρων, δεῦτε προσπέσωμεν.

Θήκην τῶν Λειψάνων τῶν Ἀθλητῶν, δεῦτε προσκυνοῦντες, ἐκβοήσωμεν πρὸς αυτούς, φυλάξατε τὴν πίστιν, ἡμῶν τῶν Ὀρθοδόξων, αἱρέσεων ἐκ πάντων, Ἅγιοι ἄτρωτοι.

Μάρτυρες πανένδοξοι τοῦ Χριστοῦ, οἱ τοῦ διαβόλου καταργήσαντες τὴν ἰσχύν, ῥύσασθε πολέμων, ἡμᾶς ἐπερχομένων, εἰρήνην οἰκουμένῃ, πᾶσι βραβεύοντες.

Μάρτυρες πανθαύμαστοι τοῦ Χριστοῦ, ῥύσασθε κινδύνων, καὶ ὀργῆς τὸν λαὸν ὑμῶν, εὐκράτους τοὺς ἀέρας, γῆ τὴν καρποφορίαν, διδόντες καὶ ὑγείαν πᾶσι τοῖς κτήνεσι.

Σὺν τοῖς Ἀσωμάτοις ὦ Ἀθληταί, καὶ τοῖς Ἀποστόλοις καὶ Προδρόμῳ τῷ Βαπτιστῇ, πᾶσι τοῖς Ἁγίοις, σὺν τῇ Ἀειπαρθένῳ, Χριστὸν ἐκδυσωπεῖτε, σώζεσθαι ἅπαντας.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Πάντες, μετὰ φόβου ἀδελφοί, καὶ ἐν κατανύξει καρδίας, καὶ συντριβῇ τῆς ψυχῆς, δεῦτε καὶ προσπέσωμεν, τοῖς Ἀθλοφόροις Χριστοῦ, ἐκβοῶντες πανόλβιοι, ἡμῶν οἱ προστάται, Λάμπρε σὺν Ἑτέρῳ τε, καὶ Θεοδώρῳ σοφοί, σχόντες παῤῥησίαν τῷ Κτίστῃ, ἵλεων ἡμῖν καθ’ ἑκάστην, τοῦτον ἀπεργάζεσθαι.

Πάντων, θλιβομένων ἡ χαρά, καὶ ἀδικουμένων προστάται, καὶ ἀσθενῶν ἰατροί, σκέπη ὀρφανῶν χηρῶν, καὶ πενομένων τροφή, αἰχμαλώτων βοήθεια, καὶ φῶς πλανωμένων, πάντων ὁδευόντων τε οἱ ἀσφαλεῖς συνοδοί, Μάρτυρες ἀήττητοι ὄντες, ὅθεν τὸν Θεὸν δυσωπεῖτε, καὶ ἡμεῖς τῆς θείας δόξης τύχωμεν.

Δέσποινα, πρόσδεξαι τάς δεήσεις τῶν δούλων Σου καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Τήν πᾶσαν ἐλπίδα μου εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.

Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.